De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Ἀπολώλεκας, ὦ Λεωνᾶ. Σύ μοι τῶν κακῶν αἴτιος. Πῦρ ἐκόμισας εἰς τὴν οἰκίαν, μᾶλλον δὲ εἰς τὴν ἐμὴν ψυχήν. Ταράσσει δέ με τὸ ἄδηλον τὸ περὶ τῆς γυναικός. Μῦθόν μοι διηγῇ ἔμπορον πτηνόν, ὃν οὐκ οἶδας οὔτ’ ὁπόθεν ἦλθεν οὔθ’ ὅποι πάλιν ἀπῆλθεν. Ἔχων δὲ τίς τοιοῦτον κάλλος ἐν ἐρημίᾳ πιπράσκει ταλάντου τὴν τῶν βασιλέως χρημάτων ἀξίαν; δαίμων σέ τις ἐξηπάτησεν.

Ἐπίστησον οὖν καὶ ἀναμνήσθητι τῶν γενομένων. Τίνα εἶδες; τίνι ἐλάλησας; εἰπέ μοι τἀληθές. Οὐ πλοῖον ἐθεάσω.” “Οὐκ εἶδον, δέσποτα, ἀλλὰ ἤκουσα.” “Τοῦτο ἐκεῖνο· μία Νυμφῶν ἢ Νηρηίδων ἐκ θαλάσσης ἀνελήλυθε. Καταλαμβάνουσι δὲ καὶ δαίμονας καιροί τινες εἱμαρμένης ἀνάγκην φέροντες ὁμιλίας μετ’ ἀνθρώπων· ταῦτα ἡμῖν ἱστοροῦσι ποιηταί

τε καὶ συγγραφεῖς.” Ἡδέως ἀνέπειθεν αὑτὸν ὁ Διονύσιος ἀποσεμνύνειν τὴν γυναῖκα καὶ σεβασμιωτέραν ἀποφαίνειν ἢ κατ’ ἀνθρώπων ὁμιλίαν. Λεωνᾶς δὲ χαρίσασθαι τῷ δεσπότῃ βουλόμενος εἶπε “τίς μὲν ἐστί, δέσποτα, μὴ πολυπραγμονῶμεν· ἄξω δὲ αὐτήν,

p.34
εἰ θέλεις, πρὸς σέ, καὶ μὴ ἔχε λύπην. Ἀποτυγχάνεις

ἐν ἔρωτος ἐξουσίᾳ;” “Οὐκ ἂν ποιήσαιμι” φησὶν ὁ Διονύσιος, “πρὶν μαθεῖν τίς ἡ γυνὴ καὶ πόθεν. Ἕωθεν οὖν πυθώμεθα παρ’ αὐτῆς τὴν ἀλήθειαν. Μεταπέμψομαι δ’ αὐτὴν οὐκ ἐνθάδε, μὴ καί τινος βιαιοτέρου λάβωμεν ὑποψίαν, ἀλλ’ ὅπου πρῶτον αὐτὴν ἐθεασάμην, ἐπὶ τῆς Ἀφροδίτης γενέσθωσαν ἡμῖν οἱ λόγοι.”

Ταῦτα ἔδοξε, καὶ τῇ ὑστεραίᾳ ὁ μὲν Διονύσιος παραλαβὼν φίλους τε καὶ ἀπελευθέρους καὶ τῶν οἰκετῶν τοὺς πιστοτάτους, ἵνα ἔχῃ καὶ μάρτυρας, ἧκεν εἰς τὸ τέμενος, οὐκ ἀμελῶς σχηματίσας ἑαυτόν, ἀλλὰ κοσμήσας ἠρέμα τὸ σῶμα, ὡς ἂν ἐρωμένῃ μέλλων ὁμιλεῖν.

Ἦν δὲ καὶ φύσει καλός τε καὶ μέγας καὶ μάλιστα πάντων σεμνὸς ὀφθῆναι. Λεωνᾶς δὲ παραλαβὼν τὴν Πλαγγόνα καὶ μετ’ αὐτῆς τὰς συνήθεις τῇ Καλλιρρόῃ θεραπαινίδας ἧκε πρὸς αὐτὴν καὶ λέγει “Διονύσιος ἀνὴρ δικαιότατός ἐστι καὶ νομιμώτατος.

Ἧκε τοίνυν εἰς τὸ ἱερόν, ὦ γύναι, καὶ πρὸς αὐτὸν εἰπὲ τὴν ἀλήθειαν, τίς οὖσα τυγχάνεις· οὐ γὰρ ἀτυχήσεις οὐδεμιᾶς δικαίας βοηθείας. Ἀλλὰ μόνον ἁπλῶς αὐτῷ διαλέγου, καὶ μηδὲν ἀποκρύψῃς τῶν ἀληθῶν· τοῦτο γὰρ αὐτοῦ ἐκκαλέσεται μᾶλλον τὴν εἴς σε φιλανθρωπίαν.” Ἄκουσα μὲν οὖν ἐβάδιζεν ἡ Καλλιρρόη, θαρροῦσα δ᾽ ὅμως διὰ τὸ ἐν ἱερῷ γενήσεσθαι τὴν ὁμιλίαν αὐτοῖς.

Ἐπεὶ δὲ ἧκεν, ἔτι μᾶλλον αὐτὴν ἐθαύμασαν ἅπαντες. Καταπλαγεὶς οὖν ὁ Διονύσιος ἄφωνος ἦν. Οὔσης δὲ ἐπὶ τὸ πλεῖστον σιωπῆς ὀψέ ποτε καὶ μόλις ἐφθέγξατο “τὰ μὲν ἐμὰ δῆλά σοι, γύναι, πάντα. Διονύσιός εἰμι, Μιλησίων πρῶτος, σχεδὸν δὲ καὶ τῆς ὅλης Ἰωνίας, ἐπ’ εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ διαβόητος.