Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἀεὶ γὰρ ἕκαστον τῶν τοιούτων ὀνομάτων εἰς ἐπιλογισμὸν ἐρχόμενον ὑπογράφει τὰ οἰκεῖα ἔργα.

ἐὰν δʼ ἀπελθὼν ψέγῃς σου τὸν ἀδελφόν, λέγω σοι ἐπελάθου, τίς εἶ καὶ τί σοι ὄνομα.

εἶτα εἰ μὲν χαλκεὺς ὢν ἐχρῶ τῇ σφύρᾳ ἄλλως, ἐπιλελησμένος ἂν ἦς τοῦ χαλκέως· εἰ δὲ τοῦ ἀδελφοῦ ἐπελάθου καὶ ἀντὶ ἀδελφοῦ ἐχθρὸς ἐγένου, οὐδὲν ἀντʼ οὐδενὸς ἠλλάχθαι φανεῖ σεαυτῷ;

εἰ δʼ ἀντὶ ἀνθρώπου, ἡμέρου ζῴου καὶ κοινωνικοῦ, θηρίον γέγονας βλαβερόν, ἐπίβουλον, δηκτικόν, οὐδὲν ἀπολώλεκας; ἀλλὰ δεῖ σε κέρμα ἀπολέσαι, ἵνα ζημιωθῆς, ἄλλου δʼ οὐδενὸς ἀπώλεια ζημιοῖ τὸν ἄνθρωπον;

εἶτα γραμματικὴν μὲν ἀποβαλὼν ἢ μουσικὴν ζημίαν ἂν ἡγοῦ τὴν ἀπώλειαν αὐτῆς· εἰ δʼ αἰδῶ καὶ καταστολὴν καὶ ἡμερότητα ἀποβαλεῖς, οὐδὲν ἡγῇ τὸ πρᾶγμα;

καίτοι ἐκεῖνα μὲν παρʼ ἔξωθέν τινα καὶ ἀπροαίρετον αἰτίαν ἀπόλλυται, ταῦτα δὲ παρʼ ἡμᾶς· καὶ ἐκεῖνα μὲν οὔτʼ ἔχειν καλόν ἐστιν οὔτʼ ἀπολλύειν αἰσχρόν ἐστιν, ταῦτα δὲ καὶ μὴ ἔχειν καὶ ἀπολλύειν καὶ αἰσχρόν ἐστι καὶ ἐπονείδιστον καὶ ἀτύχημα. τί ἀπολλύει ὁ τὰ τοῦ κιναίδου πάσχων;

τὸν ἄνδρα. ὁ δὲ διατιθείς; πολλὰ μὲν καὶ ἄλλα καὶ αὐτὸς δʼ οὐδὲν ἧττον τὸν ἄνδρα. τί ἀπολλύει ὁ μοιχεύων;

τὸν αἰδήμονα, τὸν ἐγκρατῆ, τὸν κόσμιον, τὸν πολίτην, τὸν γείτονα. τί ἀπολλύει ὁ ὀργιζόμενος; ἄλλο τι. ὁ φοβούμενος;

ἄλλο τι. οὐδεὶς δίχα ἀπωλείας καὶ ζημίας κακός ἐστιν. λοιπὸν εἰ τὴν ζημίαν ζητεῖς ἐν κέρματι, πάντες οὗτοι ἀβλαβεῖς, ἀζήμιοι, ἂν οὕτως τύχῃ, καὶ ὠφελούμενοι καὶ κερδαίνοντες, ὅταν διά τινος τούτων τῶν ἔργων κέρμα αὐτοῖς προσγένηται.

ὅρα δʼ εἰ ἐπὶ κερμάτιον πάντα ἀνάγεις, ὅτι οὐδʼ ὁ τὴν ῥῖνά σοι ἀπολλύων ἔσται βεβλαμμένος. — ναί, φησίν, κεκολόβωται γὰρ τὸ σῶμα.