Excerpta ex Theodoto
Clement of Alexandria
Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.
῾Π Εἱμαρμένη ἐστὶ σύνοδος πολλῶν καὶ ἐναντίων δυνάμεων, αὗται δέ εἰσιν ἀόρατοι καὶ ἀφα
343 S
νεῖς, ἐπιτροπεύουσαι τὴν τῶν ἄστρων φορὰν καὶ δι᾿ ἐκείνων πολιτευόμεναι. καθὸ γὰρ ἕκαστον αὐτῶν ἔφθακεν τῇ τοῦ κόσμου κινήσει συναναφερόμενον, τῶν κατ᾿ αὐτὴν τὴν ῥοπὴν γεννωμένων εἴληχεν τὴν ἐπικράτειαν, ὡς αὑτοῦ τέκνων.Διὰ τῶν ἀπλανῶν τοίνυν καὶ πλανωμένων ἄστρων αἱ ἐπὶ τούτων ἀόρατοι δυνάμεις ἐποχούμεναι ταμιεύουσι τὰς γενέσεις καὶ ἐπισκοποῦσι· τὰ δὲ ἄστρα αὐτὰ μὲν οὐδὲν ποιεῖ, δείκνυσι δὲ τὴν ἐνέργειαν τῶν κυρίων δυνάμεων, ὥσπερ καὶ ἡ τῶν ὀρνίθων πτῆσις σημαίνει τι, οὐχὶ ποιεῖ.