Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ταῦτα ἐκείνῳ μόνῳ λέγειν ἔξεστι τῷ τοιαύτην ἐπιβολὴν ἐνηνοχότι.

εἰ δέ τις μόνον ἐπιδείκνυσθαι θέλων ἐν συμποσίῳ ὅτι οἶδεν τοὺς ὑποθετικοὺς ἀναγιγνώσκει ταῦτα καὶ προσέρχεται τοῖς φιλοσόφοις, οὗτος ἄλλο τι πράσσει ἵνα αὐτὸν συγκλητικὸς παρακατακείμενος θαυμάσει;

ἐκεῖ γὰρ τῷ ὄντι αἱ μεγάλαι ὗλαί εἰσι καὶ οἱ ἐνθάδε πλοῦτοι ἐκεῖ παίγνια δοκοῦσιν. διὰ τοῦτο ἐκεῖ δύσκολον κρατῆσαι τῶν αὑτοῦ φαντασιῶν, ὅπου τὰ ἐκ σείοντα μεγάλα.

ἐγώ τινα οἶδα κλαίοντα Ἐπαφροδίτου τῶν γονάτων ἁπτόμενον καὶ λέγοντα ταλαιπωρεῖν· ἀπολελεῖφθαι γὰρ αὐτῷ μηδέν, εἰ μὴ ἑκατὸν πεντήκοντα μυριάδας.

τί οὖν ὁ Ἐπαφρόδιτος; κατεγέλασεν ὡς ὑμεῖς; οὔ· ἀλλʼ ἐπιθαυμάσας λέγει τάλας, πῶς οὖν ἐσιώπας, πῶς ἐκαρτέρεις;

ταράξας δὲ τὸν ἀναγιγνώσκοντα τοὺς ὑποθετικοὺς καὶ γελάσαντος τοῦ ὑποθεμένου αὐτῷ τὴν ἀνάγνωσιν Σεαυτοῦ, ἔφη, καταγελᾷς· οὐ προεγύμνασας τὸν νεανίσκον οὐδʼ ἔγνως εἰ δύναται τούτοις παρακολουθεῖν, ἀλλʼ ὡς ἀναγνώστῃ αὐτῷ χρῇ.

τί οὖν, ἔφη, μὴ δυναμένῃ διανοίᾳ συμπεπλεγμένου ἐπικρίσει παρακολουθεῖν ἔπαινον πιστεύομεν, ψόγον πιστεύομεν, ἐπίκρισιν περὶ τῶν καλῶς ἢ κακῶς γινομένων; κἄν τινα κακῶς λέγῃ, οὗτος ἐπιστρέφεται, κἂν ἐπαινῇ τινα, ἐπαίρεται; ἐν τοῖς οὕτως μικροῖς μὴ εὑρίσκων τὸ ἑξῆς;

αὕτη οὖν ἀρχὴ τοῦ φιλοσοφεῖν, αἴσθησις τοῦ ἰδίου ἡγεμονικοῦ πῶς ἔχει· μετὰ γὰρ τὸ γνῶναι ὅτι ἀσθενῶς οὐκ ἔτι θελήσει χρῆσθαι αὐτῷ πρὸς τὰ μεγάλα.

νῦν δὲ μὴ δυνάμενοί τινες τὸν ψωμὸν καταπίνειν σύνταξιν ἀγοράσαντες ἐπιβάλλονται ἐσθίειν. διὰ τοῦτο ἐμοῦσιν ἢ ἀπεπτοῦσιν· εἶτα στρόφοι καὶ κατάρροιαι καὶ πυρετοί. ἔδει δʼ ἐφιστάνειν, εἰ δύνανται.

ἀλλʼ ἐν μὲν θεωρίᾳ ῥᾴδιον ἐξελέγξαι τὸν οὐκ εἰδότα, ἐν δὲ τοῖς κατὰ τὸν βίον οὔτε παρέχει ἑαυτόν τις ἐλέγχῳ τόν τʼ ἐξελέγξαντα μισοῦμεν.

