Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

μὴ θαυμάζετʼ εἰ τοῖς μὲν ἄλλοις ζῴοις τὰ πρὸς τὸ σῶμα ἕτοιμα γέγονεν, οὐ μόνον τροφαὶ καὶ πόμα, ἀλλὰ καὶ κοίτη καὶ τὸ μὴ δεῖσθαι ὑποδημάτων, μὴ ὑποστρωμάτων, μὴ ἐσθῆτος, ἡμεῖς δὲ πάντων τούτων προσδεόμεθα.

τὰ γὰρ οὐκ αὐτῶν ἕνεκα, ἀλλὰ πρὸς ὑπηρεσίαν γεγονότα οὐκ ἐλυσιτέλει προσδεόμενα ἄλλων πεποιηκέναι.

ἐπεὶ ὅρα οἷον ἦν ἡμᾶς φροντίζειν μὴ περὶ αὑτῶν μόνον ἀλλὰ καὶ περὶ τῶν προβάτων καὶ τῶν ὄνων, πῶς ἐνδύσηται καὶ πῶς ὑποδήσηται, πῶς φάγῃ, πῶς πίῃ.

ἀλλʼ ὥσπερ οἱ στρατιῶται ἕτοιμοί εἰσι τῷ στρατηγῷ ὑποδεδεμένοι ἐνδεδυμένοι ὡπλισμένοι, εἰ δʼ ἔδει περιερχόμενον τὸν χιλίαρχον ὑποδεῖν ἢ ἐνδύειν τοὺς χιλίους, δεινὸν ἂν ἦν, οὕτω καὶ ἡ φύσις πεποίηκε τὰ πρὸς ὑπηρεσίαν γεγονότα ἕτοιμα παρεσκευασμένα μηδεμιᾶς ἐπιμελείας ἔτι προσδεόμενα.

οὕτως ἓν παιδίον μικρὸν καὶ ῥάβδῳ ἐλαύνει τὰ πρόβατα.

νῦν δʼ ἡμεῖς ἀφέντες ἐπὶ τούτοις εὐχαριστεῖν, ὅτι μὴ καὶ αὐτῶν τὴν ἴσην ἐπιμέλειαν ἐπιμελούμεθα, ἐφʼ αὑτοῖς ἐγκαλοῦμεν τῷ θεῷ.

καίτοι νὴ τὸν Δία καὶ τοὺς θεοὺς ἓν τῶν γεγονότων ἀπήρκει πρὸς τὸ αἰσθέσθαι τῆς προνοίας τῷ γε αἰδήμονι καὶ εὐχαρίστῳ.

καὶ μή μοι νῦν τὰ μεγάλα· αὐτὸ τοῦτο τὸ ἐκ πτόας γάλα γεννᾶσθαι καὶ ἐκ γάλακτος τυρὸν καὶ ἐκ δέρματος ἔρια τίς ἐστιν ὁ πεποιηκὼς ταῦτα ἢ ἐπινενοηκώς; οὐδὲ εἷς φησίν. ὦ μεγάλης ἀναισθησίας καὶ ἀναισχυντίας.