Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Οἱ ἀπὸ γένους τὸ γένος ὅλον σημαίνουσι, μάλιστα παῖδες· καὶ γὰρ ὅ τι ἂν ἄλλο σημαίνωσιν, ἅμα καὶ τὴν γενεὰν δηλοῦσιν. οἷον ἔδοξέ τις τὴν ἑαυτοῦ θυγατέρα κυρτὴν ἰδεῖν. ἀπέθανε τοῦ ἰδόντος ἡ ἀδελφὴ ὀρθῶς καὶ κατὰ λόγον· ἦν γὰρ αὐτῷ τὸ γένος οὐχ ὑγιές.

Πάντα τὰ περιεκτικὰ ἡμῶν αὐτῶν τὸν αὐτὸν ἔχει λόγον, ἱμάτιον οἰκία τεῖχος ναῦς καὶ τὰ ὅμοια. οἷον ξύλινον

264
[*](p. 221) ἱμάτιον ἔδοξέ τις περιβεβληῆσθαι. ἔτυχε πλέων καὶ ἐβραδυπλόησεν ἦν γὰρ αὐτῷ ξύλινον ἱμάτιον ἡ ναῦς. τὸ ἱμάτιόν τις ἔδοξε μέσον ἐρρωγέναι. συνετρίβη αὐτοῦ ἡ οἰκία τὸ γὰρ περιέχον αὐτὸν ἦν οὐχ ὑγιές. τὸν κέραμον τῆς οἰκίας ἔδοξέ τις ἀπολωλέναι. τὰ ἱμάτια ἀπώλεσε τὸ γὰρ σκέπον αὐτὸν οὐκέτι ἦν. τὸ τεῖχος ἔδοξέ τις διαρραγῆναι. ναύκληρος ἦν καὶ τὰ ἀμφιμήτρια τῆς νεὼς ἔπεσε. προσβάλλουσι γὰρ τῷ μὲν τείχει πολέμιοι τῷ δὲ πλοίῳ θάλασσα καὶ χειμών. πάντα δὲ ταῦτα καὶ πρὸς τὸ σῶμα τὴν ἀναφορὰν ἔχει. ὁ γοῦν δόξας τὸ ἱμάτιον ἐρρωγὸς ἰδεῖν εἰκότως ἐτρώθη κατ᾿ ἐκεῖνο τὸ μέρος, καθʼ ὃ καὶ περιβληθέντος τοῦ ἱματίου ἡ ῥαγὰς ἦν· ὥσπερ γὰρ αὐτῷ τὸ ἱμάτιον, οὕτω καὶ τῇ ψυχῇ αὐτοῦ τὸ σῶμα περιέκειτο.

Ἅμα τοῖς ἄλλοις ἀποτελέσμασιν οἱ δοῦλοι καὶ πρὸς τὸ σῶμα τῶν δεσποτῶν τὴν ἀναφορὰν ἔχουσιν. ὁ γοῦν δόξας τὸν οἰκέτην πυρέσσοντα ἰδεῖν εἰκότως αὐτὸς ἐνόσησεν· ὃν γὰρ ἔχει λόγον ὁ οἰκέτης πρὸς τὸν ὁρῶντα, τὸν αὐτὸν καὶ τὸ σῶμα πρὸς τὴν ψυχήν. ἔδοξέ τις ἵππου ὑποδήματα ὑποδεδέσθαι. ἐστρατεύσατο καὶ ἐγένετο ἱππεύς οὐδὲν γὰρ διέφερεν αὐτὸν τὸν βαστάζοντα ἵππον ὑποδεδέσθαι τὰ ὑποδήματα.

Πολλὰ τῶν ἀποβαινόντων καὶ εἰς τοὺς ὁμοίους καὶ εἰς τοὺς ἀφʼ αἵματος καὶ εἰς τοὺς ὁμωνύμους ἀποβαίνει. οἷον ἔδοξέ τις γυνὴ ἄνδρα ἔχουσα ἄλλῳ γαμεῖσθαι. οὔτε δὲ ὁ

