Excerpta ex Theodoto

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

καὶ ἡ ψυχή σου.« ἐλθὼν οὖν ὁ Σωτὴρ τὴν ψυχὴν ἐξύπνισεν, ἐξῆψεν δὲ τὸν σπινθῆρα· δύναμις γὰρ οἱ λόγοι τοῦ κυρίου. διὰ τοῦτο εἴρηκεν· »λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων.« καὶ μετὰ τὴν ἀνάστασιν ἐμφυσῶν τὸ πνεῦμα τοῖς ἀποστόλοις τὸν μὲν χοῦν, καθάπερ τέφραν, ἀπεφύσα καὶ ἐχώριζεν, ἐξῆπτε δὲ τὸν σπινθῆρα καὶ ἐζωπύρει.

Ὁ κύριος διὰ πολλὴν ταπεινοφροσύνην οὐχ ὡς ἄγγελος ὤφθη, ἀλλ᾿ ὡς ἄνθρωπος, καὶ ὅτε ἐν δόξῃ ὤφθη τοῖς ἀποστόλοις ἐπὶ τοῦ ὄρους, οὐ δι᾿ ἑαυτὸν ἐποίησεν δεικνὺς ἑαυτόν, ἀλλὰ τὴν ἐκκλησίαν, ἥτις ἐστὶ »τὸ γένος τὸ ἐκλεκτόν«, ἵνα μάθῃ τὴν προκοπὴν αὐτοῦ μετὰ τὴν ἐκ τῆς σαρκὸς ἔξοδον. αὐτὸς γὰρ καὶ ἄνω φῶς ἦν καὶ ἐστὶ τὸ ἐπιφανὲν ἐν σαρκὶ καὶ τὸ ἐνταῦθα ὀφθὲν οὐχ ὕστερον τοῦ ἄνω. οὐδὲ διεκέκοπτο ᾗ ἄνωθεν μετέστη δεῦρο, τόπον ἐκ τόπου ἀμεῖβον, ὡς τὸν μὲν ἐπιλαβεῖν, τὸν δὲ ἀπολιπεῖν· ἀλλ᾿ ἦν τὸ πάντῃ ὂν καὶ παρὰ τῷ πατρὶ κἀνταῦθα· δύναμις γὰρ ἦν τοῦ πατρός. ἄλλως τε ἐχρῆν κἀκεῖνον πληρωθῆναι τὸν λόγον τοῦ σωτῆρος, ὃν εἶπεν· »εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἳ οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐν δόξῃ.« εἶδον οὖν καὶ ἐκοιμήθησαν ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης.

Πῶς οὖν τὴν μὲν ὄψιν τὴν φωτεινὴν ἰδόντες οὐκ ἐξεπλάγησαν, τὴν δὲ φωνὴν ἀκούσαντες ἔπεσον ἐπὶ γῆν; ὅτι ὦτα τυγχάνει ἀπιστότερα

107
ὀφθαλμῶν καὶ ἡ παρὰ δόξαν φωνὴ μᾶλλον ἐκπλήσσει. ὁ δὲ Ἰωάννης ὁ βαπτιστὴς τῆς φωνῆς ἀκούσας οὐκ
968 P
ἐφοβήθη, ὡς ἂν ἐν πνεύματι ἀκούσας συνήθει τῆς τοιαύτης φωνῆς· καθὸ δὲ ἄνθρωπός τίς ἐστι μόνον, ἀκούσας κατεπλάγη· διὸ καὶ λέγει αὐτοῖς ὁ σωτήρ· »μηδενὶ εἴπητε ὃ εἴδετε.« καίτοι οὐδὲ σαρκικοῖς ὀφθαλμοῖς τὸ φῶς ἑωράκεισαν (οὐδὲν γὰρ συγγενὲς καὶ οἰκεῖον ἐκείνῳ τῷ φωτὶ καὶ τῇδε τῇ σαρκί), ἀλλ᾿ ὡς ἡ δύναμις καὶ ἡ βούλησις τοῦ σωτῆρος ἐνεδυνάμωσεν τὴν σάρκα εἰς τὸ θεάσασθαι· ἄλλως τε καὶ ὃ ἡ ψυχὴ εἶδεν, μετέδωκεν κοινωνούσῃ τῇ σαρκὶ διὰ τὸ συμπεπλέχθαι αὐτῇ. τὸ δὲ »μηδενὶ εἴπητε«, ἵνα μὴ ὅ ἐστιν ὁ κύριος νοήσαντες, ἀπόσχωνται τοῦ ἐπιβάλλειν τῷ κυρίῳ τὰς χεῖρας καὶ ἀτελὴς ἡ οἰκονομία γένηται καὶ ὁ θάνατος ἀπόσχηται τοῦ κυρίου, ὡς μάτην πειράζων ἐπὶ ἀνηνύτῳ. καὶ ἔτι ἡ μὲν ἐν τῷ ὄρει φωνὴ τοῖς ἤδη συνιεῖσιν ἐκλεκτοῖς ἐγένετο, διὸ καὶ ἐθαύμασαν μαρτυρουμένου τοῦ πιστευομένου, ἡ δὲ ἐπὶ τῷ ποταμῷ τοῖς μέλλουσι πιστεύειν. διὸ καὶ ἠμελήθη ἡ φωνὴ αὐτοῖς προκατεχομένοις ἐπὶ τῇ τῶν νομοδιδασκάλων ἀγωγῇ.

