Ονειροκριτικά
Artemidorus
Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.
Κακκεύειν τοῖς ἔθος ἔχουσι μόνοις συμφέρει, τοὺς δὲ λοιποὺς ταπεινοῖ ἥττονες γὰρ οἱ κολακεύοντες τῶν οὐ κολακευόντων. κολακεύεσθαι δʼ ὑπ᾿ οὐδενὸς οὐδενὶ συμφέρει, μάλιστα δέ ὑπὸ γνωρίμου προδοσίαν γὰρ ἐξ ἐκείνου προσδέχεσθαι χρή.
Πωλεῖσθαι ἀγαθὸν τοῖς τὰ παρόντα ἀλλάξαι βουλομένοις, οἷον δούλοις καὶ πένησι· κακὸν δέ εὐπόροις καὶ πεπιστευμένοις. πολλοὶ δὲ καὶ ἡρπάσθησαν καὶ ἐπράθησαν.
Ἀγοράζειν ἀγαθὸν πάντα καὶ ἐπικτᾶσθαι, ὅσα γε ἀγοράζουσιν ἄνθρωποι εἰ μὴ κειμήλια· τὰ δέ πρὸς τροφὴν πένησιν ἐπιτηδειότερα· τοῖς γὰρ εὐπόροις ἀναλώματα σημαίνει.
Ἐπικτθσθαι καὶ πολυτελεστέραν καὶ ἐγκατάσκευον ἔχειν οὐσίαν, τῆς γε οὔσης πολυτελεστέραν καὶ μετρίως ἀμείνονα, καλόν, μὴ παντελῶς δέ ὑπέρ δύναμιν πλουτεῖν ἄτοπον καὶ ζημίας ἐστὶ σημεῖον· χρὴ γὰρ τὸν πλουτοῦντα ἀναλοῦν, καὶ ἐπιβουλῆς μετέχειν καὶ φθόνου. καὶ γὰρ ἐπιβουλεύεται καὶ φθονεῖται ὁ πλούσιος. τὸ δὲ παρὰ δύναμιν πρὸς τὴν ἑκάστου ὑπόστασιν σκόπει.
Πένεσθαι οὐδενὶ συμφέρει, μόλιστα ῥήτορσι καὶ πᾶσι φιλολόγοις· ἀπορεῖσθαι γὰρ ἐπίσης τὸ πένεσθαι καὶ τὸ μὴ δύνασθαι φθέγγεσθαί φαμεν.
Τὰ παρʼ ἡλικίαν τοῖς βρέφεσι συμβαίνει πονηρά, ἄρσεσι
Πειρῶ δὲ πάντα μὲν αἰτιολογεῖν καὶ προσάπτειν ἑκάστῳ λόγον καὶ πιθανάς τινας ἀποδείξεις, ὡς εἰ καὶ πάνυ ἀληθῆ λέγοις, ψιλὰ καὶ περιλελεπισμένα ἀποτελέσματα λέγων ἧττον εἶναι δόξεις ἔμπειρος· αὐτὸς δὲ μὴ ἐξαπατηθῇς ὡς τῆς αἰτιολογίας κυρίας τῶν ἀποτελεσμάτων οὔσης· πολλὰ γὰρ ἀποβαίνει συνεχῶς ἐνίοις, καὶ ὅτι μὲν κατὰ λόγον ἀποβαίνει ἴσμεν ἐκ τοῦ πάντοτε ὁμοίως ἀποβαίνειν, τὰς δὲ αἰτίας, διʼ ἃς οὕτως ἀποβαίνει, εὑρεῖν οὐ δυνάμεθα. ὅθεν ἡγούμεθα τὰς μὲν ἀποβάσεις ἀπὸ τῆς πείρας εὑρῆσθαι, τὰς δὲ αἰτιολογίας ἀπὸ ἡμῶν αὐτῶν κατὰ τὴν ἑκάστου δύναμιν.
