Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἄγε ἀφῶμεν τὰ ἔργα τῆς φύσεως, τὰ πάρεργα αὐτῆς θεασώμεθα.

μή τι ἀχρηστότερον τριχῶν τῶν ἐπὶ γενείου; τί οὖν; οὐ συνεχρήσατο καὶ ταύταις ὡς μάλιστα πρεπόντως ἐδύνατο; οὐ διέκρινεν διʼ αὐτῶν τὸ ἄρρεν καὶ τὸ θῆλυ;

οὐκ εὐθὺς μακρόθεν κέκραγεν ἡμῶν ἑκάστου ἡ φύσις ἀνήρ εἰμι· οὕτω μοι προσέρχου, οὕτω μοι λάλει, ἄλλο μηδὲν ζήτει· ἰδοὺ τὰ σύμβολα;

πάλιν ἐπὶ τῶν γυναικῶν ὥσπερ ἐν φωνῇ τι ἐγκατέμιξεν ἁπαλώτερον, οὕτως καὶ τὰς τρίχας ἀφεῖλεν. οὔ· ἀλλʼ ἀδιάκριτον ἔδει τὸ ζῷον ἀπολειφθῆναι καὶ κηρύσσειν ἕκαστον ἡμῶν ὅτι ἀνήρ εἰμι.

πῶς δὲ καλὸν τὸ σύμβολον καὶ εὐπρεπὲς καὶ σεμνόν, πόσῳ κάλλιον τοῦ τῶν ἀλεκτρυόνων λόφου, πόσῳ μεγαλοπρεπέστερον τῆς χαίτης τῶν λεόντων.

διὰ τοῦτο ἔδει σῴζειν τὰ σύμβολα τοῦ θεοῦ, ἔδει αὐτὰ μὴ καταπροίεσθαι, μὴ συγχεῖν ὅσον ἐφʼ ἑαυτοῖς τὰ γένη τὰ διῃρημένα.

ταῦτα μόνα ἐστὶν ἔργα ἐφʼ ἡμῶν τῆς προνοίας; καὶ τίς ἐξαρκεῖ λόγος ὁμοίως αὐτὰ ἐπαινέσαι ἢ παραστῆσαι; εἰ γὰρ νοῦν εἴχομεν, ἄλλο τι ἔδει ἡμᾶς ποιεῖν καὶ κοινῇ καὶ ἰδίᾳ ἢ ὑμνεῖν τὸ θεῖον καὶ εὐφημεῖν καὶ ἐπεξέρχεσθαι τὰς χάριτας;

οὐκ ἔδει καὶ σκάπτοντας καὶ ἀροῦντας καὶ ἐσθίοντας ᾁδειν τὸν ὕμνον τὸν εἰς τὸν θεόν; μέγας ὁ θεὸς, ὅτι ἡμῖν παρέσχεν ὄργανα ταῦτα διʼ ὧν τὴν γῆν ἐργασόμεθα·