Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Χρὴ δέ σε καὶ τὰ ἤθη τῶν ζῴων ἀντιπαραβάλλειν τοῖς [*](p. 234) ἤθεσι τοῖς ἀνθρωπίνοις καὶ τὴν γνώμην καὶ τὴν προαίρεσιν ἑκάστου κατὰ τὸ ὅμοιον σκοπεῖν. οἷον τὰ μεγαλόφρονα καὶ τὰ ἐλευθέρια καὶ πραγματικὰ καὶ φοβερὰ τοιούτους ἀνθρώπους προαγορεύει, οἷον λέων τίγρις πάρδαλις ἐλέφας ἀετὸς ἅρπη. καὶ τὰ βίαια καὶ τραχέα καὶ δυσσύμβολα ὁμοίους προαγορεύει ἀνθρώπους, ὡς σύαγρος καὶ ἄρκτος. καὶ τὰ δειλὰ καὶ δρομικὰ καὶ ἀνελεύθερα δειλοὺς

279
ἢ δραπέτας παρίστησιν, ὡς ἔλαφος λαγὼς κύων. τὰ δέ νωθῆ καὶ ἄπρακτα καὶ πανοῦργα, ὡς ὕαινα, νωθεῖς καὶ ἀπράκτους, πολλάκις δὲ καὶ φαρμακοὺς παρίστησι. καὶ τῶν ἰοβόλων τὰ φοβερὰ καὶ ἰσχυρὰ καὶ δυνατὰ μεγάλους ἄνδρας παρίστησιν, ὡς δράκων βασιλίσκος δρυίνας. τὰ δὲ πολὺν ἰὸν ἔχοντα πλουσίους ἄνδρας τε καὶ γυναῖκας, ὡς ἀσπὶς ἔχιδνα σήψ. τὰ δὲ μείζονα τὴν φαντασίαν τῆς δυνάμεως ἔχοντα ἀλαζόνας καὶ ἀνυποστάτους ἀνθρώπους, ὡς παρείας φύσαλος τυφλίνης. τὰ δὲ μικρά, ὡς φαλάγγια καὶ ὕδροι καὶ σαυροί, μικροὺς μὲν καὶ εὐκαταφρονήτους, ἱκανοὺς δὲ κακῶς διαθεῖναι παρίστησιν ἀνθρώπους. τὰ δὲ ἁρπάζοντα φανερῶς λῃστὰς καὶ ἅρπαγας, ὡς ἱέραξ καὶ λύκος. τὰ δὲ ἁρπάζοντα μέν, οὐ φανερῶς δέ, ἐπιβούλους, ὡς ἰκτῖνος καὶ ἀλώπηξ. τὰ δὲ εὔμορφα καὶ χαρίεντα φιλοκάλους, ὡς ψιττακὸς καὶ πέρδιξ καὶ ταώς. τὰ δὲ μουσικὰ καὶ ἡδύφωνα φιλολόγους καὶ μουσικοὺς καὶ εὐφώνους, ὡς χελιδὼν καὶ ἀηδὼν καὶ βασιλίσκος καὶ τὰ ὅμοια. τὰ δὲ μιμητικὰ γόητας καὶ πανούργους, ὡς πίθηκος καὶ κόσσυφος καὶ κίσσα. τὰ δὲ ποικίλα καὶ κατάστικτα, ὡς πάρδαλις, οὐχ ἁπλοῦς τὸ νόημα, πολλάκις δὲ καὶ ἐστιγμένους. τὰ δὲ ἐργατικὰ καὶ [*](p. 235) ταλαίπωρα ἐργάτας καὶ ὑποτεταγμένους, ὡς ὄνοι καὶ βόες ἐργάται. τὰ δὲ ἐργατικὰ μὲν ἀνυπότακτα δὲ τοὺς ἀφηνιάζοντας καὶ ἀγερώχους, ὡς ταῦροι καὶ βοῦς ἀγελαῖαι καὶ ἵπποι φορβάδες καὶ ὄναγροι. τὰ δὲ συναγελαζόμενα
280
