Punic Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

Καρχηδόνιοι δὲ ταῦτα πυνθανόμενοι Ἀσδρούβαν μὲν τὸν Γέσκωνος ἐπὶ θήραν ἐλεφάντων ἐξέπεμπον, Μάγωνι δʼ ἀμφὶ τὴν Λιγυστίνην ξεναγοῦντι πεζοὺς ἀπέστελλον ἐς ἑξακισχιλίους καὶ ἱππέας ὀκτακοσίους καὶ ἐλέφαντας ἑπτά, καὶ προσέτασσον αὐτῷ μεθʼ ὅσων δύναιτο ἄλλων ἐσβαλεῖν ἐς Τυρρηνίαν, ἵνα τὸν Σκιπίωνα περισπάσειεν ἐκ Λιβύης. Μάγων μὲν δὴ καὶ τότε ἐβράδυνεν, Ἀννίβᾳ τε συνελθεῖν οὐ δυνάμενος πολὺ διεστῶτι, καὶ τὸ μέλλον ἀεὶ περιορώμενος. Ἀσδρούβας δʼ ἀπὸ τῆς θήρας ἐπανελθὼν κατέλεγε Καρχηδονίων τε καὶ Λιβύων ἐς ἑξακισχιλίους πεζοὺς ἑκατέρων καὶ ἱππέας ἑξακοσίους, δούλους τε ἠγόραζε πεντακισχιλίους, τὸ ναυτικὸν ἐρέσσειν, καὶ παρὰ τῶν Νομάδων ἔλαβε δισχιλίους ἱππέας, καὶ ξένους ἐμισθοῦτο, καὶ πάντας ἐγύμναζε, διακοσίους σταδίους ἀποσχὼν ἀπὸ Καρχηδόνος.

Νομάδων δὲ τῶν ἐν Λιβύῃ δυνάσται μὲν ἦσαν κατὰ μέρη πολλοί, Σύφαξ δʼ ὑπὲρ ἅπαντας, καὶ τιμὴν εἶχε πρὸς τῶν ἄλλων ἐπιφανῆ. Μασσυλίων δʼ αὖ, γένους ἀλκίμου, παῖς ἦν τοῦ βασιλέως Μασσανάσσης, ὃς ἐτέθραπτο μὲν ἐν Καρχηδόνι καὶ ἐπεπαίδευτο, ὄντι δʼ αὐτῷ καὶ τὸ σῶμα καλῷ καὶ τὸν τρόπον ἀρίστῳ Ἀσδρούβας ὁ Γέσκωνος, οὐδενὸς Καρχηδονίων δεύτερος, ἠγγύησε τὴν θυγατέρα, καίπερ ὄντι Νομάδι, Καρχηδόνιος ὤν. ὡς δʼ ἠλλύησεν, ἐπήγετο ἐς Ἰβηρίαν στρατηγῶν τὸ μειράκιον. Σύφαξ δὲ κνιζό μενος ὑπʼ ἔρωτος ἐπὶ τῇ παιδὶ τὰ Καρχηδονίων ἐλεηλάτει, καὶ Σκιπίωνι διαπλεύσαντι πρὸς αὐτὸν ἐξ Ἰβηρίας συνέθετο συμμαχήσειν ἐπὶ Καρχηδονίους ἰόντι. αἰσθόμενοι δʼ οἱ Καρχηδόνιοι καὶ μέγα ποιούμενοι ἐς τὸν πρὸς Ῥωμαίους πόλεμον Σύφακα προσλαβεῖν, ἐξέδοσαν αὐτῷ τὴν παρθένον ἀγνοούντων καὶ ὄντων ἐν Ἰβηρίᾳ Ασδρούβου τε καὶ Μασσανάσσου. ἐφʼ οἷς ὁ Μασσανάσσης ὑπεραλγῶν συνετίθετο καὶ ὅδε ἐν Ἰβηρίᾳ τῷ Σκιπίωνι, λανθάνων, ὡς ᾤετο, Ἀσδρούβαν. ὁ δʼ αἰσθόμενος βαρέως μὲν ἔφερεν ὑπὲρ τοῦ μειρακίου καὶ τῆς θυγατρός, ὑβρισμένοιν ἀμφοῖν, ἡγεῖτο δʼ ὅμως τῇ πατρίδι συμφέρειν ἐκποδὼν Μασσανάσσην ποιήσασθαι, καὶ ἐπανιόντι ἐς Λιβύην ἐξ Ἰβηρίας ἐπὶ θανάτῳ τοῦ πατρὸς συνέπεμπε προπομποὺς ἱππέας, οἷς εἴρητο ἀφανῶς ἐπιβουλεύειν αὐτῷ καὶ κτείνειν ὅπῃ δύναιντο.

