De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Καὶ ἡ μὲν ἀπῄει πεπεισμένη μηδὲν ἄκουσα δύνασθαι παθεῖν, ὁ δὲ Διονύσιος λυπούμενος ἧκεν εἰς οἶκον τὸν ἴδιον καὶ μόνον καλέσας Λεωνᾶν “κατὰ πάντα” φησὶν “ἐγὼ δυστυχής εἰμι καὶ μισούμενος ὑπὸ τοῦ Ἔρωτος. Τὴν μὲν γαμετὴν ἔθαψα, φεύγει δὲ ἡ νεώνητος, ἣν ἤλπιζον ἐξ Ἀφροδίτης εἶναί μοι τὸ δῶρον, καὶ ἀνέπλαττον ἐμαυτῷ βίον μακάριον ὑπὲρ Μενέλεων τὸν τῆς Λακεδαιμονίας γυναικός· οὐδὲ γὰρ τὴν Ἑλένην εὔμορφον οὕτως ὑπολαμβάνω γεγονέναι.

Πρόσεστι δὲ αὐτῇ καὶ ἡ τῶν λόγων πειθώ. Βεβίωταί

p.37
μοι. Τῆς αὐτῆς ἡμέρας ἀπαλλαγήσεται Καλλιρρόη μὲν ἐντεῦθεν, ἐγὼ δὲ τοῦ ζῆν.” Πρὸς τοῦτο ἀνέκραγεν ὁ Λεωνᾶς “μὴ σύ γε, ὦ δέσποτα, μὴ καταράσῃ σεαυτῷ· κύριος γὰρ εἶ καὶ ἐξουσίαν ἔχεις αὐτῆς, ὥστε καὶ ἑκοῦσα καὶ ἄκουσα ποιήσει τὸ σοὶ δοκοῦν·

ταλάντου γὰρ αὐτὴν ἐπριάμην.” “Ἐπρίω σύ, τρισάθλιε, τὴν εὐγενῆ; οὐκ ἀκούεις Ἑρμοκράτην τὸν στρατηγὸν τῆς ὅλης Σικελίας ἐγκεχαραγμένον μεγάλως, ὃν βασιλεὺς ὁ Περσῶν θαυμάζει καὶ φιλεῖ, πέμπει δὲ αὐτῷ κατ’ ἔτος δωρεάς, ὅτι Ἀθηναίους κατεναυμάχησε τοὺς Περσῶν πολεμίους; ἐγὼ τυραννήσω σώματος ἐλευθέρου, καὶ Διονύσιος ὁ ἐπὶ σωφροσύνῃ περιβόητος ἄκουσαν ὑβριῶ, ἣν οὐκ ἂν ὕβρισεν οὐδὲ Θήρων ὁ λῃστής;”

Ταῦτα μὲν οὖν εἶπε πρὸς τὸν Λεωνᾶν, οὐ μὴν οὐδ’ ἀπεγίνωσκε πείσειν ʽφύσει γὰρ εὔελπίς ἐστιν ὁ ἔρωσ̓, ἐθάρρει δὲ τῇ θεραπείᾳ κατεργάσασθαι τὴν ἐπιθυμίαν. Καλέσας οὖν τὴν Πλαγγόνα “δέδωκάς μοι” φησὶν “ἤδη πεῖραν ἱκανὴν τῆς ἐπιμελείας. Ἐγχειρίζω δέ σοι τὸ μέγιστον καὶ τιμιώτατόν μου τῶν κτημάτων, τὴν ξένην. Βούλομαι δὲ αὐτὴν μηδενὸς σπανίζειν, ἀλλὰ προϊέναι μέχρι τρυφῆς.

Κυρίαν ὑπολάμβανε, θεράπευε καὶ κόσμει καὶ ποίει φίλην ἡμῖν· ἐπαίνει με παρ’ αὐτῇ πολλάκις καὶ οἷον ἐπίστασαι διηγοῦ. Βλέπε μὴ δεσπότην εἴπῃς.” Συνῆκεν ἡ Πλαγγὼν τῆς ἐντολῆς, φύσει γὰρ ἦν ἐντρεχής· αἴφνης δὲ βαλοῦσα πρὸς τὸ πρᾶγμα τὴν διάνοιαν, ᾤχετο πρὸς τοῦτο. Παραγενομένη τοίνυν πρὸς τὴν Καλλιρρόην, ὅτι μὲν κεκέλευσται θεραπεύειν αὐτὴν οὐκ ἐμήνυσεν, ἰδίαν δὲ εὔνοιαν ἐπεδείκνυτο· καὶ τὸ ἀξιόπιστον ὡς σύμβουλον ἤθελεν ἔχειν.