κοινωνικοὺς καὶ συναγελαστικοὺς ἀνθρώπους, ὅθεν καὶ πρὸς κοινωνίαν ἐστὶ σύμφορα, ὡς πελαργοὶ καὶ γέρανοι καὶ ψᾶρες καὶ κολοιοὶ καὶ περιστεραί. τούτων δὲ ἔνια καὶ χειμῶνας προαγορεύει, ὡς κολοιοὶ καὶ ψᾶρες, καὶ λῃστὰς καὶ πολεμίους, ὡς γέρανοι καὶ πελαργοί. τὰ δὲ νεκροῖς ἐφεδρεύοντα καὶ μηδὲν θηρεύοντα ἀργοὺς καὶ νωθεῖς ἀνθρώπους ἢ νεκροστόλους ἢ ἐνταφιοπώλας ἢ βυρσέας ἢ ἀπεληλαμένους πόλεως, ὡς γῦπες. τὰ δὲ νυκτερινὰ καὶ μηδὲν ἐν ἡμέρᾳ πράσσοντα μοιχοὺς ἢ κλέπτας ἢ νυκτερινὴν ἔχοντας τὴν ἐργασίαν, ὡς γλαῦξ καὶ νυκτικόραξ καὶ αἰγωλιὸς καὶ τὰ ὅμοια. τὰ δὲ πολλαῖς χρώμενα φωναῖς πολυγλώσσους ἢ πολυΐστορας ὡς κόραξ καὶ κορώνη καὶ κίσσα καὶ τὰ ὅμοια. τὰ δὲ φιλόχωρα τοὺς πλησίον οἰκοῦντας καὶ τοὺς ἐγγὺς θυρῶν, ὡς χελιδὼν καὶ λαγώς. ταῦτα δὲ καὶ τοὺς δραπέτας εἰς τὴν οἰκείαν πορεύεσθαι σημαίνει φύσει ὄντας ἐλευθέρους. μέμνησο δὲ ὅτι ὁπόσα τῶν ζῴων ταὐτὰ εἰς πολλὰ δύναται κρίνεσθαι, ταῦτα κριτέον. οἷον πάρδαλις καὶ μεγαλόφρονα σημαίνει διὰ τὰ ἤθη καὶ ποικίλον διὰ τὸ χρῶμα, ὁμοίως καὶ πέρδιξ εὔμορφον καὶ πανοῦγρον. καὶ τὸ ὅλον ἔχων τὰ
281
ὑποδείγματα περί τε αὐτῶν τούτων καὶ τῶν μὴ κατηριθμημένων ἐνθάδε ἢ ἐν τοῖς πρώτοις βιβλίοις ποιοῦ τὸν λόγον. ἔτι καὶ τοῦτο. ὅσα τῶν ζῴων θεοῖς τισιν ἀνάκειται, τοὺς [*](p. 236) θεοὺς αὐτοὺς ἐκείνους σημαίνει. κοινῇ δὲ πάντα, τὰ μὲν ἥμερα καὶ σύντροφα πρὸς τοὺς οἰκείους λάμβανε, δὲ ἄγρια πρὸς τοὺς ἐχθροὺς ἢ πρὸς νόσον ἢ πρὸς καιρὸν ἀηδῆ καὶ κακοπραγίαν· ὥσπερ γὰρ τὰ θηρία βλάπτει τοὺς ἀνθρώπους, οὕτω καὶ οἱ ἐχθροὶ καὶ αἱ νόσοι καὶ αἱ κακοπραγίαι. τὰ μὲν οὖν ἥμερα ζῷα ἀγαθὸν ἔχειν καὶ ἐρρωμένα ὁρᾶν καὶ κρατούμενα ὑφ᾿ ἡμῶν αὐτῶν καὶ μὴ ὑπὸ τῶν ἐχθρῶν ὑπὸ θηρίων τὰ δὲ ἄγρια καὶ ἀποθνήσκοντα καὶ μὴ χειρούμενα ὑφʼ ἡμῶν ἀγαθὰ ἂν εἴη καὶ κρατούμενα ὑπὸ τῶν ἡμέρων καὶ συντρόφων ἡμῖν ζῴων ὑπὸ δὲ τῶν ἐχθρῶν κρατούμενα ἢ ὑπέρτερα τῶν ἡμέρων γινόμενα καὶ διατιθέμενά τι πονηρόν, ἄτοπα ἂν εἴη καὶ σκαιὰ πάντα.

