Punic Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

καὶ Μασσανάσσης μὲν Καρχηδονιοις οὕτως ἐπολέμει, ὁ δὲ Σκιπίων, ἐπεί οἱ πάντα εὐτρεπῆ ἐγεγένητο ἐν Σικελίᾳ, ἔθυε Διὶ καὶ Ποσειδῶνι, καὶ ἐς Λιβύην ἀνήγετο ἐπὶ νεῶν μακρῶν μὲν δύο καὶ πεντήκοντα φορτίδων δὲ τετρακοσίων· κέλητές τε καὶ λέμβοι πολλοὶ συνείποντο αὐτῷ. καὶ στρατιὰν ἦγε πεζοὺς μὲν ἑξακισχιλίους ἐπὶ μυρίοις, ἱππέας δὲ χιλίους καὶ ἑξακοσίους. ἐπήγετο δὲ καὶ βέλη καὶ ὅπλα καὶ μηχανήματα ποικίλα καὶ ἀλορὰν πολλήν. καὶ Σκιπίων μὲν ὧδε διέπλει, Καρχηδόνιοι δὲ καὶ Σύφαξ πυνθανόμενοι ἔγνωσαν ἐν τῷ παρόντι ὑποκρίνασθαί τε Μασσανάσσην καὶ ἐς φιλίαν ὑπαγαγέσθαι, μέχρι ὅτου Σκιπίωνος ἐπικρατήσαιεν. ὁ δʼ οὐκ ἠγνόει μὲν ἐξαπατώμενος, ἀντενεδρεύων δέ, καὶ μηνύων πάντα τῷ Σκιπίωνι, ἧκε πρὸς τὸν Ἀσδρούβαν ὡς συνηλλαγμένος μετὰ τῶν ἰδίων ἱππέων. καὶ ἐστρατοπέδευον οὐ μακρὰν ἀπʼ ἀλλήλων Ἀσδρούβας τε καὶ Σύφαξ καὶ Μασσανάσσης περὶ Ἰτύκην πόλιν, ἐς ἣν ὁ Σκιπίων καταχθεὶς ὑπʼ ἀνέμων καὶ αὐτὸς ἐστρατοπέδευσε περὶ αὐτήν. οὐ πολὺ δʼ ἀπεῖχεν ὁ Ἀσδρούβας αὐτοῦ, στρατιὰν ἔχων ἐς δισμυρίους πεζοὺς καὶ ἱππέας ἑπτακισχιλίους καὶ ἐλέφαντας ἑκατὸν ἐπὶ τεσσαράκοντα.

Σύφαξ μὲν οὖν, εἴτε δείσας εἴτε ἄπιστος ἐς ἑκατέρους γιγνόμενος παρὰ μέρος, ἐσκήψατό τι λυπεῖν τὴν ἀρχὴν αὐτοῦ τοὺς ὁμόρους βαρβάρους, καὶ ἀνεζεύγνυεν ἐς τὰ οἰκεῖα· Σκιπίων δὲ κατʼ ὀλίγους ἔπεμπεν ἐπιχειρεῖν τῷ Ἀσδρούβᾳ, καί τινες αὐτῷ καὶ τῶν πόλεων προσεχώρουν. νυκτὸς δὲ λαθὼν ὁ Μασσανάσσης ἧκεν ἐπὶ τὸ στρατόπεδον τοῦ Σκιπίωνος, καὶ δεξιωσάμενος αὐτὸν ἐδίδασκε τῆς ἐπιούσης ἔς τι χωρίον ἀπὸ τριάκοντα σταδίων Ἰτύκης, ἔνθα πύργος ἔστιν Ἀγαθοκλέους ἔργον τοῦ Συρακοσίων τυράννου, μὴ πλείους πεντακισχιλίων ἐνεδρεῦσαι. ἅμα δʼ ἡμέρᾳ τὸν Ἀσδρούβαν ἔπειθε τὸν ἵππαρχον Ἄννωνα πέμψαι τό τε πλῆθος τῶν ἐχθρῶν ἐπισκεψόμενον καὶ ἐς Ἰτύκην ἐσδραμούμενον, μή τι πλησιαζόντων πολεμίων νεωτερίσειαν· καὶ αὐτὸς ὑπισχνεῖτο, εἰ κελεύοιτο, ἕψεσθαι. Ἄννων μὲν δὴ χιλίους ἦγεν ἐπιλέκτους ἱππέας Καρχηδονίους καὶ Λιβύων τι πλῆθος, Μασσανάσσης δὲ Νομάδας τοὺς ἑαυτοῦ· ὡς δʼ ἐπὶ τὸν πύργον ἀφίκοντο καὶ ὁ Ἄννων ἐξίππευσεν ἐς τὴν Ἰτύκην σὺν ὀλίγοις, μέρος τι τῆς ἐνέδρας ἐξεφαίνετο, καὶ ὁ Μασσανάσσης ἐκέλευσε τὸν τεταγμένον ἐπὶ τοῖς ἱππεῦσι τῶν Καρχηδονίων ἐπιδραμεῖν αὐτοῖς ὡς οὖσιν ὀλίγοις. καὶ αὐτὸς ἐκ βραχέος εἵπετο ὡς ἐπιβοηθήσων. ἐν μέσῳ δὲ τῶν Λιβύων γενομένων, ἥ τε πλείων ἐνέδρα κατεφαίνετο, καὶ συνηκόντισαν αὐτοὺς ἑκατέρωθεν οἵ τε Ῥωμαῖοι καὶ ὁ Μασσανάσσης, πλὴν τετρακοσίων, οἳ ἐλήφθησαν αἰχμάλωτοι. Μασσανάσσης δʼ, ἐπεὶ τοῦτο ἐξετετέλεστο, ἀπήντα τῷ Ἄννωνι κατὰ σπουδὴν ὡς φίλος ἐπανιόντι, καὶ συλλαβὼν αὐτὸν ἀπῆγεν ἐς τὸ τοῦ Σκιπίωνος στρατόπεδον, καὶ ἀντέδωκεν Ἀσδρούβᾳ τῆς μητρὸς τῆς ἑαυτοῦ.

