Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

301

Ἀρτεμίδωρος Ἀρτεμιδώρῳ υἱῷ χαίρειν.

Ἄξιον μὲν ἴσως, ὦ τέκνον, ἐγκαλεῖν τῆς βραδυτῆτος [*](προοίμιον p. 253) ἡμῖν, εἰ διὰ ῥᾳθυμίαν ἐγένετο· ἐπεὶ δὲ τὸ προκείμενον ἦν ἱστορίαν ὀνείρων ἀποβεβηκότων συναγαγεῖν σοι, χαλεπὸν δὲ καὶ ἐργῶδες ἦν τῷ γε βουλομένῳ ἀξίους ἀναγραφῆς συναγαγεῖν ὀνείρους (τοὺς μὲν γὰρ τυχόντας καὶ πάνυ ῥᾴδιον καὶ ἐν βραχεῖ χρόνῳ παμπληθεῖς ἀναγράφειν, τοιούτους δέ, ὁποίους ἄν τις γράφων οὐ μόνον οὐκ αἰσχύνοιτο ἀλλὰ καὶ μέγα φρονεῖν ἐπʼ αὐτοῖς ἔχοι, οὐκ ἄνευ πόνου καὶ χρόνου οἷόν τʼ ἦν ἀθροῖσαι, καὶ μάλιστά γε μὴ ῥᾳδιουργῆσαι βουλομένῳ) τοιγαροῦν ἔν τε ταῖς πανηγύρεσι ταῖς κατὰ τὴν Ἑλλάδα καὶ ἐν Ἀσίᾳ καὶ πάλιν αὖ ἐν Ἰταλίᾳ ἐξεπίτηδες ἀγείρων ὅσους μάλιστα ἐδυνάμην εὑρὼν τοῦτό σοι τὸ βιβλίον μετὰ τὸν ἐν τοῖς ἔμπροσθεν πεπονημένοις μοι βιβλίοις πόνον ὠφελιμώτατον ἐσόμενον αὐτῷ τέ σοι καὶ εἴ τινι κοινωνήσειας ἀντιγράφου πεποίηκα. εὕροις δʼ ἂν καθʼ ἕκαστον τῶν ὀνείρων ψιλὰς τὰς ἀποβάσεις, ὡς ἀπέβησαν, ἄνευ σκηνῆς καὶ τραγῳδίας ἀναγεγραμμένας·

302
[*](p.254) οὐδὲν γὰρ ἄλλο ἢ τὴν ἀπὸ τῆς πείρας πίστιν ἅμα καὶ ὠφέλειαν συναγαγεῖν προεθέμην. διόπερ τὰ εἰς πάντα ἀπὸ τῶν αὐτῶν ἐνδεχόμενα ἀποβαίνειν παρὰ τὰς τῶν θεωμένων τύχας τε καὶ προαιρέσεις καὶ ἡλικίας καὶ περιστάσεις παραιτησάμενος (ἐπειδὴ τὸ μὲν πρῶτον καὶ τὸ δεύτερον καὶ τὸ τρίτον μάλιστα τούτων ἐστὶν ἀνάπλεω, τὸ δὲ τέταρτον αὐτῷ σοι προσφωνηθὲν τεχνικὴν περιέχον θεωρίαν καὶ ἄτριπτον τῶν ἐπιζητουμένων ἑρμηνείαν ἠκρίβωται) ὅμως σοι προσδεῖν ἡγούμενος τριβῆς τε καὶ γυμνασίας, ὡς ἐπηγγειλάμην ἐπὶ τέλει τοῦ τετάρτου, καὶ νῦν ἐμπεδῶν τὴν ὑπόσχεσιν ἀποδίδωμι.

Ἔδοξέ τις τοῦ Ποσειδῶνος τοῦ ἐν Ἰσθμῷ τῇ βάσει ἁλύσει προσδεδέσθαι. ἱερεὺς ἐγένετο τοῦ Ποσειδῶνος· ἔδει γὰρ αὐτὸν ἀχώριστον εἶναι τῶν τῆς ἱερωσύνης τόπων.

Ἔδοξέ τις τὴν ἑαυτοῦ γυναῖκα προσαγαγὼν ὥσπερ τι ἱερεῖον ἀποθῦσαι καὶ τὰ κρέα κατακόπτων πιπράσκειν καὶ τὴν ἐμπολὴν αὐτῷ πάνυ πολλὴν γίνεσθαι. ἐπὶ δὲ τούτοις χαίρειν τε ἔδοξε καὶ τὸ συναγόμενον ἀργύριον ἀπὸ τοῦ κρεοπωλίου πειρᾶσθαι κρύπτειν διὰ τὸν τῶν περιισταμένων φθόνον. οὗτος τὴν ἑαυτοῦ γυναῖκα προαγωγεύων ἐπʼ αἰσχροῖς ἐπορίζετο, καὶ ἦν αὐτῷ τὸ ἔργον λυσιτελὲν μὲν εἰς πορισμόν, ἄξιον δὲ ἀποκρύπτεσθαι.

Ἔδοξέ τις εἰς γυμνάσιον τὸ ἐν τῇ πατρίδι ὂν αὐτοῦ εἰσελθὼν ἰδεῖν εἰκόνα ἰδίαν, ἥτις καὶ ὕπαρ ἦν ἀνακειμένη·

303
εἶτα ἐδόκει αὐτῷ τὸ πῆγμα τῆς εἰκόνος πᾶν τὸ ἔξωθεν διαλελύσθαι. πυνθανομένῳ δέ τινι τί συμβεβηκὸς εἴη περὶ τὴν εἰκόνα λέγειν ᾤετο ‘ἡ μὲν εἰκών μου μένει ὑγιής, τὸ δὲ πῆγμα λέλυται. χωλὸς ἐγένετο ἀμφοτέρους τοὺς πόδας εἰκότως· τὸ μὲν γὰρ γυμνάσιον σύμβολον ἦν τῆς καθʼ [*](p. 255) ὅλον τὸν ὄγκον εὐεξίας, ἡ δὲ εἰκὼν τὰ περὶ τὸ πρόσωπον ἐσήμαινε, τὸ δὲ ἔξωθεν πῆγμα τὰ λοιπὰ τοῦ σώματος ἧν.