Περὶ δένδρων δὲ καὶ φυτῶν κατ᾿ εἶδος ἐν τῷ περὶ γεωργίας λόγῳ ἐν τῷ δευτέρῳ βιβλίῳ ἠκρίβωται. μέμνησο δὲ ὅτι τὸν αὐτὸν ἔχει λόγον τοῖς καρποῖς τὰ δένδρα καὶ τοῖς θεοῖς, ὧν ἕκαστόν ἐστιν ἱερόν. κοινῇ δὲ πάντα τὰ ἔγκαρπα τῶν ἀγρίων βελτίονα καὶ τῶν ἐγκάρπων τὰ μὴ φυλλορροοῦντα πλὴν ἐλαίας καὶ δάφνης· τούτων γὰρ ἐπὶ τῶν νοσούντων ἡ μὲν ἐλαία θανατηφόρος οὖσα τετήρηται αὐτή τε καὶ ὁ καρπὸς αὐτῆς καὶ τὰ φύλλα, δάφνη δὲ σωτήριος. καὶ γὰρ εἰκός· τοῖς γὰρ ἀποθανοῦσιν ἐλαίας

282
μὲν συνεκφέρουσιν, δάφνας δὲ οὐδαμῶς, τὰ δὲ ἄκαρπα χείρω χωρὶς τῶν ἐχόντων ἐξ αὐτῶν διʼ αὐτῶν τὴν ἐργασίαν. καὶ τὰ πολυχρόνια ἐν μὲν ταῖς προθεσμίαις παρολκῆς ἐστι σημεῖα, ἐν δὲ ταῖς νόσοις σωτήρια γίνεται· τὰ δὲ ἄλλα τῶν ἀποτελεσμάτων βράδιον ἐπάγει. ὁμοίως καὶ τὰ βραδὺ φυόμενα καὶ αὐξανόμενα· τὰ δὲ ἐναντία τούτοις τῶν ἐναντίων ἐστὶ σημαντικά. ἄκανθαι δὲ καὶ σκόλοπες [*](p. 237) καὶ παλίουροι καὶ βάτοι πρὸς μὲν ἀσφάλειαν ἐπιτήδεια πάντα διὰ τὸ φραγμοὶ γίνεσθαι καὶ ἕρκη χωρίων, πρὸς δὲ τὰς ἐκπλοκὰς οὐ πάνυ τι ἐπιτήδεια διὰ τὸ καθεκτικόν. τελώναις δὲ καὶ καπήλοις καὶ λῃσταῖς καὶ ζυγοκρούσταις καὶ παραλογισταῖς ἀνθρώποις ἐπιτηδειότερα τῶν ἄλλων γίνεται διὰ τὸ βία τὰ ἀλλότρια καὶ μὴ βουλομένων ἀποσπᾶν.

Ἔτι καὶ ἀπὸ τῶν σκευῶν καὶ ἐργαλείων οὐ μόνον τὰς τέχνας καὶ τὰς ἀπὸ τῶν τεχνῶν ἐργασίας λαμβάνειν χρὴ ἀλλὰ καὶ αὐτοὺς τοὺς τεχνίτας ἢ τοὺς χρωμένους τοῖς σκεύεσιν. οἷον ἔδοξέ τις τὸν χαλινὸν τοῦ ἵππου διερρυηκέναι. ἀπέθανεν αὐτοῦ ὁ ἱπποκόμος. καὶ πάλιν αὖ ἔδοξέ τις τὸν κύαθον αἰφνίδιον κατεάχθαι. ἀπέθανεν αὐτοῦ ὁ οἰνοχόος. ὁ δὲ αὐτὸς καὶ ἐπὶ πάντων τῶν σκευῶν καὶ ἐργαλείων τηρείσθω σοι λόγος.

