Eclogae propheticae

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

Ἡ γραφή φησι τὰ βρέφη τὰ ἐκτεθέντα τημελούχῳ παραδίδοσθαι ἀγγέλῳ, ὑφ᾿ οὗ παιδεύεσθαί τε

1000 P
καὶ αὔξειν, »καὶ ἔσονται«, φησίν, »ὡς οἱ ἑκατὸν ἐτῶν ἐνταῦθα πιστοί.«

Διὸ καὶ Πέτρος ἐν τῇ Ἀποκαλύψει φησί· »καὶ ἀστραπὴ πυρὸς πηδῶσα ἀπὸ τῶν βρεφῶν ἐκείνων καὶ πλήσσουσα τοὺς ὀφθαλμοὺς τῶν γυναικῶν·« ἐπεὶ ὁ δίκαιος »ὡς σπινθὴρ διὰ καλάμης ἐκλάμπει καὶ κρίνει ἔθνη.«

»Μετὰ ὁσίου ὁσιωθήσῃ.« κατὰ αἶνον ὁσίων δεδόξασται τὸ ὄνομά σου, κατ᾿ ἐπίγνωσιν ἡμῶν δοξαζομένου τοῦ θεοῦ [κατά τε τὴν ἐπίγνωσιν κατά τε τὴν κληρονομίαν].

349 S
οὕτω καὶ τὸ »ζῇ κύριος« καὶ τὸ »ἀνέστη κύριος«.

»Λαὸς ὃν οὐκ ἔγνων. ἐδούλευσέν μοι·« κατὰ διαθήκην οὐκ ἔγνων.

»Υἱοὶ ἀλλότριοι·« τὰ τοῦ ἄλλου ἐζηλωκότες.

»Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ.« βασιλεῖς πάντες λέγονται οἱ πιστοί, κεκλημένοι εἰς βασιλείαν κατά τε τὴν ἐπίγνωσιν κατά τε τὴν κληρονομίαν.

»Ἡ μακροθυμία γλυκύτης ἐστὶν ὑπὲρ τὸ μέλι«, οὐχ ὅτι ἐστὶ μακροθυμία, ἀλλὰ κατὰ τὸν καρπὸν τῆς μακροθυμίας. ἐπεὶ οὐδὲ ὁ ἐγκρατής ἐστιν ἀπαθής, κρατῶν οὐκ ἀπόνως τῶν παθῶν· ὅταν δὲ ἕξις γένηται, οὐκέτι ἐγκρατής, ἐν μιᾷ ἕξει τῷ ἁγίῳ πνεύματι γενομένου τοῦ ἀνθρώπου.

»Πνεύματα·« λέγεται τὰ πάθη τὰ ἐν τῇ ψυχῇ οὐκ ἐξ οὐσίας πνεύματα, ἐπεὶ ἔσται ἐμπαθὴς ἄνθρωπος λεγεὼν δαιμόνων, ἀλλὰ κατὰ τὴν [προ]τροπήν. ἡ γὰρ αὐτὴ ψυχὴ κατὰ μεταβολὰς ἄλλας

150
καὶ ἄλλας ποιότητας κακίας ἀναδεχομένη πνεύματα λέγεται ἀνειληφέναι.

Ὁ λόγος τῆς κτήσεως ἀφίστασθαι οὐ κελεύει, ἀλλ᾿ ἀπροσπαθῶς διοικεῖν τὴν κτῆσιν. ἐπισυμβάντος δέ τινος μὴ ἀγανακτεῖν μηδὲ λυπεῖσθαι μηδὲ ἐπιθυμεῖν κτήσασθαι· τῆς ἐν πάθει γὰρ κτήσεως ἀφίστασθαι κελεύει καὶ πάσης προσπαθείας.

Ἡ θεία πρόνοια οὐ καταστρέφει ἐπὶ μόνους τοὺς ἐν σαρκί.

