Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Ὅσοι τῶν στεφάνων ἀγαθόν τι σημαίνουσιν, οὗτοι μὴ περὶ τῇ κεφαλῇ ὄντες ἀλλὰ περί τινι ἄλλῳ μέρει τοῦ σώματος πρὸς τῷ μηδὲν ἀγαθὸν σημαίνειν προσέτι καὶ κακοὶ γίνονται. ὁ Ζωίλος εἰς Ὀλύμπια ἀναγαγὼν παῖδας ἰδίους ἀγωνισομένους τὸν μὲν πάλην τὸν δὲ παγκράτιον ἔδοξεν ἐστεφανῶσθαι τὰ σφυρὰ αὐτῶν ἐλαίᾳ καὶ κοτίνῳ. καὶ σφόδρα μὲν ἦν εὔθυμος ὡς ἱερῶν ὄντων καὶ ἐπινικίων τῶν στεφάνων καὶ Ὀλυμπίασι διδομένων, ἀπέθανον δὲ αὐτῷ οἱ παῖδες πρὸ τοῦ ἀγῶνος· οἱ γὰρ περὶ τοῖς σφυροῖς στέφανοι οὐ πολὺ τῆς γῆς ἀπεῖχον.

Ὅσα ἡ θάλασσα σημαίνει καὶ τὰ περὶ τὴν θάλασσαν, λιμένες καὶ σκόπελοι καὶ ὑποδρομαὶ καὶ αἰγιαλοὶ καὶ πλοῖα καὶ αὐτὸ τὸ πλέειν, ἐν τῷ δευτέρῳ βιβλίῳ προακήκοας· ὅμως δέ τι καὶ νῦν εἰρήσεταί σοι τοιοῦτον ἀποβεβηκός. ἔδοξέ τις εἰς θάλασσαν πεσὼν καταφέρεσθαι εἰς τὸν βυθὸν καὶ δι᾿ αἰσθήσεως ἔχειν ἐπὶ πολὺ καταφερόμενος, καὶ τέλος ὑπὸ αὐτοῦ τοῦ δέους ἀφυπνίσθη. γήμας ἑταίραν ἅμα αὐτῇ μετανέστη καὶ τὸ πολὺ τοῦ βίου διέτρεψεν ἐπὶ [*](p. 223) ξένης. τούτων τὰς αἰτίας περισσὸν λέγειν.

Ὅσα συνεχῶς περί τι μέρος τοῦ σώματός ἐστι, ταῦτα τὸν αὐτὸν τοῖς πεφυκόσιν ἔχει λόγον. οἷον ἔδοξέ τις ξύλα ἔχειν ἐκ τῶν δακτύλων πεφυκότα. καὶ πάλιν ἔδοξέ τις ἔρια ἔχειν ἐκ τοῦ στήθους πεφυκότα καὶ τοῦ μεταφρένου. καὶ ὁ μὲν ἐγένετο κυβερνήτης, ὁ δὲ φθισικός· τῷ μὲν γὰρ ἀεὶ ξύλα ἦν διὰ χειρῶν τὰ τῶν πηδαλίων, τῷ δὲ ἀεὶ ἔρια περὶ τῷ θώρακι διὰ τὴν νόσον.

278

Ἔτι καὶ τοῦτο. πολλὰ παρὰ τὸ πλῆθος ἀποβαίνει καὶ πάλιν παρὰ τὸ μέγεθος. παρὰ μὲν τὸ πλῆθος, ὡς ἐπὶ κρομμύων, ἃ εἴ τις νοσῶν δόξειεν ἐσθίειν, εἰ μὲν πολλά, ἀναστήσεται, ἄλλον δέ τινα πενθήσει· εἰ δὲ ὀλίγα, τεθνήξεται· δακρύουσι μὲν γὰρ οἱ τὰ κρόμμυα ἐσθίοντες, δακρύουσι δὲ καὶ οἱ ἀποθνήσκοντες· οὐ γὰρ ἄνευ δακρύων τις ἀπέθανεν. ἀλλʼ ὀλίγα οὗτοι δακρύουσιν, ὡς ἔστιν ὅτε καὶ τοὺς πλησίον λαθεῖν, μόνον νοτισθέντων τῶν βλεφάρων οἱ δὲ πενθοῦντες πολλά· καὶ γὰρ ἐπὶ πολὺ δακρύουσι. παρὰ δὲ τὸ μέγεθος, ὡς ἐπὶ αἰγῶν καὶ ἐρίφων. αἶγας μὲν γὰρ οὔτε λευκὰς οὔτε μελαίνας ἰδεῖν ἀγαθὸνπλὴν αἰπόλου· ἔριφοι δὲ πάντες ἀγαθοί. ταὐτὰ δέ σοι ἐπὶ πάντων ὀνείρων τηρείσθω νῦν εἰς ὑπόδειγμα ἐπὶ τούτων μόνων εἰρημένα. ἔνια δὲ τὸν αὐτὸν ἔχει λόγον καὶ ἐν πλήθει καὶ ἐν μεγέθει καὶ ἐν ὀλιγότητι καὶ ἐν σμικρότητι, ὡς πρόβατα· ταῦτα γὰρ καὶ πολλὰ καὶ ὀλίγα καὶ καθʼ ἓν ὁραθέντα τὸν αὐτὸν ἔχει λόγον.