Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τοῦ δʼ ὁμολογήσαντος προσεπύθετο· πῶς τι οὖν χρῇ τῷ πράγματι; — ἀθλίως, ἔφη.

— καὶ ὅς· τίνα τρόπον; οὐ γὰρ δὴ τούτου γʼ ἕνεκα γαμοῦσιν ἄνθρωποι καὶ παιδοποιοῦνται, ὅπως ἄθλιοι ὦσιν, ἀλλὰ μᾶλλον ὅπως εὐδαίμονες.

— ἀλλʼ ἐγώ, ἔφη, οὕτως ἀθλίως ἔχω περὶ τὰ παιδάρια, ὥστε πρῴην νοσοῦντός μου τοῦ θυγατρίου καὶ δόξαντος κινδυνεύειν οὐχ ὑπέμεινα οὐδὲ παρεῖναι αὐτῷ νοσοῦντι, φυγὼν δʼ ᾠχόμην, μέχρις οὗ προσήγγειλέ τις μοι ὅτι ἔχει καλῶς.

— τί οὖν; ὀρθῶς φαίνει σαυτῷ ταῦτα πεποιηκέναι; — φυσικῶς, ἔφη. — ἀλλὰ μὴν τοῦτό με πεῖσον, ἔφη, σύ, διότι φυσικῶς, καὶ ἐγώ σε πείσω, ὅτι πᾶν τὸ κατὰ φύσιν γινόμενον ὀρθῶς γίνεται.

— τοῦτο, ἔφη, πάντες ἢ οἵ γε πλεῖστοι πατέρες πάσχομεν. — οὐδʼ ἐγώ σοι ἀντιλέγω, ἔφη, ὅτι οὐ γίνεται, τὸ δʼ ἀμφισβητούμενον ἡμῖν ἐκεῖνό ἐστιν, εἰ ὀρθῶς.

ἐπεὶ τούτου γʼ ἕνεκα καὶ τὰ φύματα δεῖ λέγειν ἐπʼ ἀγαθῷ γίνεσθαι τοῦ σώματος, ὅτι γίνεται, καὶ ἁπλῶς τὸ ἁμαρτάνειν εἶναι κατὰ φύσιν, ὅτι πάντες σχεδὸν ἢ οἵ γε πλεῖστοι ἁμαρτάνομεν.

δεῖξον οὖν μοι σύ, πῶς κατὰ φύσιν ἐστίν. — οὐ δύναμαι, ἔφη· ἀλλὰ σύ μοι μᾶλλον δεῖξον, πῶς οὐκ ἔστι κατὰ φύσιν οὐδʼ ὀρθῶς γίνεται.

— καὶ ὅς· ἀλλʼ εἰ ἐζητοῦμεν, ἔφη, περὶ λευκῶν καὶ μελάνων, ποῖον ἂν κριτήριον παρεκαλοῦμεν πρὸς διάγνωσιν αὐτῶν; — τὴν ὅρασιν, ἔφη. — τί δʼ εἰ περὶ θερμῶν καὶ ψυχρῶν καὶ σκληρῶν καὶ μαλακῶν, ποῖόν τι; — τὴν ἁφήν. —

οὐκοῦν, ἐπειδὴ περὶ τῶν κατὰ φύσιν καὶ τῶν ὀρθῶς ἢ οὐκ ὀρθῶς γινομένων ἀμφισβητοῦμεν, ποῖον θέλεις κριτήριον παραλάβωμεν;

— οὐκ οἶδʼ, ἔφη. — καὶ μὴν τὸ μὲν τῶν χρωμάτων καὶ ὀσμῶν, ἔτι δὲ χυλῶν κριτήριον ἀγνοεῖν τυχὸν οὐ μεγάλη ζημία, τὸ δὲ τῶν ἀγαθῶν καὶ τῶν κακῶν καὶ τῶν κατὰ φύσιν καὶ παρὰ φύσιν τῷ ἀνθρώπῳ δοκεῖ σοι μικρὰ ζημία εἶναι τῷ ἀγνοοῦντι;

— ἡ μεγίστη μὲν οὖν. — φέρε, εἰπέ μοι, πάντα ἃ δοκεῖ τισιν εἶναι καλὰ καὶ προσήκοντα, ὀρθῶς δοκεῖ; καὶ νῦν Ἰουδαίοις καὶ Σύροις καὶ Αἰγυπτίοις καὶ Ῥωμαίοις οἷόν τε πάντα τὰ δοκοῦντα περὶ τροφῆς ὀρθῶς δοκεῖν;

— καὶ πῶς οἷόν τε; — ἀλλʼ οἶμαι πᾶσα ἀνάγκη, εἰ ὀρθά ἐστι τὰ Αἰγυπτίων, μὴ ὀρθὰ εἶναι τὰ τῶν ἄλλων, εἰ καλῶς ἔχει τὰ Ἰουδαίων, μὴ καλῶς ἔχειν τὰ τῶν ἄλλων.

— πῶς γὰρ οὔ; — ὅπου δʼ ἄγνοια, ἐκεῖ καὶ ἀμαθία καὶ ἡ περὶ τὰ ἀναγκαῖα ἀπαιδευσία.

— συνεχώρει. — σὺ οὖν, ἔφη, τούτων αἰσθόμενος οὐδὲν ἄλλο τοῦ λοιποῦ σπουδάσεις οὐδὲ πρὸς ἄλλῳ τινὶ τὴν γνώμην. ἕξεις ἢ ὅπως τὸ κριτήριον τῶν κατὰ φύσιν καταμαθὼν τούτῳ προσχρώμενος διακρινεῖς τῶν ἐπὶ μέρους ἕκαστον.