αὐτίκα ὁ Πέτρος ἐν τῇ Ἀποκαλύψει φησὶν »τὰ βρέφη ἐξαμβλωθέντα τῆς ἀμείνονος ἐσόμενα μοίρας, ταῦτα ἀγγέλῳ τημελούχῳ παραδίδοσθαι, ἵνα γνώσεως μεταλαβόντα τῆς ἀμείνονος τύχῃ μονῆς, παθόντα ἃ ἂν ἔπαθεν καὶ ἐν σώματι γενόμενα.« τὰ δ᾿ ἕτερα μόνης τῆς σωτηρίας τεύξεται, ὡς ἠδικημένα ἐλεηθέντα, καὶ μενεῖ ἄνευ κολάσεως, τοῦτο γέρας λαβόντα.

»Τὸ δὲ γάλα τῶν γυναικῶν, ῥέον ἀπὸ τῶν μαστῶν καὶ πηγνύμενον«, φησὶν ὁ Πέτρος ἐν

1001 P
τῇ Ἀποκαλύψει, »γεννήσει θηρία λεπτὰ σαρκοφάγα καὶ ἀνατρέχοντα εἰς αὐτὰς κατεσθίει«, διὰ τὰς ἁμαρτίας γίνεσθαι τὰς κολάσεις διδάσκων. ἐκ τῶν ἁμαρτιῶν γεννᾶσθαι αὐτάς φησιν, ὡς διὰ τὰς ἁμαρτίας ἐπράθη ὁ λαός, καὶ »διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν«, ὥς φησιν ὁ ἀπόστολος, »ὑπὸ τῶν ὄφεων ἐδάκνοντο«.

Ἔλεγεν πρεσβύτης ζῷον εἶναι τὸ κατὰ γαστρός. εἰσιοῦσαν γὰρ τὴν ψυχὴν εἰς τὴν μήτραν ἀπὸ τῆς καθάρσεως ηὐτρεπισμένην εἰς

151
σύλληψιν καὶ εἰσκριθεῖσαν ὑπό τινος τῶν τῇ γενέσει ἐφεστώτων ἀγγέλων προγινώσκοντος τὸν καιρὸν τῆς συλλήψεως κινεῖν πρὸς συνουσίαν τὴν γυναῖκα, καταβληθέντος δὲ τοῦ σπέρματος ὡς εἰπεῖν ἐξοικειοῦσθαι τὸ ἐν τῷ σπέρματι πνεῦμα καὶ οὕτως συλλαμβάνεσθαι τῇ πλάσει. † μαρτύριον ὠνόμασεν πᾶσιν. καὶ ὁπηνίκα ἂν εὐαγγελίζωνται οἱ ἄγγελοι τὰς στείρας, οἷον προεισκρίνουσι τῆς συλλήψεως τὰς ψυχάς· καὶ ἐν τῷ εὐαγγελίῳ »τὸ βρέφος ἐσκίρτησεν« ὡς ἔμψυχον. * * καὶ αἱ στεῖραι διὰ τοῦτό εἰσι στεῖραι, ὡς ἂν μὴ εἰσκρινομένης τῆς ψυχῆς τὴν τοῦ σπέρματος καταβολὴν συναγούσης εἰς κατοχὴν συλλήψεως καὶ γεννήσεως.

»Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ.« οἱ οὐρανοὶ λέγονται πολλαχῶς, καὶ οἱ κατὰ διάστημα καὶ περίοδον καὶ ἡ κατὰ διαθήκην τῶν πρωτοκτίστων ἀγγέλων ἐνέργεια προσεχής· κυριωτέρᾳ γὰρ παρουσίᾳ ἀγγέλων αἱ διαθῆκαι ἐνηργήθησαν ἡ ἐπὶ Ἀδάμ, ἡ ἐπὶ Νῶε, ἡ ἐπὶ Ἀβραάμ, ἡ ἐπὶ Μωυσέως. διὰ γὰρ τοῦ κυρίου κινηθέντες οἱ πρωτόκτιστοι ἄγγελοι ἐνήργουν εἰς τοὺς προσεχεῖς τοῖς προφήταις ἀγγέλους διηγούμενοι »δόξαν θεοῦ«, τὰς διαθήκας. ἀλλὰ καὶ τὰ ἔργα τὰ κατὰ τὴν γῆν γενόμενα ὑπ᾿ ἀγγέλων

διὰ τῶν πρωτοκτίστων ἀγγέλων ἐγένοντο εἰς »δόξαν θεοῦ«. καλοῦνται δὲ οὐρανοὶ κυρίως μὲν ὁ κύριος, ἔπειτα δὲ καὶ οἱ πρωτόκτιστοι, μεθ᾿ οὓς καὶ οἱ ἅγιοι πρὸ νόμου ἄνθρωποι. ὡς οἱ πατριάρχαι, καὶ Μωυσῆς καὶ οἱ προφῆται, εἶτα καὶ οἱ ἀπόστολοι.

»Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.« στερέωμα λέγει τὸν θεὸν τὸν ἀπαθῆ καὶ ἀμετάβλητον, ὡς καὶ ἀλλαχῇ ὁ αὐτὸς Δαβίδ· »ἀγαπήσω σε, κύριε, ἡ ἰσχύς μου, κύριος στερέωμά μου καὶ καταφυγή μου.« τὴν ποίησιν οὖν τῶν χειρῶν αὐτοῦ αὐτὸ τὸ στερέωμα ἀναγγέλλει, τοῦτ᾿ ἔστιν δείκνυσι καὶ φαίνει τὴν ποίησιν τῶν ἀγγέλων αὐτοῦ· ἀναγγέλλει γὰρ καὶ δείκνυσιν οὓς ἐποίησεν.

»Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα.« ὡς οἱ οὐρανοὶ πολλαχῶς.

οὕτως καὶ ἡ ἡμέρα.

1002 P
ῥῆμα δὲ ὁ κύριος, καὶ ὁ αὐτὸς δὲ ἡμέρα πολλαχῇ εἴρηται. »καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.« ὁ διάβολος ᾔδει ἐλευσόμενον
152
τὸν κύριον, εἰ δὲ ὁ Ἰησοῦς αὐτὸς εἴη, οὐκ ἠπίστατο· διὸ καὶ ἐπείραζεν αὐτόν ἵνα γνῷ· † εἰ δυνατός ἐστιν. ἐᾶν φησι· »καὶ ἀπέστη ἀπ᾿ αὐτοῦ εἰς καιρόν«, τουτέστιν ἀνεβάλλετο τὴν εὕρεσιν εἰς τὴν ἀνάστασιν. ᾔδει γὰρ τοῦτον εἶναι τὸν κύριον τὸν ἀναστησόμενον. ὁμοίως καὶ οἱ δαίμονες, ἐπεὶ καὶ Σολομῶνα ὑπώπτευσαν εἶναι τὸν κύριον, ἔγνωσαν δὲ μὴ εἶναι, ἁμαρτόντος αὐτοῦ. »νὺξ νυκτί·« πάντες οἱ δαίμονες ἔγνωσαν ὅτι κύριος ἦν ὁ ἀναστὰς μετὰ τὸ πάθος. ἤδη δὲ καὶ Ἐνώχ φησιν τοὺς παραβάντας ἀγγέλους διδάξαι τοὺς ἀνθρώπους ἀστρονομίαν καὶ μαντικὴν καὶ τὰς ἄλλας τέχνας.

»Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐκ ἀκούονται αἱ φωναὶ αὐτῶν« οὔτε τῶν ἡμερῶν οὔτε τῶν νυκτῶν. »εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.« μετήνεγκεν τὸν λόγον ἐπὶ μόνους τοὺς ἁγίους, οὓς οὐρανούς τε εἴρηκεν καὶ ἡμέρας.

Οἱ ἀστέρες, σώματα πνευματικά, κεκοινωνηκότα ἀγγέλοις ἐφεστῶσι διοικούμενα, οὐκ αἴτια γενέσεως, σημαντικὰ δὲ τῶν γινομένων τε καὶ ἐσομένων καὶ γενομένων ἐπί τε τροπῶν ἀέρων ἐπί τε εὐφορίας καὶ ἀκαρπίας ἐπί τε λοιμῶν καὶ φλογμῶν ἐπί τε τῶν ἀνθρώπων. οὐδ᾿ ὄναρ τὰς ἐνεργείας ποιεῖ τὰ ἄστρα,