Ἔτι καὶ ὅσα οὐδαμῆ οὐδαμῶς ἐνδεχόμενά ἐστιν ἀπολέσθαι, ὄναρ ἀπολλύμενα θάνατον τῷ ἰδόντι τῶν ὀμμάτων βλάβην προσημαίνει. οἷον ἔδοξέ τις τὸν οὐρανὸν ἀπολωλεκέναι,

283
καὶ ἀπέθανεν· ὥσπερ γὰρ τοῖς ἀπολλυμένοις οὐκ ἔστι χρῆσθαι, οὕτω καὶ οἷς τις μὴ χρῆται, ταῦτα ὡς πρὸς αὐτὸν ἀπόλωλεν.

Ἔτι καὶ τῶν ἀνθρώπων τὰ ἤθη βασάνιζε πρότερον, τοῦτ᾿ ἔστιν ἐπιμελῶς ἀναπυνθάνου καὶ εἰ μὴ παῤ αὐτῶν ἀσφαλὲς εἴη σοι πυνθάνεσθαι, τὸ παρὸν ὑπερθέμενος παῤ ἄλλου πυνθάνου τὰ περὶ αὐτούς, ἵνα μὴ πταίσῃς. οἷον ἔδοξέ τις τὴν ἑαυτοῦ γυναῖκα ἀρρητοποιεῖν. καὶ πάλιν αὖ ἔδοξέ τις ὑπὸ τῆς γυναικὸς ἀρρητοποιεῖσθαι. καὶ πολλῷ χρόνῳ οὐδὲν αὐτοῖς ἀπέβαινε τῶν σημαινομένων ὑπὸ τῆς τοιαύτης ὄψεως, ὅσα γε ἐπὶ τῶν ἄλλων ἀνθρώπων ἀποβαίνειν φιλεῖ. ὡς δὲ οὐκ ἦν φανερὰ ἡ αἰτία, ἐθαύμαζον, καί μοι ἐδόκει ἄλογον εἶναι τὸ μηδὲν αὐτοῖς [*](p. 238) ἀποβαίνειν· ὕστερον δὲ τῷ χρόνῳ ἔμαθον ὅτι ἦν ἄρα ἀμφοτέροις ἔθος τοῦτο πράσσειν, καὶ μὴ καθαρεύειν τὰ στόματα. διὸ καὶ εἰκότως οὐδὲν αὐτοῖς ἀπέβαινεν, πρὸς ἃ δὲ ἐπτοημένοι ἦσαν, ταῦτα ἔβλεπον. ὑπόδειγμα ἐπὶ τῶν κλέπτειν δοκούντων καὶ φονεύειν καὶ ἱεροσυλεῖν πολλάκις γὰρ αὐτὰ ταῦτα ἐννοοῦσι. καὶ ἤν τις αὐτὰ ὡς αἰνίγματα ἑρμηνεύειν ἐπιχειρῇ, πταίει καὶ ἐξαπατᾶται. περιίστασο δὲ καὶ τοὺς ἡγουμένους ὅτι οἱ ὄνειροι κατὰ γένεσιν τὴν ἑκάστου θεωροῦνται, καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοί· λέγουσι γὰρ ὅτι οἱ ἀγαθοποιοὶ τῶν ἀστέρων, ὅταν μὴ δύνωνται ἀγαθόν τι ποιῆσαι, διά γε τῶν ὀνείρων εὐφραίνουσιν, οἱ δὲ κακοποιοὶ τῶν ἀστέρων, ὅταν μὴ δύνωνται κακόν τι ποιῆσαι διά τινα ἀντίβασιν ἄλλων ἀστέρων, διά γε τῶν ὀνείρων ἐκταράσσουσι καὶ φοβοῦσιν. εἰ γὰρ ἦν τοῦτο

284