Ἔτι καὶ τοῦτο. ὅσα πάντη καὶ πάντως ἀκολουθεῖ τισι τῶν γινομένων, καὶ ἐν τοῖς ὕπνοις ἀκολουθῆσαι ἀνάγκη.
Ὅσοι σημαίνουσιν ὄνειροι παίδων γονὴν ἢ γάμον, οἱ αὐτοὶ καὶ τοὺς ἀποδημοῦντας παῖδας ἐπανάγουσι καὶ τὴν ἀπηλλαγμένην γυναῖκα καὶ παιδία. ἔδοξέ τις ἀροτριᾶν καὶ σπείρειν πυρούς, καὶ ἐπανῆκον αὐτῷ οἱ παῖδες ἐξ ἀποδημίας καὶ ἡ γυνὴ χωρίς οἰκοῦσα.
Πρὸς δὲ τοὺς λέγοντας ὅτι οἱ κακοὶ ὄνειροι τάχιον ἀποβαίνουσιν, [*](p. 213) οἱ δὲ ἀγαθοὶ βράδιον καὶ οὐκ ἀποβαίνουσιν, εἴποις ἂν ὅτι οὐκ ἔστιν ἀληθὲς τὸ τοιοῦτον. ἡ δὲ αἰτία τῆς πλάνης ἐστὶν ἥδε. ἤτοι κακοὺς ὁρῶσιν ὀνείρους ἔχοντας φαντασίας ἀγαθὰς καὶ κακῶν ἀποβαινόντων ἡγοῦνται ὑπὸ ἀγαθῶν ὀνείρων ἐξηπατῆσθαι (διὸ παραθήσει τοὺς ἐκ τοῦ εἰδικοῦ τρόπου ὀνείρους τοὺς κατὰ τὸ ἐντὸς μὲν ἀγαθούς, κατὰ τὸ ἐκτὸς δὲ κακούς) ἢ τὸ παρὸν οἱ ἄνθρωποι κακοδαιμονοῦντες ὁρῶσι κακοὺς ὀνείρους σημαντικοὺς τῶν ἐνεστώτων κακῶν καὶ ἀγαθοὺς προαγορευτικοὺς τῶν ἐσομένων ἀγαθῶν εἰς εὐθυμίαν, ἵνα ἐλπίδι τῶν ἐσομένων ἀγαθῶν μὴ ἀπαγορεύσωσι κακοπραγοῦντες, οὐδέπω δὲ ἀποβαινόντων τῶν ἀγαθῶν ἡγοῦνται ἐξηπατῆσθαι. φαίνεται δὲ καὶ τοῖς εὐδαιμονοῦσι κακὰ ἐνύπνια καὶ οὐδέπω ἀποβαίνοντα καταφρονεῖται. ἀλλὰ πάντως ἀποβαίνει. τῶν δὲ ὄντων ὀνείρων οἱ μέν εἰσι πᾶσι κακοί,
