Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἐπὶ δὲ τοῦ παρόντος τὰ τοσαῦτα ἔχω σοι πρὸς ὃ βούλει βοηθῆσαι.

τὸ φιλόστοργον δοκεῖ σοι κατὰ φύσιν τʼ εἶναι καὶ καλόν; — πῶς γὰρ οὔ; — τί δέ; τὸ μὲν φιλόστοργον κατὰ φύσιν τʼ ἐστὶ καὶ καλόν, τὸ δʼ εὐλόγιστον οὐ καλόν;

— οὐδαμῶς. — μὴ τοίνυν μάχην ἔχει τῷ φιλοστόργῳ τὸ εὐλόγιστον; — οὐ δοκεῖ μοι. — εἰ δὲ μή, τῶν μαχομένων ἀνάγκη θατέρου κατὰ φύσιν ὄντος θάτερον εἶναι παρὰ φύσιν; ἢ γὰρ οὔ; — οὕτως, ἔφη.

— οὐκοῦν ὅ τι ἂν εὑρίσκωμεν ὁμοῦ μὲν φιλόστοργον ὁμοῦ δʼ εὐλόγιστον, τοῦτο θαρροῦντες ἀποφαινόμεθα ὀρθόν τε εἶναι καὶ καλόν;

— ἔστω, ἔφη. — τί οὖν; ἀφεῖναι νοσοῦν τὸ παιδίον καὶ ἀφέντα ἀπελθεῖν ὅτι μὲν οὐκ εὐλόγιστον οὐκ οἶμαί σʼ ἀντερεῖν. ὑπολείπεται δʼ ἡμᾶς σκοπεῖν εἰ φιλόστοργον. — σκοπῶμεν δή. —

ἆρʼ οὖν σὺ μὲν ἐπειδὴ φιλοστόργως διέκεισο πρὸς τὸ παιδίον, ὀρθῶς ἐποίεις φεύγων καὶ ἀπολείπων αὐτό; ἡ μήτηρ δʼ οὐ φιλοστοργεῖ τὸ παιδίον; — Φιλοστοργεῖ μὲν οὖν.

— οὐκοῦν ἔδει καὶ τὴν μητέρα ἀφεῖναι αὐτὸ ἢ οὐκ ἔδει; — οὐκ ἔδει. — τί δʼ ἡ τιτθή; στέργει αὐτό; — στέργει, ἔφη. — ἔδει οὖν κἀκείνην ἀφεῖναι αὐτό; — οὐδαμῶς. — τί δʼ ὁ παιδαγωγός; οὐ στέργει αὐτό;

— στέργει. — ἔδει οὖν κἀκεῖνον ἀφέντα ἀπελθεῖν, εἶθʼ οὕτως ἔρημον καὶ ἀβοήθητον ἀπολειφθῆναι τὸ παιδίον διὰ τὴν πολλὴν φιλοστοργίαν τῶν γονέων ὑμῶν καὶ τῶν περὶ αὐτὸ ἢ ἐν ταῖς χερσὶν τῶν οὔτε στεργόντων οὔτε κηδομένων ἀποθανεῖν; — μὴ γένοιτο.

— καὶ μὴν ἐκεῖνό γε ἄνισον καὶ ἄγνωμον, ὅ τις αὑτῷ προσῆκον οἴεται διὰ τὸ φιλόστοργος εἶναι, τοῦτο τοῖς ὁμοίως φιλοστοργοῦσιν μὴ ἐφιέναι;

— ἄτοπον. — ἄγε, σὺ δʼ ἂν νοσῶν ἠβούλου φιλοστόργους οὕτως ἔχειν τοὺς προσήκοντας τούς τʼ ἄλλους καὶ αὐτὰ τὰ τέκνα καὶ τὴν γυναῖκα, ὥστʼ ἀφεθῆναι μόνος ὑπʼ αὐτῶν καὶ ἔρημος;

— οὐδαμῶς. — εὔξαιο δʼ ἂν οὕτως στερχθῆναι ὑπὸ τῶν σαυτοῦ, ὥστε διὰ τὴν ἄγαν αὐτῶν φιλοστοργίαν ἀεὶ μόνος ἀπολείπεσθαι ἐν ταῖς νόσοις, ἢ τούτου γʼ ἕνεκα μᾶλλον ἂν ὑπὸ τῶν ἐχθρῶν, εἰ δυνατὸν ἦν, φιλοστοργεῖσθαι ηὔχου, ὥστʼ ἀπολείπεσθαι ὑπʼ αὐτῶν; εἰ δὲ ταῦτα, ὑπολείπεται μηδαμῶς ἔτι φιλόστοργον εἶναι τὸ πραχθέν.

τί οὖν; οὐδὲν ἦν τὸ κινῆσάν σε καὶ ἐξορμῆσαν πρὸς τὸ ἀφεῖναι τὸ παιδίον; καὶ πῶς οἷόν τε; ἀλλὰ τοιοῦτόν τι ἄν, οἷον καὶ ἐν Ῥώμῃ τινὰ ἦν τὸ κινοῦν, ὥστʼ ἐγκαλύπτεσθαι τοῦ ἵππου τρέχοντος ᾧ ἐσπουδάκει, εἶτα νικήσαντός ποτε παραλόγως σπόγγων δεῆσαι αὐτῷ πρὸς τὸ ἀναληφθῆναι λιποψυχοῦντα.

τί οὖν τοῦτό ἐστιν; τὸ μὲν ἀκριβὲς οὐ τοῦ παρόντος καιροῦ τυχόν· ἐκεῖνο δʼ ἀπαρκεῖ πεισθῆναι, εἴπερ ὑγιές ἐστι τὸ ὑπὸ τῶν φιλοσόφων λεγόμενον, ὅτι οὐκ ἔξω που δεῖ ζητεῖν αὐτό, ἀλλʼ ἓν καὶ ταὐτόν ἐστιν ἐπὶ πάντων τὸ αἴτιον τοῦ ποιεῖν τι ἡμᾶς ἢ μὴ ποιεῖν, τοῦ λέγειν τινὰ ἢ μὴ λέγειν, τοῦ ἐπαίρεσθαι ἢ συστέλλεσθαι ἢ φεύγειν τινὰ ἢ διώκειν,

τοῦθʼ ὅπερ καὶ νῦν ἐμοί τε καὶ σοὶ γέγονεν αἴτιον, σοὶ μὲν τοῦ ἐλθεῖν πρὸς ἐμὲ καὶ καθῆσθαι νῦν ἀκούοντα, ἐμοὶ δὲ τοῦ λέγειν ταῦτα.