265
ἀνὴρ ἐνόσει αὐτῆς, ἵνα αὐτὸν κατορύξασα δυνηθῇ ἄλλῳ γαμηθῆναι, οὔτε εἶχέ τι ὃ πωλήσει, ἵν᾿ ὥσπερ γαμουμένη ἄλλῳ συνάλλαγμα ποιήσηται, οὔτʼ ἦν αὐτῇ θυγάτηρ ὡραία γάμων, ἵνα ἐκείνην ἐκδῷ πρὸς γάμον καὶ οὕτω μὴ ἑαυτὴν ἀλλὰ τὴν θυγατέρα ἴδῃ ἄλλῳ γαμουμένην, οὔτε [*](p. 222) αὐτὴ ἐνόσει, ἵνα ἀποθάνῃ, ἐπειδὴ καὶ γάμος καὶ θάνατος τὸν αὐτὸν ἔχουσι λόγον, ὅτι τὰ παρακολουθοῦντα ἀμφοτέροις ἐστὶν ὅμοια· ἦν δέ αὐτῇ ἀδελφὴ ὁμώνυμος, καὶ ἔτυχε νοσοῦσα καὶ ἀπέθανε. καὶ τὸ αὐτῇ ἂν ἀποβάν, εἰ ἐνόσει, τοῦτο τῇ ἀδελφῇ ὁμωνύμῳ οὔσῃ ἀπέβη.

Βασιλεὺς καὶ ναὸς καὶ στρατιώτης καὶ ἐπιστολὴ βασιλέως καὶ ἀργύριον καὶ ὅσα ὅμοια τούτοις ὑπʼ ἀλλήλων σημαίνεται. ὁ Στρατόνικος ᾤετο τὸν βασιλέα λακτίζειν. .προελθὼν εὗρε χρυσοῦν νόμισμα, ὃ ἔτυχε πατήσας· οὐδὲν γὰρ διέφερεν ἢ τὸν βασιλέα τὴν εἰκόνα αὐτοῦ λακτίζειν ἢ πατεῖν. ὁ Ζήνων ἔδοξεν ἑκατοντάρχης γεγονέναι, καὶ προελθὼν ἔλαβεν ἑκατὸν βασιλικὰς ἐπιστολάς. Κρατῖνος ὁ ἡμέτερος ὄναρ λαβὼν ἀργύριον εἰσοδιάσθη ναοῦ βασιλικοῦ ἐγένετο. ἐργεπιστάτης δόξας εἶναι Ζωΐλος ταμίας ἐγένετο ἀργυρίου βασιλικοῦ.

Ὅ τι ἂν ἐκ τοῦ στόματος δῷ ὁ βασιλεύς, διʼ ἀποφάσεως ὠφελήσει τὸν λαβόντα. Χρύσιππος ὁ Κορίνθιος ἐκ τοῦ στόματος τοῦ βασιλέως δύο λαβὼν ὀδόντας μιᾷ ἡμέρᾳ δυσὶν ἀποφάσεσιν ἐπὶ τοῦ βασιλέως δικαζόμενος ἐνίκησεν.

266

Ὁ βίος διχῆ σοι νοείσθω, ποτὲ μὲν ὡς οὐσία καὶ κτήματα ποτὲ δὲ ὡς αὐτὸ τὸ ζῆν. γυνὴ πλουσία κόρακας ἔδοξεν ἐπιστάντας αὐτῇ τρεῖς ἀναιδῶς προσβλέπειν, ἕνα δὲ ἐξ αὐτῶν καὶ φωνὴν ῥήξαντα εἰπεῖν ‘ἐγώ σε ἔκβιον ποιήσω,’ καὶ τρίς τοὺς κόρακας περιελθόντας αὐτὴν ἀποπτῆναι. αὕτη μετὰ ἐννέα ἡμέρας ἀπέθανεν ὀρθῶς καὶ κατὰ λόγον· τὸ γὰρ ‘ἔκβιόν σε ποιήσω’ ὅμοιον ἦν τῷ ‘ἔξω [*](p. 223) τοῦ βίου ποιήσω, τοῦτʼ ἔστιν ‘ἀποκτενῶ.’ τρὶς δὲ οἱ τρεῖς περιελθόντες τὰς ἐννέα ἐδήλουν ἡμέρας.