Περὶ συνταγῶν, ὅτι μὲν θεοὶ ἀνθρώποις συντάσσουσι θεραπείας, μάταιον τὸ ζητεῖν· πολλοὶ γὰρ καὶ ἐν Περγάμῳ καὶ ἐν Ἀλεξανδρείᾳ καὶ ἀλλαχοῦ συνταγαῖς ἐθεραπεύθησαν, εἰσὶ δὲ οἳ καὶ τὴν ἰατρικὴν ἐκ τοιούτων συνταγῶν λέγουσιν εὑρῆσθαι ὅτι δὲ ἃς ἀναγράφουσί τινες συντα- γὰς πολλοῦ γέλωτός εἰσι μεσταί, καὶ τοῖς ἐπὶ ποσὸν ἀφοιγμένοις φρονήσεως ἡγοῦμαι σαφὲς εἶναι· οὐ γὰρ τὰ ὀρώμενα ἀναγράφουσιν ἀλλʼ ὅσα ἂν αὐτοὶ πλάσωσιν. [*](p. 214) ὅταν γάρ τις λέγῃ Νηρεΐδων ζωμὸν χειμῶνι συνταγὴν δεδόσθαι τισί, δοκεῖ μοι τὰς χείμας τῶν πελωρίδων ἀποκληρώσας βελτίονας ἡγεῖσθαι --- καὶ πελωρίου ἐγκέφαλον τὸν ἀλεκτρυόνος, καὶ Ἰνδοὺς δάκνοντας πέπερι, ὅτι μέλαν ἐστὶ καὶ δάκνει, καὶ παρθένου γάλα δάκρυον καὶ ἄστρων αἷμα δρόσον, καὶ πρόβατον Ρ Κρητικὸν μῆλον
Ἔτι κἀκεῖνο. μέμνησο τῶν ἐμῶν κρίσεων καὶ τῆς ἐμῆς ἐπιβολῆς καὶ μὴ ζηλώσῃς κακοζήλους κρίσεις, μηδὲ ἐὰν [*](p. 216) ἐπαινεῖσθαι πρός τινος μέλλῃς. μηδὲ ἀπὸ μιᾶς συλλαβῆς κρίνῃς ὀνείρους, ἵνα μὴ πταίσμασι περιπτίπτων ἀδοξήσῃς. οἷόν τι λέγω· νοσῶν τις ἔδοξε Πείσωνά τινα καλούμενον ὁρᾶν. τοῦτό τις ὑπεκρίνατο πολλὴν ἀσφάλειαν καὶ σωτηρίαν καὶ προσέτι ἔφη ἐνενήκοντα καὶ πέντε ζήσειν αὐτὸν ἔτη ἀπὸ τῆς πρώτης τοῦ Πείσωνος συλλαβῆς. ἀλλʼ οὐδὲν ἧττον ἀπέθανεν ὁ ἰδὼν τὸν ὄνειρον ἐν αὐτῇ τῇ νόσῳ· καὶ γὰρ ὁ Πείσων αὐτῷ μύρα βαστάζειν ἐδόκει, νοσοῦντι δὲ πονηρὰ τὰ μύρα διὰ τὸ συνεκφέρεσθαι. μὴ νομίσῃς δὲ τὸν τοῦ ναυκλήρου ὄνειρον τούτῳ ὅμοιον εἶναι· πυνθανομένῳ γὰρ αὐτῷ εἰ ἀναβήσεται εἰς Ῥώμην, ἀπεκρίνατό τις ‘οὐ’. εἰς τετρακοσίας ἑβδομήκοντα ἡμέρας ἀνέβη οὐδὲν γὰρ διέφερεν ἢ τὸν ἀριθμὸν αὐτὸν εἰπεῖν τὸ ὄνομα τοῦ στοιχείου τοῦ δηλοῦντος τὸν ἀριθμόν.