ὁ δʼ αἰσθόμενος ἐξέφυγέ τε, καὶ τὴν πάτρῴαν ἀρχὴν ἐκρατύνετο, ἱππέας ἀθροίζων, οἷς ἡμέρας τε καὶ νυκτὸς ἦν ἔργον ἀκοντίοις πολλοῖς χρωμένους ἐπελαύνειν ἀεὶ καὶ ἀναχωρεῖν καὶ αὖθις ἐπελαύνειν. καὶ ὅλως ἐστὶν αὐτοῖς ἡ μάχη φυγὴ καὶ δίωξις. ἴσασι δὲ καὶ λιμὸν φέρειν οἱ Νομάδες οἵδε, καὶ πόᾳ χρῆσθαι πολλάκις ἀντὶ σίτου· καὶ τὸ πάμπαν ὑδροποτοῦσιν. ὅ τε ἵππος αὐτοῖς κριθῆς μὲν οὐδʼ ὅλως γεύεται, ποηφαγῶν ἀεί, πίνει δὲ διὰ πολλοῦ. τοιούτους ὁ Μασσανάσσης ἐς δισμυρίους συναγαγὼν ἐξῆγεν ἐπὶ θήρας ἢ λεηλασίας ἑτέρων ἐθνῶν· ἅπερ ᾤετο καὶ ἔργα καὶ γυμνάσια εἶναι. Καρχηδόνιοι δὲ καὶ Σύφαξ νομίζοντες ἐπὶ σφᾶς εἶναι τὴν παρασκευὴν τοῦ μειρακίου (οὐ γὰρ ἠγνόουν ἃ ἐλελυπήκεσαν αὐτόν), ἔκριναν προτέρῳ τῷδε πολεμεῖν ἔστε καθέλωσι, καὶ τότε Ῥωμαίοις ἀπαντᾶν.

Σύφαξ μὲν οὖν καὶ Καρχηδόνιοι πλείους ἦσαν παρὰ πολύ, μετὰ δὲ ἁμαξῶν καὶ παρασκευῆς βαρείας καὶ τρυφῆς ἐστρατεύοντο· Μασσανάσσης δὲ πόνων τε πᾶσιν ἐξῆρχε, καὶ ἱππικὸν μόνον εἶχε καὶ ὑποζύγιον οὐδέν, οὐδὲ ἀγοράν. ὅθεν ῥᾳδίως ὑπέφευγέ τε καὶ ἐπεχείρει καὶ ἐς τὰ ὀχυρὰ ἀνεπήδα. πολλάκις τε καὶ καταλαμβανόμενος διεσκίδνη τὸ στράτευμα, ὅπῃ δυνηθεῖεν ἀποφεύγειν κατὰ μέρη. καὶ σὺν ὀλίγοις αὐτὸς ὑπεκρύπτετό ποι, μέχρι συνέλθοιεν αὐτῷ νυκτὸς ἢ μεθʼ ἡμέραν ἐς τὸ συγκείμενον. τρίτος δέ ποτε ἐν σπηλαίῳ κρυπτόμενος ἔλαθε, τῶν πολεμίων περὶ τὸ σπήλαιον στρατοπεδευόντων. οὐδʼ ἔστιν ὅτε ἐστάθμευεν ἐν στρατοπέδῳ, ἀλλὰ καὶ μάλιστʼ ἐστρατήγει λανθάνειν ὅποι ποτε εἴη. ὅθεν οὐκ εἶχον αὐτῷ συνεχῶς προεπιχειρεῖν οἱ πολέμιοι, ἀλλʼ ἠμύνοντο ἐπιόντα. ἀγορὰ δʼ ἦν αὐτῷ καθʼ ἑκάστην ἡμέραν, ὅ τι περὶ ἑσπέραν καταλάβοι χωρίον ἢ κώμην ἢ πόλιν, λῃζομένῳ τε πάντα καὶ διαρπάζοντι καὶ μεριζομένῳ τοῖς συνοῦσιν. ὅθεν αὐτῷ πολλοὶ τῶν Νομάδων ἐπεφοίτων, μισθοὺς μὲν οὐ διδόντι τεταγμένους, τὰς δʼ ὠφελείας πολὺ πλείονας ἔχοντες.