Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

— ἄγε, ὁ δὲ τὴν ὀσφρασίαν αὐτὴν ἀπολωλεκὼς οὐδὲν ἀπολλύει; ψυχῆς οὖν δύναμις οὐκ ἔστιν οὐδεμία, ἣν ὁ μὲν κτησάμενος ὠφελεῖται, ὁ δʼ ἀποβαλὼν ζημιοῦται;

— ποίαν καὶ λέγεις; — οὐδὲν ἔχομεν αἰδῆμον φύσει; — ἔχομεν. — ὁ τοῦτο ἀπολλύων οὐ ζημιοῦται, οὐδενὸς στερίσκεται, οὐδὲν ἀποβάλλει τῶν πρὸς αὑτόν;

οὐκ ἔχομεν φύσει τι πιστόν, φύσει στερκτικόν, φύσει ὠφελητικόν, ἀλλήλων φύσει ἀνεκτικόν; ὅστις οὖν εἰς ταῦτα περιορᾷ ζημιούμενον ἑαυτόν, οὗτος ᾖ ἀβλαβὴς καὶ ἀζήμιος;

τί οὖν; μὴ βλάψω τὸν βλάψαντα; — πρῶτον μὲν ἰδού, τί ἐστι βλάβη καὶ μνήσθητι ὧν ἤκουσας παρὰ τῶν φιλοσόφων.

εἰ γὰρ τὸ ἀγαθὸν ἐν προαιρέσει καὶ τὸ κακὸν ὡσαύτως ἐν προαιρέσει, βλέπε μὴ τοιοῦτʼ ἐστιν ὃ λέγεις τί οὖν;

ἐπειδὴ ἐκεῖνος ἑαυτὸν ἔβλαψεν πρὸς ἐμέ τι ἄδικον ποιήσας, ἐγὼ ἐμαυτὸν μὴ βλάψω πρὸς ἐκεῖνον ἄδικόν τι ποιήσας;

τί οὖν οὐ τοιοῦτόν τι φανταζόμεθα, ἀλλʼ ὅπου τι σωματικὸν ἐλάττωμα ἢ εἰς κτῆσιν, ἐκεῖ ἡ βλάβη, ὅπου εἰς τὴν προαίρεσιν, οὐδεμία βλάβη;

οὔτε γὰρ τὴν κεφαλὴν ἀλγεῖ ὁ ἐξαπατηθεὶς ἢ ἀδικήσας οὔτε τὸν ὀφθαλμὸν οὔτε τὸ ἰσχίον οὔτε τὸν ἀγρὸν ἀπολλύει.

ἡμεῖς δʼ ἄλλο οὐδὲν ἐθέλομεν ἢ ταῦτα· τὴν προαίρεσιν δὲ πρότερον αἰδήμονα καὶ πιστὴν ἕξομεν ἢ ἀναίσχυντον καὶ ἄπιστον, οὐδʼ ἐγγὺς διαφερόμεθα πλὴν μόνον ἐν τῇ σχολῇ μέχρι τῶν λογαρίων.

τοιγαροῦν μέχρι τῶν λογαρίων προκόπτομεν, ἔξω δʼ αὐτῶν οὐδὲ τὸ ἐλάχιστον.