Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἄλλος λέγει ἐγὼ δειπνῆσαι θέλω μᾶλλον καὶ ἀκούειν αὐτοῦ ὅσα θέλει ἀδολεσχοῦντος.

καὶ σὺ σύγκρινε ταύτας τὰς ἀξίας· μόνον μηδὲν βαρούμενος ποίει, μὴ θλιβόμενος μηδʼ ὑπολαμβάνων ἐν κακοῖς εἶναι· τοῦτο γὰρ οὐδείς σε ἀναγκάζει.

καπνὸν πεποίηκεν ἐν τῷ οἰκήματι; ἂν μέτριον, μενῶ· ἂν λίαν πολύν, ἐξέρχομαι. τούτου γὰρ μεμνῆσθαι καὶ κρατεῖν, ὅτι ἡ θύρα ἤνοικται.

ἀλλὰ μὴ οἴκει ἐν Νικοπόλει. οὐκ οἰκῶ. μηδʼ ἐν Ἀθήναις. οὐδʼ ἐν Ἀθήναις. μηδʼ ἐν Ῥώμῃ. οὐδʼ ἐν Ῥώμῃ. ἐν Γυάροις οἴκει. οἰκῶ. ἀλλὰ πολύς μοι καπνὸς φαίνεται τὸ ἐν Γυάροις οἰκεῖν.

ἀποχωρῶ, ὅπου μʼ οὐδεὶς κωλύσει οἰκεῖν· ἐκείνη γὰρ ἡ οἴκησις παντὶ ἤνοικται.

καὶ τὸ τελευταῖον χιτωνάριον, τοῦτʼ ἔστι τὸ σωμάτιον, τούτου ἀνωτέρω οὐδενὶ οὐδὲν εἰς ἐμὲ ἔξεστιν.

διὰ τοῦτο ὁ Δημήτριος εἶπεν τῷ Νέρωνι ἀπειλεῖς μοι θάνατον, σοὶ δʼ ἡ φύσις.

ἂν δὲ τὸ σωμάτιον θαυμάσω, δοῦλον ἐμαυτὸν παραδέδωκα· ἂν τὸ κτησείδιον, δοῦλον.

εὐθὺς γὰρ ἐμαὐτὸς κατʼ ἐμαυτοῦ δηλῶ, τίνι ἁλωτός εἰμι. ὡς ὁ ὄφις ἐὰν συσπᾷ τὴν κεφαλήν, λέγω ἐκεῖνο αὐτοῦ τύπτε ὃ φυλάσσει. καὶ σὺ γίγνωσκε, ὅτι ὃ ἂν φυλάσσειν ἐθέλῃς, κατʼ ἐκεῖνο ἐπιβήσεταί σοι ὁ κύριος.

τούτων μεμνημένος τίνα ἔτι κολακεύσεις ἢ φοβήσῃ;

ἀλλὰ θέλω καθῆσθαι ὅπου οἱ συγκλητικοί.— ὁρᾷς ὅτι σὺ σαυτῷ στενοχωρίαν παρέχεις, σὺ σαυτὸν θλίβεις;

— πῶς οὖν ἄλλως θεωρήσω καλῶς ἐν τῷ ἀμφιθεάτρῳ; — ἄνθρωπε, καὶ μὴ θεώρει καὶ οὐ μὴ θλιβῇς. τί πράγματα ἔχεις; ἢ μικρὸν ἔκδεξαι καὶ ἀχθείσης τῆς θεωρίας κάθισον εἰς τοὺς τῶν συγκλητικῶν τόπους καὶ ἡλιάζου.

καθόλου γὰρ ἐκείνου μέμνησο, ὅτι ἑαυτοὺς θλίβομεν, ἑαυτοὺς στενοχωροῦμεν, τοῦτʼ ἔστιν τὰ δόγματα ἡμᾶς θλίβει καὶ στενοχωρεῖ.

ἐπεὶ τί ἐστιν αὐτὸ τὸ λοιδορεῖσθαι; παραστὰς λίθον λοιδόρει· καὶ τί ποιήσεις; ἂν οὖν τις ὡς λίθος ἀκούῃ, τί ὄφελος τῷ λοιδοροῦντι; ἂν δʼ ἔχῃ τὴν ἀσθένειαν τοῦ λοιδορουμένου ὁ λοιδορῶν ἐπιβάθραν, τότε ἀνύει τι.

περίσχισον αὐτόν. τί λέγεις αὐτόν; τὸ ἱμάτιον λάβε, περίσχισον.

ὕβριν σοι πεποίηκα. καλῶς σοι γένοιτο. ταῦτα ἐμελέτα Σωκράτης, διὰ τοῦτο ἓν ἔχων πρόσωπον ἀεὶ διετέλει. ἡμεῖς δὲ θέλομεν πάντα μᾶλλον ἀσκεῖν καὶ μελετᾶν ἢ ὅπως ἀπαραπόδιστοι καὶ ἐλεύθεροι ἐσόμεθα.

παράδοξα λέγουσιν οἱ φιλόσοφοι. ἐν δὲ ταῖς ἄλλαις τέχναις οὐκ ἔστι παράδοξα; καὶ τί παραδοξότερόν ἐστιν ἢ κεντεῖν τινος τὸν ὀφθαλμόν, ἵνα ἴδῃ; εἴ τις ἀπείρῳ τῶν ἰατρικῶν τοῦτο εἶπεν, οὐκ ἂν κατεγέλα τοῦ λέγοντος;

τί οὖν θαυμαστὸν εἰ καὶ ἐν φιλοσοφίᾳ πολλὰ τῶν ἀληθῶν παράδοξα φαίνεται τοῖς ἀπείροις;