ὁ δὲ Σωκράτης ἔλεγεν ἀνεξέταστον βίον μὴ ζῆν.

τετραχῶς αἱ φαντασίαι γίνονται ἡμῖν· ἢ γὰρ ἔστι τινὰ καὶ οὕτως φαίνεται ἢ οὐκ ὄντα οὐδὲ φαίνεται ὅτι ἔστιν ἢ ἔστι καὶ οὐ φαίνεται ἢ οὐκ ἔστι καὶ φαίνεται.

λοιπὸν ἐν πᾶσι τούτοις εὐστοχεῖν ἔργον ἐστὶ τοῦ πεπαιδευμένου. ὅ τι δʼ ἂν ᾖ τὸ θλῖβον, ἐκείνῳ δεῖ προσάγειν τὴν βοήθειαν. εἰ σοφίσματα ἡμᾶς Πυρρώνεια καὶ Ἀκαδημαικὰ τὰ θλίβοντά ἐστιν, ἐκείνοις προσάγωμεν τὴν βοήθειαν·

εἰ αἱ τῶν πραγμάτων πιθανότητες, καθʼ ἃς φαίνεταί τινα ἀγαθὰ οὐκ ὄντα, ἐκεῖ τὴν βοήθειαν ζητῶμεν· εἰ ἔθος ἐστὶ τὸ θλῖβον, πρὸς ἐκεῖνο τὴν βοήθειαν ἀνευρίσκειν πειρατέον.

τί οὖν πρὸς ἔθος ἔστιν εὑρίσκειν βοήθημα;

τὸ ἐναντίον ἔθος. ἀκούεις τῶν ἰδιωτῶν λεγόντων τάλας ἐκεῖνος, ἀπέθανεν· ἀπώλετο ὁ πατὴρ αὐτοῦ, ἡ μήτηρ· ἐξεκόπη, ἀλλὰ καὶ ἄωρος καὶ ἐπὶ ξένης.

ἄκουσον τῶν ἐναντίων λόγων, ἀπόσπασον σεαυτὸν τούτων τῶν φωνῶν, ἀντίθες τῷ ἔθει τὸ ἐναντίον ἔθος. πρὸς τοὺς σοφιστικοὺς λόγους τὰ λογικὰ καὶ τὴν ἐν τούτοις γυμνασίαν καὶ τριβήν, πρὸς τὰς τῶν πραγμάτων πιθανότητας τὰς προλήψεις ἐναργεῖς ἐσμηγμένας καὶ προχείρους ἔχειν δεῖ.

ὅταν θάνατος φαίνηται κακόν, πρόχειρον ἔχειν ὅτι τὰ κακὰ ἐκκλίνειν καθήκει καὶ ἀναγκαῖον ὁ θάνατος. τί γὰρ ποιήσω;

ποῦ γὰρ αὐτὸν φύγω; ἔστω ἐμὲ εἶναι Σαρπηδόνα τὸν τοῦ Διός, ἵνʼ οὕτως γενναίως εἴπω ἀπελθὼν ἢ αὐτὸς ἀριστεῦσαι θέλω ἢ ἄλλῳ παρασχεῖν ἀφορμὴν τοῦ ἀριστεῦσαι· εἰ μὴ δύναμαι κατορθῶσαί τι αὐτός, οὐ φθονήσω ἄλλῳ τοῦ ποιῆσαί τι γενναῖον· ἔστω ταῦτα ὑπὲρ ἡμᾶς, ἐκεῖνο οὐ πίπτει εἰς ἡμᾶς;

καὶ ποῦ φύγω τὸν θάνατον; μηνύσατέ μοι τὴν χώραν, μηνύσατε ἀνθρώπους, εἰς οὓς ἀπέλθω, εἰς οὓς οὐ παραβάλλει, μηνύσατε ἐπαοιδήν· εἰ μὴ ἔχω, τί με θέλετε ποιεῖν;