De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Ἐνέστη νόμιμος ἐκκλησία. Συγκαθεσθεὶς οὖν ὁ δῆμος τοῦτο πρῶτον καὶ μόνον ἐβόα “καλὸς Ἑρμοκράτης μέγας στρατηγός, σῶζε Χαιρέαν. Τοῦτο πρῶτον τῶν τροπαίων. Ἡ πόλις μνηστεύεται τοὺς γάμους

σήμερον ἀλλήλων ἀξίων.” Τίς ἂν μηνύσειε τὴν ἐκκλησίαν ἐκείνην, ἧς ὁ Ἔρως ἦν ὁ δημαγωγός; Ἀνὴρ δὲ φιλόπατρις Ἑρμοκράτης ἀντειπεῖν οὐκ ἐδυνήθη τῇ πόλει δεομένῃ. Κατανεύσαντος δ’ αὐτοῦ πᾶς ὁ δῆμος ἐξεπήδησε τοῦ θεάτρου, καὶ οἱ μὲν νέοι ἀπῄεσαν ἐπὶ Χαιρέαν, ἡ βουλὴ δὲ καὶ οἱ ἄρχοντες ἠκολούθουν Ἑρμοκράτει·

παρῆσαν δὲ καὶ αἱ γυναῖκες αἱ Συρακουσίων ἐπὶ τὴν οἰκίαν νυμφαγωγοῦσαι. Ὑμέναιος ᾔδετο κατὰ πᾶσαν τὴν πόλιν· μεσταὶ δὲ αἱ ῥύμαι στεφάνων, λαμπάδων· ἐρραίνετο τὰ πρόθυρα οἴνῳ καὶ μύροις. Ἡδίονα ταύτην τὴν ἡμέραν ἤγαγον οἱ Συρακούσιοι τῆς τῶν ἐπινικίων.

Ἡ δὲ παρθένος οὐδὲν εἰδυῖα τούτων ἔρριπτο ἐπὶ τῆς κοίτης ἐγκεκαλυμμένη, κλάουσα καὶ σιωπῶσα. Προσελθοῦσα δὲ ἡ τροφὸς τῇ κλίνῃ “τέκνον,” εἶπεν, “ἐξανίστασο, πάρεστι γὰρ ἡ εὐκταιοτάτη πασῶν ἡμῖν ἡμέρα· ἡ πόλις σε νυμφαγωγεῖ.” Τῆς δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ· οὐ γὰρ ᾔδει, τίνι γαμεῖται. Ἄφωνος εὐθὺς ἦν καὶ σκότος αὐτῆς τῶν ὀφθαλμῶν κατεχύθη καὶ ὀλίγου δεῖν ἐξέπνευσεν· ἐδόκει δὲ τοῦτο τοῖς ὁρῶσιν αἰδώς.

Ἐπεὶ δὲ ταχέως ἐκόσμησαν αὐτὴν αἱ θεραπαινίδες, τὸ πλῆθος ἐπὶ τῶν θυρῶν ἀπέλιπον· οἱ δὲ γονεῖς τὸν νυμφίον εἰσήγαγον πρὸς τὴν παρθένον. Ὁ μὲν οὖν Χαιρέας προσδραμὼν αὐτὴν κατεφίλει, Καλλιρρόη

p.6
δὲ γνωρίσασα τὸν ἐρώμενον, ὥσπερ τι λύχνου φῶς ἤδη σβεννύμενον ἐπιχυθέντος ἐλαίου πάλιν ἀνέλαμψε καὶ μείζων ἐγένετο καὶ κρείττων.

Ἐπεὶ δὲ προῆλθεν εἰς τὸ δημόσιον, θάμβος ὅλον τὸ πλῆθος κατέλαβεν, ὥσπερ Ἀρτέμιδος ἐν ἐρημίᾳ κυνηγέταις ἐπιστάσης· πολλοὶ δὲ τῶν παρόντων καὶ προσεκύνησαν. Πάντες δὲ Καλλιρρόην μὲν ἐθαύμαζον, Χαιρέαν δὲ ἐμακάριζον. Τοιοῦτον ὑμνοῦσι ποιηταὶ τὸν Θέτιδος γάμον ἐν Πηλίῳ γεγονέναι. Πλὴν καὶ ἐνταῦθά τις εὑρέθη βάσκανος δαίμων, ὥσπερ ἐκεῖ φασὶ τὴν Ἔριν.