De Chaerea et Callirhoe
Chariton of Aphrodisias
Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
Οἱ γὰρ μνηστῆρες ἀποτυχόντες τοῦ γάμου λύπην ἐλάμβανον μετ’ ὀργῆς. Τέως οὖν μαχόμενοι πρὸς ἀλλήλους ὡμονόησαν τότε, διὰ δὲ τὴν ὁμόνοιαν, ὑβρίσθαι δοκοῦντες, συνῆλθον εἰς βουλευτήριον κοινόν· ἐστρατολόγει δὲ αὐτοὺς ἐπὶ τὸν κατὰ Χαιρέου πόλεμον ὁ φθόνος.
Καὶ πρῶτος ἀναστὰς νεανίας τις Ἰταλιώτης, υἱὸς τοῦ Ῥηγίνων τυράννσυ, τοιαῦτα ἔλεγεν “Εἰ μέν τις ἐξ ἡμῶν ἔγημεν, οὐκ ἂν ὠργίσθην, ὥσπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἕνα δεῖ νικῆσαι τῶν ἀγωνισαμένων· ἐπεὶ δὲ παρευδοκίμησεν ἡμᾶς ὁ μηδὲν ὑπὲρ τοῦ γάμου πονήσας, οὐ φέρω τὴν ὕβριν.
Ἡμεῖς δὲ παρετάθημεν αὐλείοις θύραις προσαγρυπνοῦντες, καὶ κολακεύοντες τίτθας καὶ θεραπαινίδας καὶ δῶρα πέμποντες τροφοῖς πόσον χρόνον δεδουλεύκαμεν καί, τὸ πάντων χαλεπώτατον, ὡς ἀντεραστὰς ἀλλήλους ἐμισήσαμεν· ὁ δὲ πόρνος καὶ πένης καὶ μηδενὸς κρείττων βασιλέων ἀγωνισαμένων αὐτὸς ἀκονιτὶ τὸν στέφανον ἤρατο.
Ἀλλὰ ἀνόνητον αὐτῷ γενέσθω τὸ ἆθλον καὶ τὸν γάμον θάνατον τῷ νυμφίῳ ποιήσωμεν.” Πάντες οὖν ἐπῄνεσαν, μόνος δὲ ὁ Ἀκραγαντίνων
καὶ γὰρ τὰς τυραννίδας πανουργίᾳ μᾶλλον ἢ βίᾳ κτώμεθα. Χειροτονήσατέ με τοῦ πρὸς Χαιρέαν πολέμου στρατηγόν. Ἐπαγγέλλομαι διαλύσειν τὸν γάμον· ἐφοπλιῶ γὰρ αὐτῷ ζηλοτυπίαν, ἥτις σύμμαχον λαβοῦσα τὸν ἔρωτα μέγα τι κακὸν διαπράξεται.
Καλλιρρόη μὲν οὖν εὐσταθὴς καὶ ἄπειρος κακοήθους ὑποψίας, ὁ δὲ Χαιρέας, οἷα δὴ γυμνασίοις ἐντραφεὶς καὶ νεωτερικῶν ἁμαρτημάτων οὐκ ἄπειρος, δύναται ῥᾳδίως ὑποπτεύσας ἐμπεσεῖν εἰς ἐρωτικὴν ζηλοτυπίαν· ἔστι δὲ καὶ προσελθεῖν ἐκείνῳ ῥᾷον καὶ λαλῆσαι.” Πάντες ἔτι λέγοντος αὐτοῦ τὴν γνώμην ἐπεψηφίσαντο καὶ τὸ ἔργον ἐνεχείρισαν ὡς ἀνδρὶ πᾶν ἱκανῷ μηχανήσασθαι. Τοιαύτης οὖν ἐπινοίας ἐκεῖνος ἤρξατο.