350 S
σημαίνει δὲ »τά τ᾿ ἐόντα, τά τ᾿ ἐσσόμενα, πρό τ᾿ ἐόντα«.

»Καὶ ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ.« ἐνταῦθα ὑπερβατόν ἐστι· περὶ γὰρ τῆς παρουσίας τῆς δευτέρας ὁ λόγος. οὕτως οὖν ἀναγνωστέον τὸ ὑπερβατὸν κατὰ ἀκολουθίαν. »καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ ἀγαλλιάσεται ὡς γίγας δραμε ῖν ὁδὸν αὐτοῦ. ἀπ᾿ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ· οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ.« καὶ τότε· »ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ.« ἔνιοι μὲν οὖν φασι τὸ σῶμα τοῦ κυρίου ἐν τῷ ἡλίῳ αὐτὸν ἀποτίθεσθαι, ὡς Ἑρμογένης, σῶμα δὲ λέγουσιν οἳ μὲν τὸ σκῆνος αὐτοῦ, οἳ δὲ τὴν τῶν πιστῶν ἐκκλησίαν, ὁ

153
Πάνταινος δὲ * ἡμῶν ἔλεγεν »ἀορίστως τὴν προφητείαν ἐκφέρειν
1003 P
τὰς λέξεις ὡς ἐπὶ τὸ πλεῖστον καὶ τῷ ἐνεστῶτι ἀντὶ τοῦ μέλλοντος χρῆσθαι χρόνῳ καὶ πάλιν τῷ ἐνεστῶτι ἀντὶ τοῦ παρῳχηκότος«, ὃ καὶ νῦν φαίνεται. τὸ γὰρ »ἔθετο« καὶ ἐπὶ τοῦ παρῳχηκότος καὶ ἐπὶ τοῦ ἐσομένου τάσσεται· ἐπὶ μὲν τοῦ ἐσομένου, ὅτι πληρωθείσης ταύτης τῆς κατὰ τὴν παροῦσαν κατάστασιν περιόδου ὁ κύριος ἐλεύσεται πρὸς τοὺς δικαίους τοὺς πιστούς, οἷς ἐπαναπαύεται καθάπερ σκηνῇ· ἓν γὰρ σῶμα οἱ πάντες ἐκ τοῦ αὐτοῦ γένους τὴν αὐτὴν πίστιν καὶ δικαιοσύνην ἑλόμενοι, εἰς τὴν αὐτὴν ἑνότητα ἀποκαταστησόμενοι· ἀλλ᾿ οἳ μὲν ὡς κεφαλή, οἳ δὲ ὡς ὀφθαλμοί, οἳ δὲ ὡς ὦτα. οἳ δὲ ὡς χεῖρες, οἳ δὲ ὡς στήθη, οἳ δὲ ὡς πόδες ἐν ἡλίῳ τεθήσονται φωτεινοί, »λάμψαντες ὡς ὁ ἥλιος« ἢ ἐν ἡλίῳ, ἐπεὶ ἀρχοντικὸς ἄγγελος ἐν ἡλίῳ· εἰς ἀρχὴν γὰρ ἡμερῶν τέτακται, καθάπερ ἡ σελήνη εἰς τὸ ἄρχειν νυκτός· ἡμέραι δὲ ἄγγελοι ἐκλήθησαν. μετὰ τῶν μεθ᾿ ἡλίου ἀγγέλων, φησί, ταγήσονται (ἓν ὥσπερ κεφαλὴ σώματος, ὄντος ἑνός, ὁ ἥλιος), ἐσόμενοί ποτε κατά τινα περίοδον καὶ αὐτοὶ ἄρχοντες ἡμερῶν, ὡς ἐκεῖνος ὁ ἐπὶ τοῦ ἡλίου ἐπὶ τὸ μεῖζον ἐλεύσεται. ἐφ᾿ ὃ μετῆλθεν ὁ πρὸ αὐτοῦ ἐν τῷ αὐτῷ. καὶ πάλιν ἐπαναβησόμενοι κατὰ προκοπὴν ἀφίξονται ἐπὶ τὴν πρώτην μονήν. ἀλλὰ κατὰ τὸν παρῳχηκότα »ἔθετο« τοὺς [τε] πρωτοκτίστους ἀγγέλους εἰς τὸ μηκέτι κατὰ τὴν πρόνοιαν τῷ ὡρισμένῳ λειτουργεῖν, ἀλλ᾿ εἶναι ἐν ἀναπαύσει καὶ πρὸς μόνῃ τῆ θεωρίᾳ τοῦ θεοῦ· οἱ δὲ προσεχέστεροι τούτοις προκόψουσιν εἰς ἣν ἐκεῖνοι ἀπολελοίπασι τάξιν, καὶ οὕτως οἱ ὑποβεβηκότες ἀναλόγως.

