De Chaerea et Callirhoe
Chariton of Aphrodisias
Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
Συνέβη δέ τι τοιόνδε. Διονύσιος ἐνδιέτριβε τὁ??ʼ
Ἐν δὲ τῇ μονῇ πολυπραγμονῶν ἀκριβέστερον τὰ περὶ τὴν κτῆσιν, ἐμέμψατό που καὶ τὰ περὶ τὸν οἰκονόμον Φωκᾶν· τὸ δὲ τῆς μέμψεως οὐ περαιτέρω προῆλθεν, ἀλλὰ μέχρι ῥημάτων. Εὗρε δὲ καιρὸν ἡ Πλαγγών, καὶ περίφοβος εἰσέδραμε πρὸς τὴν Καλλιρρόην, σπαράσσουσα τὴν κόμην ἑαυτῆς· λαβομένη δὲ τῶν γονάτων αὐτῆς “δέομαί σου” φησίν, “κυρία, σῶσον ἡμᾶς· τῷ γὰρ ἀνδρί μου χαλεπαίνει Διονύσιος· φύσει δέ ἐστι βαρύθυμος, ὥσπερ καὶ φιλάνθρωπος.
Οὐδεὶς ἂν ῥύσαιτο ἡμᾶς ἢ μόνη σύ· παρέξει γάρ σοι Διονύσιος ἡδέως αἰτουμένῃ χάριν πρώτην.” Ὤκνει μὲν οὖν ἡ Καλλιρρόη βαδίσαι πρὸς αὐτόν, λιπαρούσης δὲ καὶ δεομένης ἀντειπεῖν οὐκ ἐδυνήθη, προηνεχυριασμένη ταῖς εὐεργεσίαις ὑπ’ αὐτῆς. Ἵν’ οὖν μὴ ἀχάριστος δοκῇ “κἀγὼ μὲν” φησὶν “εἰμὶ δούλη καὶ οὐδεμίαν ἔχω παρρησίαν, εἰ δὲ ὑπολαμβάνεις δυνήσεσθαί τι κἀμέ, συνικετεύειν ἑτοίμη· γένοιτο δὲ ἡμᾶς τυχεῖν.” Ἐπεὶ δὲ ἦλθον,
ἐκέλευσεν ἡ Πλαγγὼν τὸν ἐπὶ ταῖς θύραις εἰσαγγεῖλαι πρὸς τὸν δεσπότην ὅτι Καλλιρρόη πάρεστιν. Ἐτύγχανε δὲ Διονύσιος ἐρριμμένος ὑπὸ λύπης, ἐτετήκει δὲ αὐτῷ καὶ τὸ σῶμα. Ἀκούσας οὖν ὅτι Καλλιρρόη πάρεστιν, ἄφωνος ἐγένετο, καί τις ἀχλὺς αὐτοῦ κατεχύθη πρὸς τὸ ἀνέλπιστον, μόλις δὲ ἀνενεγκὼν “ἡκέτω” φησί.
Στᾶσα δὲ ἡ Καλλιρρόη πλησίον καὶ κάτω κύψασα πρῶτον μὲν ἐρυθήματος ἐνεπλήσθη, μόλις δ’ ὅμως ἐφθέγξατο “ἐγὼ Πλαγγόνι ταύτῃ χάριν ἐπίσταμαι·