De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Ἔσπευδον οὖν πάντες τὴν γυναῖκα ἰδεῖν, προσεποιοῦντο δὲ πάντες τὴν Ἀφροδίτην προσκυνεῖν. Αἰδουμένη δὲ ἡ Καλλιρρόη τὸ πλῆθος οὐκ εἶχεν ὅ τι πράξειε· πάντα γὰρ ἦν αὐτῇ ξένα καὶ οὐκ ἔβλεπεν οὐδὲ τὴν συνήθη Πλαγγόνα, ἀλλ’ ἐκείνη περὶ τὴν ὑποδοχὴν ἐγίνετο τοῦ δεσπότου.

Προκοπτούσης δὲ τῆς ὥρας καὶ μηδενὸς ἥκοντος εἰς τὴν ἔπαυλιν, ἀλλὰ

p.32
πάντων ἑστώτων ἐκεῖ ὡς κεκηλημένων, συνῆκε Λεωνᾶς τὸ γεγονὸς καὶ ἀφικόμενος εἰς τὸ τέμενος ἐξήγαγε τὴν Καλλιρρόην. Τότε δὲ ἦν ἰδεῖν ὅτι φύσει γίνονται βασιλεῖς, ὥσπερ ἐν τῷ σμήνει τῶν μελισσῶν· ἠκολούθουν γὰρ ἅπαντες καθάπερ ὑπὸ τοῦ κάλλους δεσποίνῃ κεχειροτονημένῃ.

Ἡ μὲν οὖν ἀπῆλθεν εἰς τὴν οἴκησιν τὴν συνήθη· Διονύσιος δὲ ἐτέτρωτο μέν, τὸ δὲ τραῦμα περιστέλλειν ἐπειρᾶτο. Οἷα δὲ πεπαιδευμένος ἀνὴρ καὶ ἐξαιρέτως ἀρετῆς ἀντιποιούμενος, μήτε τοῖς οἰκέταις ἐθέλων εὐκαταφρόνητος δοκεῖν μήτε μειρακιώδης τοῖς φίλοις, διεκαρτέρει παρ’ ὅλην τὴν ἑσπέραν, οἰόμενος μὲν λανθάνειν, κατάδηλος δὲ γινόμενος ἐκ τῆς σιωπῆς.

Μοῖραν δέ τινα λαβόμενος ἀπὸ τοῦ δείπνου “ταύτην” φησὶ “κομισάτω τις τῇ ξένῃ. Μὴ εἴπητε δὲ ὅτι παρὰ τοῦ κυρίου, ἀλλ’ ὅτι παρὰ Διονυσίου.” Τὸν μὲν οὖν πότον προήγαγεν ἐπὶ πλεῖστον· ἠπίστατο γὰρ ὅτι οὐ μέλλει καθεύδειν. Ἀγρυπνεῖν οὖν ἐβούλετο μετὰ τῶν φίλων.

Ἐπεὶ δὲ προύκοπτε τὰ τῆς νυκτός, ἀναλύσας ὕπνου μὲν οὐκ ἐλάγχανεν, ὅλος δὲ ἦν ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ καὶ πάντων ἀνεμιμνήσκετο, τοῦ προσώπου, τῆς κόμης, πῶς ἐστράφη, πῶς ἐνέβλεψε, τῆς φωνῆς, τοῦ σχήματος, τῶν ῥημάτων· ἐξέκαε δὲ αὐτὸν καὶ τὰ δάκρυα.

Τότ’ ἦν ἰδεῖν ἀγῶνα λογισμοῦ καὶ πάθους. Καίτοι γὰρ βαπτιζόμενος ὑπὸ τῆς ἐπιθυμίας γενναῖος ἀνὴρ ἐπειρᾶτο ἀντέχεσθαι, καθάπερ δὲ ἐκ κύματος ἀνέκυπτε λέγων πρὸς ἑαυτὸν “οὐκ αἰσχύνῃ, Διονύσιε, ἀνὴρ ὁ πρῶτος τῆς Ἰωνίας ἕνεκεν ἀρετῆς τε καὶ δόξης, ὃν θαυμάζουσι σατράπαι καὶ βασιλεῖς καὶ πόλεις, παιδαρίου πράγματα πάσχων; ἅπαξ ἰδὼν ἐρᾷς, καὶ ταῦτα πενθῶν, πρὶν ἀφοσιώσασθαι τοὺς τῆς ἀθλίας δαίμονας.

Τούτου γε ἧκες εἰς

p.33
ἀγρὸν ἵνα μελανείμων γάμους θύσῃς, καὶ γάμους δούλης, τάχα δὲ καὶ ἀλλοτρίας; οὐκ ἔχεις γὰρ αὐτῆς οὐδὲ τὴν καταγραφήν.” Ἐφιλονείκει δὲ ὁ Ἔρως βουλευομένου καλῶς καὶ ὕβριν ἐδόκει τὴν σωφροσύνην τὴν ἐκείνου· διὰ τοῦτο ἐπυρπόλει σφοδρότερον ψυχὴν ἐν ἔρωτι φιλοσοφοῦσαν.

Μηκέτ’ οὖν φέρων μόνος αὑτῷ διαλέγεσθαι, Λεωνᾶν μετεπέμψατο, κληθεὶς δὲ ἐκεῖνος συνῆκε μὲν τὴν αἰτίαν, προσεποιεῖτο δὲ ἀγνοεῖν καὶ ὥσπερ τεταραγμένος “τί” φησὶν “ἀγρυπνεῖς, ὦ δέσποτα; μή τις πάλιν σε λύπη κατείληφε τῆς τεθνηκυίας γυναικός;” “Γυναικὸς μὲν” εἶπεν ὁ Διονύσιος, “ἀλλ’ οὐ τῆς τεθνηκυίας. Οὐδὲν δὲ ἀπόρρητόν ἐστί μοι πρὸς σὲ δι’ εὔνοιάν τε καὶ πίστιν.