Fragmenta
Aelian
Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.
ἔνθεν τοι καὶ τὸ ἀρρώστημα ἦν τὴν γένεσιν λαβόν.
ὑπὲρ δὴ τούτων τούτῳ ζωάγρια ἀποδιδούς, ᾗπερ οὖν δυνατὸν ἦν.
ἐπεὶ τοίνυν ὑπ’ ἀτολμίας οὗτος τῷ θεῷ ἠπείθησε, τῶν παρόντων παίδων οἵ φασι τὸν πρεσβύτην ἔργον τῆς παρούσης νόσου γενέσθαι.
καὶ οἳ μὲν ἔδρασαν ταῦτα· εἶτα μέντοι ἐξάντεις γίνονται τοῦ κακοῦ.
ἀλεκτρυόνα ἀθλητὴν Ταναγραῖον. ᾄδονται δὲ εὐ γενεῖς οὗτοι.
ὃ δὲ ἐμοὶ δοκεῖν ὁρμῇ τῇ παρὰ τοῦ Ἀσκληπιοῦ ἐς τὸν δεσπότην ἀσκωλιάζων θάτερον τῶν ποδῶν ἔρχεται, καὶ ὄρθριον ᾀδομένου τοῦ παιᾶνος τῷ Ἀσκληπιῷ ἑαυτὸν ἀποφαίνει τῶν χορευτῶν ἕνα, καὶ ἐν τάξει στὰς ὥσπερ οὖν παρά τινος λαβὼν χορολέκτου τὴν στάσιν, ὡς οἷός τε ἦν συνᾴδειν ἐπειρᾶτο τῷ ὀρνιθείῳ μέλει, συνῳδόν τε καὶ συμμελὲς ἀναμέλπων.
ὃ δὲ ἀλεκτρύων ἑστὼς ἐπὶ θατέρου ποδὸς προύτεινε τὸν λελωβημένον καὶ κυλλόν, ὥσπερ οὖν μαρτυρόμενος καὶ ἐμφαίνων οἷα ἐπεπόνθει.
ὃ δὲ ἀλέκτωρ ὕμνει τὸν σωτῆρα ᾗπερ οὖν ἔσθενε φωνῇ, καὶ ἐδεῖτο ἀρτίπουν θεῖναι αὐτόν.
καὶ ὃ μὲν ἔδρασε τὸ προσταχθέν, ὁ δὲ ὄρνις πρὸ βουλυτοῦ ἐπ’ ἀμφοῖν βαδίζων καὶ τὼ πτέρυγε κρούων καὶ βαίνων μακρὰ καὶ αἴρων τὸν τράχηλον καὶ
τὸν λόφον ἐπισείων, οἷον ὁπλίτης γαῦρος, τὴν ἐς τὰ ἄλογα προμήθειαν ἐπεδείκνυτο.ἀφίησι τῷ Ἀσκληπιῷ ἀνάθημά τε καὶ ἄθυρμα εἶναι, οἱονεὶ θεράποντα καὶ οἰκέτην περιπολοῦντα τῷ νεῷ τὸν ὄρνιν, ὁ Ἀσπένδιος ἐκεῖνος.