Περὶ δὲ ἀναγραμματισμοῦ Ἀρίστανδρος ἄριστος ὢν ὀνειροκρίτης καὶ ἄλλοι τινὲς παλαιοὶ παντελῶς γελοῖόν τι πεπόνθασιν. ἐν μὲν γὰρ τοῖς προοιμίοις διδάσκουσι τί ἐστιν ἀναγραμματισμός, οὐδαμοῦ δὲ φαίνονται αὐτοὶ
Ἰσοψήφοις δὲ χρήσει, ὅταν καὶ χωρὶς τῶν ἰσοψήφων τὰ βλεπόμενα τοῦτο, ὅπερ ἂν τὰ ἰσόψηφα περιέχῃ, σημαίνῃ. [*](p. 217) οἷον γραῦς τοῖς νοσοῦσιν ὁρωμένη θανάτου γίνεται σύμβολον· ἔστι γὰρ ‘γραῦς’ ἑπτακόσια τέσσαρο καὶ ‘ἡ ἐκφορὰ’ ἑπτακόσια τέσσαρα. ἀλλὰ καὶ χωρίς τοῦ ἰσοψήφου ἡ γραῦς ἐκφορᾶς ἐστι σημαντικὴ αὐτή, μέλλουσα μὴ εἰς μακρὰν ἀποθνήσκειν. εἰ δέ ποτέ τινα ὄνειρον μηδενὶ τῶν ὀνειροκριτικῶν θεωρημάτων ὑποπίπτοντα μὴ δυνηθείης κρῖναι, μὴ ἀθυμήσῃς· καὶ γάρ εἰσί τινες πρὸ τῆς ἀποβάσεως ἄκριτοι, οὓς κρίνων μὲν ἐπιτυχὴς παρά γε ἐμοὶ εἶναι δόξεις, μὴ κρίνων δὲ οὐκ ἄτεχνος. οἷον ἔδοξέ τις στρατοπεδάρχης ἐπὶ τῇ μαχαίρᾳ αὐτοῦ γεγράφθαι ῑ θ. ἐγένετο πόλεμος ὁ Ἰουδαϊκὸς ἐν Κυρήνῃ, καὶ ἠρίστευσεν ἐν τῷ πολέμῳ ὁ ἰδὼν τὸν ὄνειρον, καὶ τοῦτο ἦν ὃ εἴπομεν, ἀπὸ μὲν τοῦ ῑ Ἰουδαίοις, ἀπὸ δὲ τοῦ κ Κυρηναίοις,
Ἔτι τὸ δηλούμενον ὑπό τινος πάλιν αὖ ἐκείνου ἐστὶ αημαντικόν, [*](p. 218) ὑφʼ οὗ δηλοῦται. οἷον γυνὴ ἔδοξε τὰ ὄμματα ἀλγεῖν. ἐνόσησαν αὐτῆς οἱ παῖδες. ἄλλη γυνὴ ἔδοξεν αὐτῆς τοὺς παῖδας νοσεῖν. ἐνόσησαν αὐτῆς τὰ ὄμματα. Διογένης ὁ ναύκληρος τῆς ἀκάτου τὸ ἀντιπρόσωπον ἔδοξεν ἀπολωλεκέναι. οὐκ εἰς μακρὰν ὁ πρῳρεὺς αὐτοῦ ἀπέθανε. καὶ ἐν Μιλήτῳ τὸν πρῳρέα τις δόξας ἐκφέρειν καὶ κατορύττειν τῆς νεὼς ἀπώλεσε τὸ ἀντιπρόσωπτον. καὶ ὁ τὸν πατέρα δόξας νοσεῖν τὴν κεφαλὴν ἤλγησεν. ὅτι δὲ πατρός ἐστι σημαντικὴ ἠ κεφαλὴ οἶσθα ἀπὸ τοῦ πρώτου βιβλίου.
Καθόλου δὲ τῶν ἐν τῷ σώματι μερῶν τὰ μὲν ἄνω πρὸς τοὺς βελτίονας καὶ ἐντιμοτέρους λάμβανε, πάντα δὲ τὰ ὑποκάτω πρὸς τοὺς ἥττονας καὶ ὑποδεεστέρους τῶν μὲν ἐν κεφαλῇ ἐπὶ βλεφάρων καὶ ὀδόντων καὶ χειλῶν καὶ γλώττης τῶν δὲ ἐν ὅλῳ τῷ σώματι τὰ ὑπέρ ζώνην καὶ ὑπὸ ζώνην τὰ δεξιὰ πρὸς ἄρσενας ἢ πρεσβυτέρους τὰ δὲ ἀριστερὰ πρὸς θηλείας ἢ νεωτέρους ἢ νεωτέρας. περὶ δὲ ἑκάστου τὸ πρὸς εἶδος ἀπὸ τῆς περὶ σώματος καὶ τῶν ἐν τῷ σώματι μερῶν διαιρέσεως ἐκ τοῦ πρώτου λάμβανε βιβλίου.
