Eclogae propheticae
Clement of Alexandria
Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.
»Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά·« οὐχ ὅτι δοῦλος οἷον Δαβίδ, ἀλλὰ πᾶς ὁ λαὸς ὁ σῳζόμενος, δοῦλος θεοῦ δι᾿ ὑπακοὴν ἐντολῆς κεκλημένος.
»Ἐκ τῶν κρυφίων μου καθάρισόν με·« τῶν ἐννοιῶν τῶν παρὰ τὸν ὀρθὸν λόγον, τῶν ἐγκαταλειμμάτων. ταῦτα γὰρ »ἀλλότρια« λέγει δικαίου.
»Ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι.« ἐπ᾿ ἴσης τῷ· ἐὰν μή μου κατακυριεύσωσιν οἱ διώκοντές με ὥσπερ τὸν κύριον, οὐκ ἔσομαι ἄμωμος· οὐ γὰρ μάρτυς γίνεταί τις, ἐὰν μὴ διωχθῇ, οὐδὲ δίκαιος φαίνεται, ἐὰν μὴ ἀδικηθεὶς μὴ ἀνταδικήσῃ, οὐδὲ μὴν ἀνεξίκακος, | * * * *
»Κύριε, σῶσον τὸν βασιλέα«, τουτέστι τὸν εἰς βασιλείαν κεχρισμένον λαόν· οὐ γὰρ μόνον τὸν Δαβίδ· διὸ καὶ ἐπάγει· »καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.«
Τὸ ἀναβῆναι ἐπὶ τὴν καρδίαν τὸ καλὸν ὑπὸ τῆς γραφῆς λέγεται τὸ νικῆσαι τὴν καλὴν βουλήν.