ὅτι Ἀσκληπιὸς καὶ τῶν ἐν παιδείᾳ ἦν προμηθής. φθόῃ γοῦν Θεόπομπον τὸν Ἀθηναῖον ῥινώμενόν τε καὶ λειβόμενον ἰάσατο, καὶ κωμῳδίας αὐθις διδάσκειν ἐπῆρεν, ὁλόκληρόν τε καὶ σῶν καὶ ἀρτεμῆ ἐργασάμενος. καὶ δείκνυται καὶ νῦν ὑπὸ λίθῳ Θεοπόμπου (πατρόθεν ὁμολογοῦντος αὐτὸν τοῦ ἐπιγράμματος, Τισαμενοῦ γὰρ ἦν υἱός) εἴδωλον Παρίας λίθου. καὶ ἔστι τὸ ἴνδαλμα τοῦ πάθους μάλα ἐναργές. κλίνη καὶ αὐτὴ λίθου. ἐπ’ αὐτῆς κεῖται νοσοῦν τὸ ἐκείνου φάσμα χειρουργίᾳ φιλοτέχνῳ· παρέστηκε δὲ ὁ θεὸς καὶ ὀρέγει οἱ τὴν παιώνιον χεῖρα, καὶ παῖς νεαρὸς ὑπομειδιῶν καὶ οὗτος. τί δὲ ἄρα νοεῖ ὁ παῖς; ἐγὼ συνίημι τοῦ φιλοπαίστην ποιητὴν ὑποδηλοῦν· γελᾷ γὰρ καὶ τῆς κωμῳδίας τὸ ἴδιον διὰ συμβόλων αἰνίττεται. εἰ δὲ ἄλλος νοεῖ ἑτέρως, κρατείτω τῆς ἑαυτοῦ γνώμης, ἐμὲ δὲ μὴ ἐνοχλείτω.
ὁ Ἀσκληπιὸς Παύσωνα καὶ Ἶρον κἂν ἄλλον τινὰ τῶν ἀπόρων ἰάσαιτο. ὀφθαλμὼ γάρ τις ἐνόσει. εἶτα ἐπιστὰς ὃ δὲ λέγει ὄξει λύσαντα κάπρου πιμελὴν
κᾆτα ὑπαλείψασθαι. ὃ δὲ κοινοῦται τῷ συνήθει ἰατρῷ. ὃ δὲ ἐπειρᾶτο τὰς αἰτίας λέγειν· τὸ μὲν γὰρ συστέλλειν τὸ οἴδημα τῇ δριμύτητι, τὸ δὲ ἐπιλιπαίνειν καὶ ἡσυχῆ ὑποτρέφειν ὁ εἴρων ἔλεγε.Ἀρίσταρχος Τεγεάτης, ὁ τῶν τραγῳδιῶν ποιητής, νοσεῖ τινα νόσον· καὶ ἰᾶται αὐτὸν ὁ Ἀσκληπιός, καὶ προστάττει χαριστήρια τῆς ὑγιείας. ὃ δὲ ποιητὴς τὸ δρᾶμα τὸ ὁμώνυμόν οἱ νέμει. θεοὶ δὲ ὑγιείας μὲν οὐκ ἄν ποτε μισθὸν αἰτήσαιεν οὐδ’ ἂν λάβοιεν. ἢ πῶς ἄν; εἴγε τὰ μέγιστα ὑμῖν φρενὶ φιλανθρώπῳ καὶ ἀγαθῇ παρέχουσι προῖκα, ἥλιόν τε ὁρᾶν καὶ τοῦ θεοῦ τοῦ τοσούτου τῆς παναρκοῦς ἀμισθὶ μεταλαμβάνειν ἀκτῖνος, καὶ χρῆσιν ὕδατος, καὶ πυρὸς συντέχνου μυρίας ἐπιγονὰς καὶ ποικίλας ἅμα καὶ συνεργοὺς ἐπικουρίας, καὶ ἀέρος σπᾶν, καὶ ἔχειν τροφὴν ζωῆς τὸ ἐξ αὐτοῦ πνεῦμα. ἐθέλουσι δὲ ἄρα ἐν τοῖσδε τοῖς μικροῖς μήτε ἀχαρίστους εἶναι μήτε ἀμνήμονας ἡμᾶς, καὶ ἐν τούτοις ἀμείνονας ἀποφαίνοντες.
ἀνὴρ πρεσβύτης νοσῶν καὶ ἐπιθανὴς ὤν.