Ὅσα λέγει τις ἄλλῳ μὴ ἀπὸ τέχνης τῆς ἑαυτοῦ, εἰς αὐτὸν ἀποβαίνει· ὅσα δὲ ἀπὸ τέχνης, εἰς ἐκεῖνον βλέπει, οὐδαμῶς δὲ εἰς αὐτὸν τὸν λέγοντα, ἀλλʼ ὡς ἐπὶ τῶν βαναύσων τεχνῶν ὅσα ἔμαθέ τις εἰ ποιοίη ἀγαθόν, οὕτω καὶ ἐπὶ τῶν λοιπῶν. ὅσα μὲν γὰρ ἰατροὶ νομικὰ ἢ μάντεις ἰατρικὰ ἢ νομικοὶ μαντικὰ ἄλλῳ λέγουσι, ταῦτα εἰς αὐτοὺς τοὺς λέγοντας ἀποβαίνει· ὅσα δὲ νομικοὶ νομικὰ ἢ ἰατροὶ ἰατρικὰ ἢ μάντεις μαντικὰ λέγουσι, ταῦτα ὡσπερεὶ κατορθούντων ἐν ταῖς τέχναις διαλάμβανε. ἔδοξέν τις ἰατρὸς λέγειν τινὶ ‘Ῥωμαῖος ὢν Ἑλληνίδα μὴ γάμει’. γαμήσας αὐτὸς ὑπὸ τῆς γυναικὸς ἐβλάβη πολλά.

Ὧν τις ἔχει χρείαν, τούτους χρὴ δοκεῖν εὐεργετεῖν μηδαμῶς γε βλάπτειν, ἐπεὶ οὐ χρήσεται τῇ ἐξ αὐτῶν ὠφελείᾳ. Ἡρακλείδης ὁ Θυατειρηνὸς μέλλων ἀγωνίζεσθαι ἐν Ῥώμῃ τὸν τῶν τραγῳδῶν ἀγῶνα ἔδοξε τοὺς

267
θεατὰς ἀποσφάττειν καὶ τοὺς κριτάς, καὶ ἐλείφθη οὐ γὰρ ἄν τις τοὺς φίλους ἀποκτείνειεν ἀλλὰ τοὺς ἐχθρούς. τρόπον οὖν τινα ἔλεγεν αὐτῷ τὸ ἐνύπνιον ἐχθροὺς ἔσεσθαι τοὺς θεατὰς καὶ τοὺς κριτάς ἄλλως τε καὶ οὐκ ἔμελλον αὐτῷ ἀποσφαγέντες οἴσειν ψήφους.

λέξανδρος ὁ φιλόσοφος ἔδοξε τὴν ἐπὶ θανάτῳ κατακεκρίσθαι καὶ παραιτησάμενος μόλις ἀπολελύσθαι ἀπὸ τοῦ σταυροῦ· ἔμελε δὲ αὐτῷ ἅτε ἀνδρὶ ἀσκητῇ οὔτε γάμου οὔτε κοινωνίας οὔτε πλούτου οὔτε τῶν ἄλλων ὅσα ὑπὸ σταυροῦ σημαίνεται. τῇ ὑστεραίᾳ διενεχθεὶς πρός τινα Κυνικὸν ἐπλήγη τὴν κεφαλὴν ξύλῳ, καὶ τοῦτο ἦν ὅπερ προηγόρευσεν αὐτῷ ἡ ψυχή, μέλλειν ξύλῳ μικροῦ δεῖν [*](p. 224) ἀποθανεῖσθαι. οὗτος ὁ ὄνειρος διδάξει σε ζητεῖν τι καὶ πέρας τῶν ἐνδεχομένων ἀποβαίνειν.

Ἡ τοῦ κναφέως γυνὴ δόξασα μέλανα ἱμάτια ἔχειν καὶ καταγνωσθεῖσα μεταλαβεῖν λευκὰ τὸν υἱὸν ἀπώλεσε καὶ μετὰ τρεῖς ἡμέρας εὗρεν αὐτόν. οὕτω τὰ λευκὰ τῶν μελάνων ἀμείνω.

Ὁ ἐν Περγάμῳ δόξας κλάσματα ἄρτων καὶ ἄρτους ὑγιεῖς χέζειν, ἐτραχηλοκοπήθη· ὥσπερ γὰρ οὐκ ἦν αὐτῷ κεφαλὴ ἡ δυναμένη μασήσασθαι τοὺς ἄρτους, ---

Ἑστίαν ἐπὶ ξένης οἰκοδομεῖν μὴ προῃρημένῳ γῆμαι ἢ κατοικῆσαι ἐκεῖ θάνατον μαντεύεται. ὁ Βιθυνὸς νεανίσκος ἐν Ῥώμῃ δόξας ἑστίαν οἰκοδομεῖν ἀπέθανε.

