Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

γνῶθι ὅτι κλέπτης καὶ μοιχὸς ἐν τοῖς σοῖς τόπον οὐκ ἔχει, ἐν δὲ τοῖς ἀλλοτρίοις καὶ τοῖς οὐκ ἐπὶ σοί. ταῦτα ἂν ἀφῇς καὶ παρὰ μηδὲν ἡγήσῃ, τίνι ἔτι χαλεπαίνεις; μέχρι δʼ ἂν ταῦτα θαυμάζῃς, σεαυτῷ χαλέπαινε μᾶλλον ἢ ἐκείνοις. σκόπει γάρ·

ἔχεις καλὰ ἱμάτια, ὁ γείτων σου οὐκ ἔχει· θυρίδα ἔχεις, θέλεις αὐτὰ ψῦξαι. οὐκ οἶδεν ἐκεῖνος τί τὸ ἀγαθόν ἐστι τοῦ ἀνθρώπου, ἀλλὰ φαντάζεται ὅτι τὸ ἔχειν καλὰ ἱμάτια, τοῦτο ὃ καὶ σὺ φαντάζῃ.

εἶτα μὴ ἔλθῃ καὶ ἄρῃ αὐτά; ἀλλὰ σὺ πλακοῦντα δεικνύων ἀνθρώποις λίχνοις καὶ μόνος αὐτὸν καταπίνων οὐ θέλεις ἵνα αὐτὸν ἁρπάσωσι; μὴ ἐρέθιζε αὐτούς, θυρίδα μὴ ἔχε, μὴ ψῦχέ σου τὰ ἱμάτια.