ὅτι Διογένης εἶχεν ἐρῶντα παῖδα καὶ πικρὸς ὢν πατὴρ οὐ συνεγίνωσκε νέου ῥᾳθυμίᾳ, ἀλλὰ ἀνείργων αὐτὸν καὶ ἀναστέλλων τοῦ πόθου μᾶλλόν οἱ τὸ πάθος παρώξυνε. καὶ ἦν τοῦ κακοῦ δεινὴ ἐπίτασις·
ἐξερριπίζετο γὰρ ὁ ἔρως, ἐμποδὼν ἱσταμένου τοῦ Διογένους, καὶ ἐς τὴν παροῦσαν νόσον μᾶλλον ἐξήπτετο ὁ νέος. ἧκεν οὖν ἐς Δελφούς, ὡς ἑώρα φιλόνεικον ὂν τὸ κακόν, καὶ δυσανασχετῶν τε ἅμα καὶ περιαλγῶν ἐρωτᾷ εἰ οἱ πεπαύσεται νοσῶν ποτε ὁ παῖς. ἣ δὲ ὡς εἶδεν οὐ πάνυ τι φρενήρη γέροντα οὐδὲ ἐρωτικαῖς συγγνώμονα ἀνάγκαις λέγει ταῦταλήξει παῖς σὸς ἔρωτος, ὅταν κούφῃ νεότητι Κύπριδος ἱμερόεντι καταφλεχθῇ φρένας οἴστρῳ. ὀργὴν οὖν πρήυνον ἀμειδέα, μηδ’ ἐπιτείνειν κωλύων· πράσσεις γὰρ ἐναντία σοῖσι λογισμοῖς. ἢν δ’ ἐφ’ ἡσυχίην ἔλθῃς, λήθην τάχος ἕξει φίλτρων καὶ νήψας αἰσχρᾶς καταπαύσεται ὁρμῆς.ἀκούσας τοίνυν ὁ Διογένης ταῦτα τὸν μὲν θυμὸν κατεστόρεσεν, ἐλπίδος δὲ ὑπεπλήσθη χρηστῆς, ἔχων τῆς τοῦ παιδὸς σωφροσύνης ἐγγυητὰς ἀξιόχρεως· καὶ ἐν ταὐτῷ βελτίων ἐγένετο ὁ πατήρ, ἡμερωθείς τε καὶ πραϋνθεὶς τὸν τρόπον. τοῦτό τοι καὶ ὁ τραγικὸς Αἵμων ὁ τοῦ Σοφοκλέους ἀπεδείξατο τῆς Ἀντιγόνης ἐρῶν καὶ πικρῷ ζυγομαχῶν πατρὶ τῷ Κρέοντι· καὶ γάρ τοι καὶ ἐκεῖνος ὁμοίως ἐλαυνόμενος ξίφει πρὸς τὸν ἔρωτα καὶ τὸν πατέρα τὴν νόσον ἐλύσατο.
ἀνὴρ ἦν ἐν τῇ Γαλεώτιδι, δεινὸς λύσεις τε νόσων εἰπεῖν καὶ ὥραν ἀκαιρίας ἀκέσασθαι ἀγονίαις καὶ ἀκαρπίαις διά τινων ἱερουργιῶν, ἐπινοῆσαί τε καὶ δοῦναι μεταβολὰς καί τινας ἐς εὐπορίαν ἀγαθὰς ὁδούς.
τοῦτον ἐς Κρήτην ὁ Μίνως καλεῖ φασιν ἐπὶ δώροις, ἵνα τοῦ Γλαύκου τὴν ὑμνουμένην ἀπώλειαν ἀνιχνεύσῃ.Σενύης Αἰγυπτίων βασιλεύς, δίκαιος πάνυ. ἕπεται δὲ τῷ τρόπῳ τοῦ ἀνδρὸς τοῦδε ἄλλα μὲν ἐκ θεοῦ ἀγαθά, καὶ μέντοι καὶ ἱερογραμματέα ᾄδουσιν οἱ Αἰγύπτιοι λόγοι κατ’ αὐτὸν γενέσθαι θεοφιλῆ τε καὶ ἐς πολλὰ λυσιτελῆ. ὄνομα αὐτῷ Ἰαχίμ. ὅν φασι περιάπτων καὶ ἐπαοιδῶν ἔμπειρον γενέσθαι.