268

Τῶν δὲ συνθέτων ὀνείρων διελὼν τὰ κεφάλαια κατὰ μόνας ἕκαστον κρῖνε. οἷον εἴ τις δόξειε πλέειν εἶτα τοῦ πλοίου ἐξελθὼν ἐπὶ τῆς θαλάσσης περιπατεῖν, ἰδίᾳ μὲν τὸ πλέειν ἰδία δὲ τὸ ἐπὶ τῆς θαλάσσης περιπατεῖνκρῖνε· ἔχεις δὲ τὸ μὲν πλέειν ἐν τῷ δευτέρῳ βιβλίῳ, τὸ δὲ ἐπὶ τῆς θαλάσσης περιπτατεῖν ἐν τῷ τρίτῳ, ὅθεν λάμβανε τὰς κρίσεις.

Οὐδὲν τῶν ἀκινήτων περὶ τὸ σῶμα κείμενον ὠφελεῖ. ὁ ἐν Μαγνησία δόξας χάλκεα ἱμάτια περικεῖσθαι ὀρθῶς ἀπέθανεν. ἦν γὰρ αὐτὸν τὰ περιέχοντα ἀκίνητα καὶ οἷα τοῖς ἀγάλμασι περιτίθεται. ταῦτα δὲ οὐ ζῇ.

Ἀνδρόγυνον κωμῳδεῖν ἔδοξέ τις. ἐνόσησεν αὐτῷ τὸ αἰδοῖον. γάλλους ὁρᾶν ἔδοξέ τις. ἐνόσησεν αὐτῷ τὸ αἰδοῖον. τὸ μὲν πρῶτον διὰ τὸ ὄνομα οὕτως ἀπέβη, τὸ δὲ δεύτερον [*](p. 225) διὰ τὸ συμβεβηκὸς τοῖς ὁρωμένοις. καίτοι καὶ τὸ κωμῳδεῖν οἶσθα ὃ σημαίνει καὶ τὸ γάλλους ὁρᾶν. μέμνησο δὲ ὅτι, εἴτε κωμῳδεῖν εἴτε τραγῳδεῖν ὑπολάβοι τις καὶ μνημονεύοι, κατὰ τὴν ὑπόθεσιν τοῦ δράματος γίνεται καὶ τὰ ἀποτελέσματα.

Τὰ τῷ χρώματι ὅμοια εἰς ταὐτὸν ἀποβαίνει. Αἰθίοπά τις λαβὼν δῶρον μεθʼ ἡμέραν ἀνθράκων πλῆρες ἐδέξατο ἀγγεῖον.

Αἱ περιοχαὶ τῶν μυστηρίων ὅμοια τὰ ἀποτελέσματα ποιοῦσι καὶ ἐν χρόνῳ τοσούτῳ ὁρώμενα ἐν ὅσῳ τελεῖται

269
τὰ μυστήρια. γυνὴ ἔδοξε χορεύειν τῷ Διονύσῳ μεθυσθεῖσα. τὸ ἑαυτῆς παιδίον ἀπέκτεινεν ὂν τριετές. καὶ γὰρ ὁ περὶ Πενθέα καὶ Ἀγαυὴν λόγος τοιοῦτος, καὶ τῷ θεῷ τριετηρίδες ἄγονται ἑορταί.

Ὅτι τὸ ἐργάζεσθαι τῷ ζῆν τὸν αὐτὸν ἔχει λόγον, παρακείσθω σοι ὅδε ὁ ὄνειρος. γυνὴ ἔδοξεν ἱστὸν ἐξυφαγκέναι. τῇ ὑστεραίᾳ ἀπέθανεν οὐκέτι γὰρ εἶχεν ἔργον, τοῦτʼ ἔστιν οὐκέτι εἶχε τὸ ζῆν.

Οὔτε τὸ ἀπορρύπτεσθαι οὔτε τὸ περικεχρῖσθαί τινι τὸ πρόσωπον ἀγαθόν οὐκ ἀναμάρτητον γάρ φησιν εἶναι τὸν ἰδόντα. ὁ Πάφιος νεανίσκος ἔδοξε κατακεχρῖσθαι τὸ πρόσωπον, ὥσπερ αἱ γυναῖκες, καὶ ἐν θεάτρῳ καθέζεσθαι. μοιχεύων ἑάλω καὶ ἠσχημόνησεν. Ὅσα εἰς ἄλλο ἐστὶν εὔχρηστα, εἰς ἄλλο δαπανηθέντα ἄχρηστα γίνεται. ὁ Κρητικὸς ἔμπορος ἔδοξε τὸ πρόσωπον [*](p. 226) οἴνῳ νίπτεσθαι, καὶ εἶπέ τις αὐτῷ τῶν περὶ ταῦτα δεινῶν ‘ἐργάσει ἐκ τοῦ οἴνου καὶ τὰ δάνεια τὰ σεαυτοῦ ἀποπλυνεῖς.’ τὸ δὲ ἄρα ἦν οὐ τοιοῦτον, ἀλλʼ ὁ οἶνος αὐτῷ διεφθάρη· τὸ γὰρ ἀπόνιμμα ἄποτον καὶ ἄχρηστον εἰς τὸ λοιπόν.