Τὸ »ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος« οἱ ἀπὸ Οὐαλεντίνου οὕτως ἐκδέχονται. ἀρχὴν μὲν γὰρ τὸν Μονογενῆ λέγουσιν, ὃν καὶ θεὸν προσαγορεύεσθαι, ὡς καὶ ἐν τοῖς ἑξῆς ἄντικρυς θεὸν αὐτὸν δηλοῖ λέγων· »ὁ μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.« τῷ δὲ λόγῳ τῷ ἐν τῇ ἀρχῇ, τοῦτ᾿ ἐστὶν ἐν τῷ Μονογενεῖ, ἐν τῷ Νῷ καὶ τῇ Ἀληθείᾳ, μηνύει τὸν Χριστόν, τὸν Λόγον καὶ τὴν Ζωήν· ὅθεν εἰκότως καὶ αὐτὸν θεὸν λέγει τὸν ἐν τῷ θεῷ τῷ Νῷ ὄντα. »ὃ γέγονεν ἐν αὐτῷ« τῷ λόγῳ, »ζωὴ ἦν«, ἡ σύζυγος· διὸ καὶ φησιν ὁ κύριος· »ἐγώ εἰμι ἡ ζωή.«

108

Ἄγνωστος οὖν ὁ πατὴρ ὤν ἠθέλησεν γνωσθῆναι τοῖς αἰῶσι, καὶ διὰ τῆς ἐνθυμήσεως τῆς ἑαυτοῦ, ὡς ἂν ἑαυτὸν ἐγνωκώς, πνεῦμα γνώσεως οὔσης ἐν γνώσει προέβαλε τὸν Μονογενῆ. γέγονεν οὖν καὶ ὁ ἀπὸ γνώσεως, τουτέστι τῆς πατρικῆς ἐνθυμήσεως. προελθὼν γνῶσις. τουτέστιν ὁ υἱὸς. ὅτι »δι᾿ υἱοῦ ὁ πατὴρ ἐγνώσθη«. τὸ δὲ τῆς ἀγάπης πνεῦμα κέκραται τῷ τῆς γνώσεως, ὡς πατὴρ υἱῷ καὶ ἐνθύμησις ἀληθείᾳ. ἀπ᾿ ἀληθείας προελθὸν ὡς ἀπὸ ἐνθυμήσεως ἡ γνῶσις. καὶ ὁ μὲν μείνας »μονογενὴς υἱὸς εἰς τὸν κόλπον τοῦ πατρὸς« τὴν ἐνθύμησιν διὰ τῆς γνώσεως ἐξηγεῖται τοῖς αἰῶσιν, ὡς ἂν καὶ ὑπὸ τοῦ κόλπου αὐτοῦ προβληθείς, ὁ δὲ ἐνταῦθα ὀφθεὶς οὐκέτι »μονογενής«, ἀλλ᾿ »ὡς μονογενὴς« πρὸς τοῦ ἀποστόλου προσαγορεύεται, »δόξαν ὡς μονο

969 P
γενοῦς«, ὅτι εἷς καὶ ὁ αὐτὸς ὢν ἐν μὲν τῇ κτίσει »πρωτότοκός« ἐστιν Ἰησοῦς, ἐν δὲ πληρώματι μονογενής· ὁ δὲ αὐτός ἐστι τοιοῦτος ὢν ἑκάστῳ τόπῳ οἷος κεχωρῆσθαι δύναται. καὶ οὐδέποτε τοῦ μείναντος ὁ καταβὰς μερίζεται. φησὶ γὰρ ὁ ἀπόστολος· »ὁ γὰρ ἀναβὰς αὐτός ἐστι καὶ ὁ καταβάς.« εἰκόνα δὲ τοῦ Μονογενοῦς τὸν Δημιουργὸν λέγουσιν. διὸ καὶ λυτὰ τῆς εἰκόνος τὰ ἔργα, ὅθεν καὶ ὁ κύριος εἰκόνα τῆς πνευματικῆς ἀναστάσεως ποιήσας τοὺς νεκροὺς οὓς ἤγειρεν, οὐκ ἀφθάρτους τὴν σάρκα. ἀλλ᾿ ὡς αὖθις ἀποθανουμένους ἤγειρεν.

Ἡμεῖς δὲ τὸν ἐν ταὐτότητι λόγον θεὸν ἐν θεῷ φαμεν, ὃς καὶ »εἰς τὸν κόλπον τοῦ πατρὸς« εἶναι λέγεται, ἀδιάστατος, ἀμέριστος, εἷς θεός. »πάντα δι᾿ αὐτοῦ ἐγένετο«. κατὰ τὴν προσεχῆ ἐνέργειαν τοῦ ἐν ταὐτότητι λόγου, τά τε πνευματικὰ καὶ νοητὰ καὶ αἰσθητά. »οὗτος τὸν κόλπον τοῦ πατρὸς ἐξηγή

336 S
σατο«. ὁ σωτὴρ καὶ [Ἡσαΐας »καὶ ἀνταποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν«, εἰς τὴν ἔννοιαν αὐτῶν τὴν ἐν τῇ ψυχῇ, ἀφ᾿ ἧς πρώτης ἐνεργεῖται] »πρωτότοκος πάσης κτίσεως«. ὁ δὲ ἐν ταὐτότητι μονογενής, οὗ κατὰ δύναμιν ἀδιάστατον ὁ σωτὴρ ἐνεργεῖ, οὗτός ἐστι »τὸ φῶς« τῆς ἐκκλησίας τῆς πρότερον ἐν σκότῳ καὶ ἐν ἀγνοίᾳ οὔσης. »καὶ ἡ σκοτία αὐτὸν
109
οὐ κατέλαβεν«, οἱ ἀποστατήσαντες, καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων οὐκ ἔγνωσαν αὐτόν, καὶ ὁ θάνατος οὐ κατέσχεν αὐτόν.