οὗτος ἐγένετο Αἰγύπτιος, ἀνὴρ θεοφιλὴς καὶ ἐς πολλὰ λυσιτελής. ἦν δὲ ἐπὶ Σενύου βασιλέως Αἰγυπτίων, περιάπτων καὶ ἐπαοιδῶν ἀντίπαλος, καὶ ἐν ταῖς ὀδύναις καὶ νόσοις σοφιστὴς ἄκρος. ὃς λοιμῶν ἐπιδημίας ἔσβεσεν, καὶ τὴν ἀμφὶ τὸν κύνα τὸν Σείριον πρωτίστην ἐπιτολὴν καὶ τὴν ὁρμὴν τὴν ἔμπυρον ἡμέρωσε τοῦ ἀστέρος. διὸ καὶ πολυτελῶς ἐτάφη. καὶ εἴ ποτε δημοσία νόσος ἐπεπόλασεν, ἐπὶ τὸν σηκὸν τοῦδε φοιτῶντες οἱ ἱερογραμματεῖς εἶτα μέντοι τὰς δεούσας ἱερουργίας ἐπιτελοῦντες ἐκ τοῦ βωμοῦ πῦρ ἐναύονται καὶ ἐξάπτοντες πυρὰς κατὰ πόλεις καὶ τοῦ δυσώδους ἀέρος τὴν φθοροποιὸν ἐκείνην νόσον μαραίνοντες καὶ κρατύνοντες, τοῦτο δὴ τὸ καινότατον, τὴν νόσον ἔσβεσαν πυρί.
ἀνδρὶ ἐπιόρκῳ καὶ τὰ θεῖα ἐν μηδεμιᾷ ὤρᾳ τιθεμένῳ, ἀπάταις δὲ καὶ ψευδολογίαις συμβιοῦντι καὶ
οὐδὲν οὐδέποτε λέγοντι ὑγιές, καὶ ἐντεῦθεν πλουτοῦντι πλοῦτον ἐπίρρητον.καὶ αὐτῷ τῶν συγγενῶν τινες ἐφήδοντο, ὡς τὰ αὐτοῦ διαδεξόμενοι· ἐκείνῳ γὰρ μὴ εἶναι παῖδας, ἅτε ῥᾴθυμον βίον καὶ λάγνον τὸν ἐς ἑταίρας καὶ πότους προῃρημένῳ.
καὶ ἄλλος αὐτοῦ παλλακίδι ἐπιμανεὶς ὡς ἤδη θεραπαίνῃ τὸν ἄθλιον ἐν νεκροῖς ἠρίθμουν. καὶ οἵ γε κηδόμενοι τοῦ ἀνδρὸς ὠδύροντό τε αὐτὸν καὶ θεοὺς ἐκάλουν συμμάχους, καὶ πρὸ πάντων Σάραπιν.
ὃ δὲ ἐδεῖτο τοῦ θεοῦ ἐπικουρῆσαί τε αὐτῷ καὶ λύκους κεχηνότας ἀποφῆναι τοὺς τὰ ἐκείνου ἑαυτοῖς καταγράφοντας, ἵνα μὴ αὐτὸς ὄφλῃ γέλωτα ἄλλοις, ἀλλ’ ἐκεῖνοι αὐτῷ.
καὶ οὐκ ἐξήμβλωτό οἱ ἡ ἐλπίς.
ὄψις οὖν ἰνδάλματος ἱεροῦ ὄναρ ἐπιστᾶσα λέγει ποιήσασθαι μεταβολὴν βίου.
ὃ δὲ τἄλλα ὢν ἀνόσιος τοῦτο γοῦν πείθεται τῷ θεῷ.