Ἔτι κἀκεῖνο. ἔστι τινὰ τῶν ἐν τοῖς ὀνείροις κόσμου ἕνεκεν θεωρούμενα, ἃ χρὴ καταλείπειν. ὥσπερ γὰρ εἴ τις

270
εἰς οἶκον εἰσίοι, πάντως καὶ τὴν παραστάδα καὶ τὴν φλιὰν καὶ τὸ ὑπέρθυρον βλέπει, ἀλλʼ οὐ διὰ ταῦτα εἴσεισιν, οὕτως οὐκ ἀπὸ τούτων τὴν κρίσιν ποιητέον, ἀλλʼ ἀπʼ αὐτοῦ τοῦ οἴκου. ἔδοξέ τις τὴν ἑαυτοῦ γυναῖκα ἐπὶ πορνείου καθεζομένην ἐν ἱματίοις πορφυροῖς ὁρᾶν,καὶ ἐποιησάμεθα τὴν κρίσιν οὐκ ἀπὸ τῶν ἱματίων οὐδὲ ἀπὸ τῆς καθέδρας οὐδὲ ἀπʼ ἄλλου τινὸς ἀπὸ τοῦ πορνείου μόνου. τελώνης ὁ ἰδὼν ἐγένετο· ἦν γὰρ αὐτῷ ἡ ἐργασία ἄχρωμος, τέχνην δὲ ἢ πραγματείαν τοῦ ἰδόντος τὴν γυναῖκα νομίζομεν εἶναι. ὥσπερ οὖν ἡ φύσις οὐ τοῦ ἀναγκαίου χάριν πάντα μόνου ποιεῖ ἀλλὰ καὶ τοῦ κόσμου, ὡς τὰς ἕλικας ἐν ταῖς ἀμπέλοις, οὕτω καὶ ἡ ψυχὴ πολλὰ ἕνεκεν κόσμου συνθεωρεῖ --- καὶ πολλάκις ἀπὸ μέρους τὰ ὅλα δείκνυσιν. οἷον ἔδοξέ τις τῆς ἀδελφῆς τὰ ἱμάτια ἔχειν καὶ περικεῖσθαι. ἐκληρονόμησε τὴν ἀδελφήν.

Ὅτι τὸ φῶς τοῦ σκότους λυσιτελέστερον τοῖς μὴ λανθάνειν βουλομένοις, ἐντεῦθεν ἂν μάθοις. Μένιππος ὁ Μάγνης παγκρατιαστὴς οὐ πρὸ πολλοῦ τοῦ ἐν Ῥώμῃ [*](p. 227) ἀγῶνος ἔδοξε παγκρατιάζοντος αὐτοῦ νύκτα γεγονέναι. οὐ μόνον ἐλείφθη τὸν ἐν Ῥώμῃ ἀγῶνα, ἀλλὰ καὶ πληγεὶς τὴν χεῖρα κατέλυσεν.

Ὅτι οὐκ ἐκφεύγουσι παντελῶς οἱ ὄνειροι τὸν λόγον τῶν ἱστοριῶν, μάθοις ἂν ἐντεῦθεν. γυνὴ ἔδοξε τοὺς τοῦ Ἡρακλέους ἄθλους τετελεκέναι, καὶ οὐκ εἰς μακρὰν ἐμπυρισμῷ

271
περιληφθεῖσα ζῶσα ἐκαύθη. φασὶ γὰρ καὶ τὸν Ἡρακλέα πυρὶ διαφθαρῆναι τὸ σῶμα. ὅτε μέντοι δεῖ προσέχειν ἱστορίαις καὶ ὅτε μή, ἐπὰν κατὰ τοῦτο τοῦ λόγου γένωμαι, διδάξω σε.