Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

οὐ δύναμαι τὸν θάνατον ἀποφυγεῖν· τὸ φοβεῖσθαι αὐτὸν μὴ ἀποφύγω, ἀλλʼ ἀποθάνω πενθῶν καὶ τρέμων; αὕτη γὰρ γένεσις πάθους θέλειν τι καὶ μὴ γίνεσθαι.

ἔνθεν ἂν μὲν δύνωμαι τὰ ἐκτὸς μετατιθέναι πρὸς τὴν βούλησιν τὴν ἐμαυτοῦ, μετατίθημι· εἰ δὲ μή, τὸν ἐμποδίζοντα ἐκτυφλῶσαι θέλω.

πέφυκε γὰρ ὁ ἄνθρωπος μὴ ὑπομένειν ἀφαιρεῖσθαι τοῦ ἀγαθοῦ, μὴ ὑπομένειν περιπίπτειν τῷ κακῷ.

εἶτα τὸ τελευταῖον, ὅταν μήτε τὰ πράγματα μεταθεῖναι δυνηθῶ μήτε τὸν ἐμποδίζοντα ἐκτυφλῶσαι, κάθημαι καὶ στένω καὶ ὃν δύναμαι λοιδορῶ, τὸν Δία καὶ τοὺς θεοὺς τοὺς ἄλλους· εἰ γὰρ μὴ ἐπιστρέφονταί μου, τί ἐμοὶ καὶ αὐτοῖς;

ναί· ἀλλʼ ἀσεβὴς ἔσῃ. τί οὖν μοι χεῖρον ἔσται, ὧν ἔστι μοι νῦν; τὸ σύνολον ἐκείνου μεμνῆσθαι, ὅτι, ἐὰν μὴ ἐν τῷ αὐτῷ ᾖ τὸ εὐσεβὲς καὶ συμφέρον, οὐ δύναται σωθῆναι τὸ εὐσεβὲς ἔν τινι. ταῦτα οὐ δοκεῖ ἐπείγοντα;

ἐρχέσθω καὶ ἀπαντάτω Πυρρώνειος καὶ Ἀκαδημαικός. ἐγὼ μὲν γὰρ τὸ ἐμὸν μέρος οὐκ ἄγω σχολὴν πρὸς ταῦτα οὐδὲ δύναμαι συνηγορῆσαι τῇ συνηθείᾳ.

εἰ καὶ περὶ ἀγριδίου πραγμάτιον εἶχον, ἄλλον ἂν παρεκάλεσα τὸν συνηγορήσοντα· τίνι οὖν ἀρκοῦμαι κατὰ τὸν τόπον;

πῶς μὲν αἴσθησις γίνεται, πρότερον διʼ ὅλων ἢ ἀπὸ μέρους, ἴσως οὐκ οἶδα ἀπολογίσασθαι, ταράσσει δέ με ἀμφότερα. ὅτι δʼ ἐγὼ καὶ σὺ οὐκ ἐσμὲν οἱ αὐτοί, λίαν ἀκριβῶς οἶδα.

πόθεν τοῦτο; οὐδέποτε καταπίνειν τι θέλων ἐκεῖ φέρω τὸν ψωμόν, ἀλλʼ ὧδε· οὐδέποτʼ ἄρτον θέλων λαβεῖν τὸ σάρον ἔλαβον, ἀλλʼ ἀεὶ ἐπὶ τὸν ἄρτον ἔρχομαι ὡς πρὸς σκοπόν.

ὑμεῖς δʼ αὐτοὶ οἱ τὰς αἰσθήσεις ἀναιροῦντες ἄλλο τι ποιεῖτε; τίς ὑμῶν εἰς βαλανεῖον ἀπελθεῖν θέλων εἰς μυλῶνα ἀπῆλθεν;

— τί οὖν; οὐ δεῖ κατὰ δύναμιν καὶ τούτων ἀντέχεσθαι, τοῦ τηρῆσαι τὴν συνήθειαν, τοῦ πεφράχθαι πρὸς τὰ κατʼ αὐτῆς;

— καὶ τίς ἀντιλέγει; ἀλλὰ τὸν δυνάμενον, τὸν σχολάζοντα· τὸν δὲ τρέμοντα καὶ ταρασσόμενον καὶ ῥηγνύμενον ἔσωθεν τὴν καρδίαν ἄλλῳ τινὶ δεῖ προσευκαιρεῖν.

τί ἐστιν αἴτιον τοῦ συγκατατίθεσθαί τινι; τὸ φαίνεσθαι ὅτι ὑπάρχει.

τῷ οὖν φαινομένῳ ὅτι οὐχ ὑπάρχει συγκατατίθεσθαι οὐχ οἷόν τε. διὰ τί; ὅτι ἡ φύσις αὕτη ἐστὶ τῆς διανοίας τοῖς μὲν ἀληθέσιν ἐπινεύειν, τοῖς δὲ ψευδέσι δυσαρεστεῖν, πρὸς δὲ τὰ ἄδηλα ἐπέχειν.

τίς τούτου πίστις; πάθε, εἰ δύνασαι, νῦν ὅτι νύξ ἐστιν. οὐχ οἷόν τε. ἀπόπαθε ὅτι ἡμέρα ἐστίν. οὐχ οἷόν τε. πάθε ἢ ἀπόπαθε ἀπὸ τοῦ ἀρτίους εἶναι τοὺς ἀστέρας. οὐχ οἷόν τε.

ὅταν οὖν τις συγκατατίθηται τῷ ψεύδει, ἴσθι ὅτι οὐκ ἤθελεν ψεύδει συγκαταθέσθαι· πᾶσα γὰρ ψυχὴ ἄκουσα στέρεται τῆς ἀληθείας, ὡς λέγει Πλάτων· ἀλλὰ ἔδοξεν αὐτῷ τὸ ψεῦδος ἀληθές.

ἄγε ἐπὶ δὲ τῶν πράξεων τί ἔχομεν τοιοῦτον οἷον ἐνθάδε τὸ ἀληθὲς ἢ τὸ ψεῦδος; τὸ καθῆκον καὶ παρὰ τὸ καθῆκον, τὸ συμφέρον καὶ τὸ ἀσύμφορον, τὸ κατʼ ἐμὲ καὶ οὐ κατʼ ἐμὲ καὶ ὅσα τούτοις ὅμοια.

οὐ δύναται οὖν τις δοκεῖν μέν, ὅτι συμφέρει αὐτῷ, μὴ αἱρεῖσθαι δʼ αὐτό; οὐ δύναται.

πῶς ἡ λέγουσα

καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων;
ὅτι αὐτὸ τοῦτο, τῷ θυμῷ χαρίσασθαι καὶ τιμωρήσασθαι τὸν ἄνδρα, συμφορώτερον ἡγεῖται τοῦ σῶσαι τὰ τέκνα.

ναί· ἀλλʼ ἐξηπάτηται. δεῖξον αὐτῇ ἐναργῶς ὅτι ἐξηπάτηται καὶ οὐ ποιήσει· μέχρι δʼ ἂν οὗ μὴ δεικνύῃς, τίνι ἔχει ἀκολουθῆσαι ἢ τῷ φαινομένῳ;