Εἰσὶν οὖν κατὰ τὸν ἀπόστολον οἱ ἐν τῇ ἄκρᾳ ἀποκαταστάσει πρωτόκτιστοι· »θρόνοι« δ᾿ ἂν εἶεν, καίτοι δυνάμεις ὄντες, οἱ πρωτόκτιστοι διὰ τὸ ἀναπαύεσθαι ἐν αὐτοῖς τὸν θεόν, ὡς καὶ ἐν τοῖς πιστεύουσιν. ἕκαστος γὰρ κατὰ τὴν ἰδίαν προκοπὴν οἰκείαν ἔχει τὴν

154
περὶ θεοῦ γνῶσιν, ἐφ ᾗ γνώσει ἀναπαύεται ὁ θεός, ἀιδίων γενομένων διὰ τῆς γνώσεως τῶν ἐγνωκότων. καὶ μή τι τὸ »ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ« οὕτως ἐξακούεται· ἐν τῷ ἡλίῳ ἔθετο, τουτέστιν ἐν [τῷ θεῷ,] τῷ ἢλ ἤγουν θεῷ, ὡς ἐν τῷ εὐαγγελίῳ »ἠλὶ ἠλὶ« ἀντὶ τοῦ »θεέ μου, θεέ μου«. καὶ τὸ
1004 P
»ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου« οἱ τελειωθέντες εἰσὶν ἐξ ἀνθρώπων, ἀγγέλων, ἀρχαγγέλων εἰς τὴν πρωτόκτιστον τῶν ἀγγέλων φύσιν. οἱ γὰρ ἐξ ἀνθρώπων εἰς ἀγγέλους μεταστάντες χίλια ἔτη μαθητεύονται ὑπὸ τῶν ἀγγέλων, εἰς τελειότητα ἀποκαθιστάμενοι· εἶτα οἱ μὲν διδάξαντες μετατίθενται εἰς ἀρχαγγελικὴν ἐξουσίαν, οἱ μαθόντες δὲ τοὺς ἐξ ἀνθρώπων αὖθις μεθισταμένους εἰς ἀγγέλους μαθητεύουσιν, ἔπειτα οὕτως περιόδοις ῥηταῖς ἀποκαθίστανται τῇ οἰκείᾳ τοῦ σώματος ἀγγελοθεσίᾳ.

»Ὁ νόμος τοῦ θεοῦ ἄμωμος, ἐπιστρέφων ψυχάς.« »νόμος καὶ λόγος« αὐτὸς ὁ σωτὴρ λέγεται, ὡς Πέτρος ἐν Κηρύγματι καὶ ὁ προφήτης· »ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ.«

»Ἡ μαρτυρία κυρίου πιστή, σοφίζουσα νήπια«, ἡ διαθήκη κυρίου ἀληθής, σοφίζουσα νηπίους, τοὺς ἀκάκους τούς τε ἀποστόλους, ἔπειτα καὶ ἡμᾶς. ἀλλὰ καὶ ἡ αὐτοῦ τοῦ κυρίου μαρτυρία, καθ᾿ ἣν παθὼν ἀνέστη, ἀληθὴς γενομένη κατὰ τὸ ἔργον αὐτό, εἰς βεβαίωσιν πίστεως ἤγαγεν τὴν ἐκκλησίαν.

»Ὁ φόβος κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος.« τοὺς ἐκ φόβου εἰς πίστιν ἐπιστραφέντας καὶ δικαιοσύνην εἰς αἰῶνα παραμένειν λέγει. »τὰ κρίματα κυρίου ἀληθινά«, βέβαια καὶ ἀμετακίνητα, κατ᾿ ἀξίαν ἀπονεμητικὰ καὶ »εἰς τὴν ἑνότητα τῆς πίστεως« ἀποκαθιστάντα τοὺς δικαίους. τοῦτο γὰρ σημαίνει τὸ »δεδικαιωμένα ἐπὶ τὸ αὐτό«. τὰ τοιαῦτα »ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον«.