Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

κἀγὼ πρῴην σιδηροῦν λύχνον ἔχων παρὰ τοῖς θεοῖς ἀκούσας ψόφον τῆς θυρίδος κατέδραμον. εὗρον ἡρπασμένον τὸν λύχνον. ἐπελογισάμην, ὅτι ἔπαθέν τι ὁ ἄρας οὐκ ἀπίθανον. τί οὖν; αὔριον, φημί, ὀστράκινον εὑρήσεις.

ἐκεῖνα γὰρ ἀπολλύει, ἃ ἔχει. ἀπώλεσά μου τὸ ἱμάτιον. εἶχες γὰρ ἱμάτιον. ἀλγῶ τὴν κεφαλήν. μή τι κέρατα ἀλγεῖς; τί οὖν ἀγανακτεῖς; τούτων γὰρ αἱ ἀπώλειαι, τούτων οἱ πόνοι, ὧν καὶ αἱ κτήσεις.

ἀλλʼ ὁ τύραννος δήσει. τί; τὸ σκέλος. ἀλλʼ ἀφελεῖ. τί; τὸν τράχηλον. τί οὖν οὐ δήσει οὐδʼ ἀφελεῖ; τὴν προαίρεσιν. διὰ τοῦτο παρήγγελλον οἱ παλαιοὶ τὸ Γνῶθι σαυτόν.