Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ὅταν οὖν ἐκείνων τινὶ προσίῃς, τούτων μέμνησο, ὅτι τραγῳδῷ προσέρχῃ, οὐ τῷ ὑποκριτῇ, ἀλλʼ αὐτῷ τῷ Οἰδίποδι.

ἀλλὰ μακάριος ὁ δεῖνα· μετὰ πολλῶν γὰρ περιπατεῖ. κἀγὼ συγκατατάττω ἐμαυτὸν σὺν τοῖς πολλοῖς καὶ μετὰ πολλῶν περιπατῶ.

τὸ δὲ κεφάλαιον· μέμνησο ὅτι ἡ θύρα ἤνοικται. μὴ γίνου τῶν παιδίων δειλότερος, ἀλλʼ ὡς ἐκεῖνα, ὅταν αὐτοῖς μὴ ἀρέσκῃ τὸ πρᾶγμα, λέγει οὐκέτι παίξω, καὶ σύ, ὅταν σοι φαίνηταί τινα εἶναι τοιαῦτα, εἰπὼν οὐκέτι παίξω ἀπαλλάσσου, μένων δὲ μὴ θρήνει.

εἰ ταῦτα ἀληθῆ ἐστι καὶ μὴ βλακεύομεν μηδʼ ὑποκρινόμεθα ὅτι τὸ ἀγαθὸν τοῦ ἀνθρώπου ἐν προαιρέσει καὶ τὸ κακόν, τὰ δʼ ἄλλα πάντα οὐδὲν πρὸς ἡμᾶς, τί ἔτι ταρασσόμεθα, τί ἔτι φοβούμεθα; περὶ ἃ ἐσπουδάκαμεν, τούτων ἐξουσίαν οὐδεὶς ἔχει·

ὧν ἐξουσίαν οἱ ἄλλοι ἔχουσιν, τούτων οὐκ ἐπιστρεφόμεθα. ποῖον ἔτι πρᾶγμα ἔχομεν;

— ἀλλὰ ἔντειλαί μοι. — τί σοι ἐντείλωμαι; ὁ Ζεύς σοι οὐκ ἐντέταλται; οὐ δέδωκέν σοι τὰ μὲν σὰ ἀκώλυστα καὶ ἀπαραπόδιστα, τὰ δὲ μὴ σὰ κωλυτὰ καὶ παραποδιστά;

τίνα οὖν ἐντολὴν ἔχων ἐκεῖθεν ἐλήλυθας, ποῖον διάταγμα; τὰ σὰ τήρει ἐκ παντὸς τρόπου, τῶν ἀλλοτρίων μὴ ἐφίεσο. τὸ πιστὸν σόν---· τίς οὖν ἀφελέσθαι δύναταί σου ταῦτα; τίς κωλύσει χρῆσθαι αὐτοῖς ἄλλος εἰ μὴ σύ; σὺ δὲ πῶς; ὅταν περὶ τὰ μὴ σαυτοῦ σπουδάσῃς, τὰ σαυτοῦ ἀπώλεσας.

τοιαύτας ἔχων ὑποθήκας καὶ ἐντολὰς παρὰ τοῦ Διὸς ποίας ἔτι παρʼ ἐμοῦ θέλεις; κρείσσων εἰμὶ ἐκείνου, ἀξιοπιστότερος;

ἀλλὰ ταύτας τηρῶν ἄλλων τινῶν προσδέῃ; ἀλλʼ ἐκεῖνος οὐκ ἐντέταλται ταῦτα; φέρε τὰς προλήψεις, φέρε τὰς ἀποδείξεις τὰς τῶν φιλοσόφων, φέρε ἃ πολλάκις ἤκουσας, φέρε δʼ ἃ εἶπας αὐτός, φέρε ἃ ἀνέγνως, φέρε ἃ ἐμελέτησας.

μέχρις οὖ ν τίνος ταῦτα τηρεῖν καλῶς ἔχεις καὶ τὴν παιδιὰν μὴ λύειν;

μέχρις ἂν κομψῶς διεξάγηται. ἐν Σατορναλίοις λέλογχεν βασιλεύς· ἔδοξε γὰρ παῖξαι ταύτην τὴν παιδιάν. προστάσσει σὺ πίε, σὺ κέρασον, σὺ ᾆσον, σὺ ἄπελθε, σὺ ἐλθέ. ὑπακούω, ἵνα μὴ παρʼ ἐμὲ λύηται ἡ παιδιά.

ἀλλὰ σὺ ὑπολάμβανε ὅτι ἐν κακοῖς εἶ. οὐχ ὑπολαμβάνω· καὶ τίς μʼ ἀναγκάσει ὑπολαμβάνειν;

πάλιν συνεθέμεθα παῖξαι τὰ περὶ Ἀγαμέμνονα καὶ Ἀχιλλέα. καταταγεὶς Ἀγαμέμνων λέγει μοι πορεύου πρὸς τὸν Ἀχιλλέα καὶ ἀπόσπασον τὴν Βρισηίδα. πορεύομαι.

ἔρχου. ἔρχομαι. ὡς γὰρ ἐπὶ τῶν ὑποθετικῶν λόγων ἀναστρεφόμεθα, οὕτως δεῖ καὶ ἐπὶ τοῦ βίου. ἔστω νύξ. ἔστω. τί οὖν; ἡμέρα ἐστίν; οὔ· ἔλαβον γὰρ ὑπόθεσιν τοῦ νύκτα εἶναι.

ἔστω σε ὑπολαμβάνειν ὅτι νύξ ἐστιν. ἔστω. ἀλλὰ καὶ ὑπόλαβε ὅτι νύξ ἐστιν. οὐκ ἀκολουθεῖ τῇ ὑποθέσει.

οὕτως καὶ ἐνταῦθα. ἔστω σε εἶναι δυστυχῆ. ἔστω. ἆρʼ οὖν ἀτυχὴς εἶ; ναί. τί οὖν; κακοδαιμονεῖς; ναί. ἀλλὰ καὶ ὑπόλαβε ὅτι ἐν κακοῖς εἶ. οὐκ ἀκολουθεῖ τῇ ὑποθέσει· καὶ ἄλλος με κωλύει.

μέχρι πόσου οὖν ὑπακουστέον τοῖς τοιούτοις; μέχρις ἂν οὗ λυσιτελῇ, τοῦτο δʼ ἔστιν μέχρις ἂν οὗ σῴζω τὸ πρέπον καὶ κατάλληλον.

λοιπὸν οἱ μέν εἰσι κακαύστηροι καὶ κακοστόμαχοι καὶ λέγουσιν ἐγὼ οὐ δύναμαι παρὰ τούτῳ δειπνεῖν, ἵνʼ αὐτοῦ ἀνέχομαι καθʼ ἡμέραν διηγουμένου, πῶς ἐν Μυσίᾳ ἐπολέμησεν· διηγησάμην σοι, ἀδελφέ, πῶς ἐπὶ τὸν λόφον ἀνέβην· πάλιν ἄρχομαι πολιορκεῖσθαι.