Excerpta ex Theodoto

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

»Πάτερ,« φησί, »παρατίθεμαί σοι εἰς χεῖρας τὸ πνεῦμά μου«. ὃ προέβαλε, φησί, σαρκίον τῷ Λόγῳ ἡ Σοφία, τὸ πνευματικὸν σπέρμα, τοῦτο στολισάμενος κατῆλθεν ὁ Σωτήρ. ὅθεν ἐν τῷ πάθει τὴν Σοφίαν παρατίθεται τῷ πατρί, ἵνα αὐτὴν ἀπολάβῃ παρὰ τοῦ πατρὸς καὶ μὴ κατασχεθῇ ἐνταῦθα ὑπὸ τῶν στερίσκειν δυναμένων· οὕτως πᾶν πνευματικὸν σπέρμα, τοὺς ἐκλεκτούς,

967 P
διὰ τῆς προειρημένης φωνῆς παρατίθεται.

Τὸ ἐκλεκτὸν σπέρμα φαμὲν καὶ σπινθῆρα ζωπυρούμενον ὑπὸ τοῦ Λόγου καὶ κόρην ὀφθαλμοῦ καὶ κόκκον

335 S
σινάπεως καὶ ζύμην τὰ

δόξαντα καταδιῃρῆσθαι γένη ἑνοποιοῦσαν εἰς πίστιν. οἱ δ᾿ ἀπὸ Οὐαλεντίνου πλασθέντος φασὶ τοῦ ψυχικοῦ σώματος τῇ ἐκλεκτῇ ψυχῇ

106
οὔσῃ ἐν ὕπνῳ ἐντεθῆναι ὑπὸ τοῦ Λόγου σπέρμα ἀρρενικόν. ὅπερ ἐστὶν ἀπόρροια τοῦ ἀγγελικοῦ, ἵνα μὴ ὑστέρημα ᾖ. καὶ τοῦτο ἐζύμωσεν. τὰ δόξαντα καταδιῃρῆσθαι ἑνοποιοῦν, τὴν ψυχὴν καὶ τὴν σάρκα. ἃ καὶ ἐν μερισμῷ ὑπὸ τῆς Σοφίας προηνέχθη· ὕπνος δὲ [ἦν] Ἀδὰμ ἦν λήθη τῆς ψυχῆς, ἣ συνεῖχε μὴ διαλυθῆναι τὸ σπέρμα τὸ πνευματικόν, ὅπερ ἐνέθηκεν τῇ ψυχῇ ὁ Σωτήρ. τὸ σπέρμα δ᾿ ἀπόρροια ἦν τοῦ ἄρρενος καὶ ἀγγελικοῦ. διὰ τοῦτο λέγει ὁ Σωτήρ· »σώζου σὺ