ἀληθές, οὐκ ἂν οἱ ὄνειροι ἀπέβαινον· νυνὶ δὲ καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοὶ ἀποβαίνουσι κατὰ τὸν λόγον τὸν ἴδιον ἕκαστος. ἔτι τῶν ὀνείρων τοὺς φιλολογωτέρους οὐδαμῶς οἱ ἰδιῶται τῶν ἀνθρώπων ὁρῶσι (λέγω δὲ τοὺς ἀπαιδεύτους), ἀλλʼ ὅσοι φιλολογοῦσι καὶ ὅσοι μὴ ἀπαίδευτοί εἰσιν. ὅθεν ἄν τις καὶ μάλιστα καταμάθοι ὅτι τῆς ψυχῆς ἔργα εἰσὶν οἱ ὄνειροι καὶ ὅτι οὐχ ὑπό τινος ἔξωθεν γίνονται. τῶν δὲ ἐν τοῖς ὕπνοις λεγομένων ἐπῶν ἰάμβων ἢ ἐπιγραμμάτων ἢ ἄλλων ῥήσεων τὰ μὲν αὐτὰ παρέχει τὴν ἀπόβασιν, ὅσα γε αὐτοτελῆ διάνοιαν περιέχει. οἷον ἔδοξέ τις λέγειν αὐτῷ τινα τῶν ἀξιοπίστων τὸ Ἡσιόδειον ἔπος
  • μὴ κακὰ κερδαίνειν· κακὰ κέρδεα ἶαʼ ἄτῃσιν.
  • οὗτος ἐπιθέμενος λῃστείαις ἑάλω καὶ ἐκολάσθη. τὰ δὲ ἐπὶ τὴν ὑπόθεσιν τοῦ ποιήματος ἀναπέμπει τὴν κρίσιν, [*](p. 239) ὅσα μὴ αὐτοτελῆ διάνοιαν περιέχει. οἷον ἔδοξέ τις λέγειν θεράπαιναν τὰ Εὐριπίδεια ἰαμβεῖα
  • ὄπτα, κάταιθε σάρκας, ἐμπλήσθητί μου.
  • αὕτη ζηλοτυπηθεῖσα ὑπὸ τῆς δεσποίνης μυρία ἔπαθε κακά· ἦν γὰρ εἰκὸς τῇ ὑποθέσει τῇ περὶ Ἀνδρομάχην ἀκόλουθα γενέσθαι αὐτῇ τὰ ἀποτελέσματα. πάλιν οὖ ἀνὴρ πένης ἔδοξε λέγειν τοῦτο τὸ ἰαμβεῖον
  • ἅπαντα τἀδόκητα πρῶτον ἦλθʼ ἅπαξ.
  • 285
    θησαυρὸν εὗρε καὶ ἐπλούτησε. γυνὴ ἔδοξε λέγειν αὐτῇ τινα
  • κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται
  • γυμνοῦ· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος
  • Ἕκτωρ.
  • ταύτης ὁ ἀνὴρ ἀποδημῶν ἀπέθανε, καὶ τῆς οὐσίας ὑπὸ τοῦ φίσκου καταληφθείσης εἰς μάχην κατέστη καὶ ἐδικάσατο ἡ γυνή· καὶ οὐδὲν ἤνυσεν, ἀλλʼ ἐν τῇ δίκῃ οὖσα ἀπέθανεν. ὁρᾷς ὅτι τούτων ἃ μὲν αὐτάρκως τὴν ἀπόβασιν ἔδειξεν οὐ προσδεηθέντα τῆς ἐκ τῶν ποιημάτων ὑποθέσεως, ἃ δὲ κατὰ τὰς ἱστορίας τὰς ἐν τοῖς ποιήμασιν ἀπέβη.