Σκιπίων δὲ καὶ Μασσανάσσης τὴν χώραν ἐπόρθουν, καὶ Ῥωμαίων ἐξέλυον ὅσοι δεθέντες ἔσκαπτον ἐν τοῖς ἀγροῖς, ἐξ Ἰβηρίας ἢ Σικελίας ἢ ἀπʼ αὐτῆς τῆς Ἰταλίας πεμφθέντες ὑπὸ Ἀννίβου. πολιορκοῦσι δʼ αὐτοῖς πόλιν μεγάλην ᾗ ὄνομα ἦν Λόχα, καὶ πολλὰ δεινὰ πάσχουσιν, οἱ μὲν Λοχαῖοι προστιθεμένων τῶν κλιμάκων ἐπεκηρυκεύοντο ἐκλείψειν τὴν πόλιν ὑπόσπονδοι, καὶ ὁ Σκιπίων ἀνεκάλει τῇ σάλπιγγι τὴν στρατιάν· ἡ δʼ οὐχ ὑπήκουεν ὑπʼ ὀργῆς ὧν ἐπεπόνθεσαν, ἀλλʼ ἐπιβάντες τοῖς τείχεσι καὶ γύναια καὶ παιδία κατέσφαττον· ὁ δὲ τοὺς μὲν ἔτι ὄντας Λοχαίων ἀφῆκεν ἀπαθεῖς, τὴν δὲ στρατιὰν τὴν λείαν ἀφείλετο, καὶ τοὺς λοχαγούς, ὅσοι συνεξήμαρτον, ἐκλήρωσεν ἐν τῷ μέσῳ, καὶ τρεῖς τοὺς λαχόντας ἐκόλασε θανάτῳ. καὶ τάδε πράξας αὖθις ἐλεηλάτει. Ἀσδρούβας δʼ αὐτοὺς ἐνήδρευε, Μάγωνα μὲν τὸν ἵππαρχον ἐπιπέμψας ἐκ μετώπου, αὐτὸς δὲ ὄπισθεν ἐπιών. οἱ δʼ ἐν μέσῳ γενόμενοι τὸ ἔργον ἐμερίσαντο, καὶ ἐς ἑκατέρους αὐτῶν ἑκάτερος ἐπιστραφεὶς πεντακισχιλίους τῶν Λιβύων ἀπέκτειναν, καὶ χιλίους καὶ ὀκτακοσίους ἔλαβον αἰχμαλώτους, τοὺς δὲ λοιποὺς ἐς τὰς πέτρας κατήραξαν.

καὶ ὁ Σκιπίων εὐθὺς ἐπὶ τοῖσδε προσέβαλεν Ἰτύκῃ κατὰ γῆν καὶ κατὰ θάλασσαν, δύο μὲν πεντήρεσιν ἐζευγμέναις πύργον ἐπιθείς, ὅθεν τριπήχη βέλη καὶ λίθους μεγάλους ἐς τοὺς πολεμίους ἠφίει, καὶ πολλὰ μὲν ἐλύπει πολλὰ δʼ ἀντέπασχε θραυομένων τῶν νεῶν, χώματα δʼ ἐπαίρων μέγιστα, καὶ κριοῖς τὸ τεῖχος, ὅτε προσπελάσειε, τύπτων, δρεπάνοις τε περισπῶν ὅσαι βύρσαι περὶ αὐτὸ καὶ ἄλλα σκεπαστήρια ἦν. οἱ δὲ τὰ μὲν χώματα ὑπετάφρευον, καὶ τὰ δρέπανα βρόχοις παρῆγον, καὶ τοὺς κριοὺς τῆς ὁρμῆς ἐξέλυον, ἐπιβάλλοντες ἐπικαρσίας δοκούς· ἐς δὲ τὰς μηχανὰς ἐξεπήδων μετὰ πυρός, ὅτε πνεῦμα φυλάξειαν ἐς αὐτὰς ἐπίφορον. ὅθεν ὁ Σκιπίων ἀπογνοὺς οὕτως αἱρήσειν τὴν πόλιν, ἐς πολιορκίαν αὐτῆς καθίστατο.