Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Ἔδοξέ τις λιβανωτῷ τὸν πρωκτὸν ἐκμάσσειν. ἀσεβείας ἑάλω, ἐπειδὴ ᾧ τοὺς θεοὺς τιμῶμεν ἐξύβρισεν. ἡ δὲ ὀδμὴ τὸ μὴ λαθεῖν αὐτὸν ἐσήμαινεν.

Ἔδοξέ τις σίνηπι τετριμμένον ὑγρὸν πίνειν, ἔτυχε δὲ αὐτῷ δίκη οὖσα καὶ ἔφευγε φόνου γραφήν. ἑάλω καὶ τῆς κεφαλῆς ἀφῃρέθη· ἧν γὰρ οὕτε σύνηθες οὔτε ὅλως πότιμον τὸ ποτόν. καὶ μέντοι καὶ διακριθὲν πρότερον ὑπὸ τοῦ λεγομένου ἠθμοῦ τὸ σίνηπι ἔπινε. τοιγαροῦν ὑπὸ κριτοῦ, ὅπερ ἐστὶ δικαστοῦ, εἰς ὄλεθρον κατέστη.

Ἔδοξέ τις Ξάνθος ὁ ποταμὸς ὁ ἐν Τροίᾳ γεγονέναι. αἷμα μέγα μὲν καὶ οὐχ οἷόν τε πιστεύειν ἀλλʼ οὖν γε οὕτως ἀποβὰν ἱστορήσαμεν ἀνήνεγκεν ἐπὶ ἔτη δέκα οὐ μὴν ἀπέθανέ γε, ὅπερ ἦν εἰκὸς διὰ τὸ ἀθάνατον εἶναι τὸν ποταμόν.

Ἔδοξέ τις ἐν Νεμέᾳ ἀγωνίζεσθαι ἀνδρῶν πάλην καὶ νικᾶν καὶ στεφανοῦσθαι, ἔτυχε δὲ αὐτῷ δίκη οὖσα περὶ ἀγροῦ, ἐν ᾧ παμμέγεθες ἦν ἕλος. καὶ δὴ ἐνίκησε τῷ τοῦ ἕλους λόγῳ διὰ τὸ σελίνῳ τῷ ἐν Νεμέᾳ τοὺς νικῶντας στεφανοῦσθαι.

304