Πάντα δὲ ἔμετον καὶ αἵματος καὶ τροφῆς καὶ φλέγματος τοῖς μὲν ἀπόροις εἰς ὠφέλειαν κρῖνε, τοῖς δὲ εὐπόροις εἰς βλάβην· οἱ μὲν γὰρ οὐκ ἂν ἀπολέσαιέν τι, εἰ μὴ κτήσαιντο πρότερον· οἱ δὲ ἔχοντές τι καὶ ἀπολλύουσι.
Πᾶσαι τροφαὶ τὰ αὐτὰ καὶ βλεπόμεναι αὐτὸ μόνον καὶ ἐσθιόμεναι σημαίνουσι πλὴν κρομμύων· ταῦτα δὲ βλεπόμενα μέν ἀγαθά, ἐσθιόμενα δὲ πονηρά.
Τοὺς πολλάκις ὁρωμένους ὀνείρους, εἰ μὲν ἐκ μικρῶν διαστημάτων βλέποιντο καὶ συνεχῶς, ἀεὶ τὸ αὐτὸ σημαίνειν νόμιζε, τούτου δὲ ἕνεκεν ὁρᾶσθαι πολλάκις, τοῦ μᾶλλον [*](p. 219) αὐτοῖς προσέχειν καὶ πιστεύειν· καὶ γὰρ ἡμεῖς ἐν τῇ συνηθείᾳ, ὅταν τι σπουδαῖον λέγωμεν, πολλάκις αὐτὸ λέγομεν. οὕτως οὖν καὶ ἡ ψυχή, ἢ ὅτι σπουδαῖα προαγορεύει
Ἔτι καὶ τῶν σκευῶν καὶ τῶν ἐργαλείων ἕκαστον ἢ τέχνην σημαίνει τὸ περιεχόμενον ὑπʼ αὐτοῦ, ὡς πίθοι [*](p. 220) οἶνον ἔλαιον καὶ σιπύη πυροὺς κριθὰς κατὰ ἀναλογίαν
Ἱππικὸς ἀνὴρ στρατείαν αἰτῶν παρὰ τοῦ βασιλέως ἔδοξε κληθεὶς πρός τινος ἐξελθεῖν τοῦ οἴκου ἔνθα ἦν καὶ καταβὰς δύο κλίμακας λαβεῖν ἀπὸ τοῦ καλέσαντος στέφανον ἐλαϊνὸν τοιοῦτον οἷον ἐν πομπαῖς φοροῦσιν ἱππεῖς Ῥωμαίων. καὶ πάνυ μὲν εὔθυμος ἦν, ἐθάρρουν τε τῷ ὀνείρῳ καὶ οἱ περὶ αὐτόν· ἀπέτυχε δὲ τῆς αἰτήσεως. ἔλαβε γὰρ τὸν στέφανον οὐκ ἀναβὰς ἀλλὰ καταβὰς τὰς κλίμακας, λέγομεν δὲ τὰς προκοπὰς ἀναβάσεις, τὸ δʼ ἐναντίον αὐταῖς καταβάσεις. ὁ δὲ στέφανος ἐποίησεν αὐτὸν γῆμαι παρθένον διὰ τὴν δέσιν καὶ ὅτι παρθένου ἐλαία· παρθένου γάρ ἐστι θεᾶς. τοῦτόν σοι τὸν ὄνειρον ὑπέγραψα, ἵνα μάθῃς ὅτι μὴ δεῖ ταῖς πρώταις φαντασίαις τῶν ὀνείρων προσέχειν, ἀλλ᾿ ὁμοῦ τῇ τάξει πάντων τῶν ὁραθέντων· οἱ γὰρ ἀπὸ μόνου τοῦ στεφάνου κρίνοντες οὐ προσέχοντες τῇ καταβάσει ἔπταισαν πάντες.