Excerpta ex Theodoto

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

»Οτε ἦμεν ἐν τῇ σαρκί«, φησὶν ὁ ἀπόστολος, ὥσπερ ἔξω τοῦ σώματος ἤδη λαλῶν. σάρκα οὖν λέγειν αὐτόν φησιν ἐκείνην τὴν ἀσθένειαν, τὴν ἀπὸ τῆς ἄνω γυναικὸς προβολήν. καὶ ὅταν ὁ σωτὴρ πρὸς Σαλώμην λέγῃ μέχρι τότε εἶναι θάνατον, ἄχρις ἂν αἱ γυναῖκες τίκτωσιν, οὐ τὴν γένεσιν κακίζων ἔλεγεν, ἀναγκαίαν οὖσαν διὰ τὴν σωτηρίαν τῶν πιστευόντων· δεῖ γὰρ εἶναι τὴν γένεσιν ταύτην, ἄχρις ἂν τὸ σπέρμα προ[σ]ενεχθῇ τὸ προλελογισμένον· ἀλλὰ περὶ τῆς ἄνω θηλείας αἰνίττεται, ἧς τὰ πάθη κτίσις γέγονεν τῆς καὶ τὰς ἀμόρφους οὐσίας προβαλ[λ]ούσης, δι᾿ ἣν καὶ ὁ κύριος κατῆλθεν, ἀπὸ μὲν τοῦ πάθους ἡμᾶς ἀποσπάσων, ἑαυτῷ δὲ εἰσποιησόμενος.

Ἄχρι μὲν γὰρ ἦμεν τῆς θηλείας μόνης τέκνα, ὡς ἂν αἰσχρᾶς συζυγίας, ἀτελῆ καὶ νήπια καὶ ἄφρονα καὶ ἀσθενῆ καὶ ἄμορφα, οἷον ἐκτρώματα προ[σ]ενεχθέντα, τῆς γυναικὸς ἦμεν τέκνα, ὑπὸ δὲ τοῦ σωτῆρος μορφωθέντες ἀνδρὸς καὶ νυμφῶνος γεγόναμεν τέκνα.