Fragmenta
Aelian
Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.
ἀποθανόντων τῶν ἀγαθῶν ἀνθρώπων ὁ θεὸς τίθεται πρόνοιαν καὶ ὤραν, καὶ τιμωρεῖ τοῖς ἀδίκως ἀνῃρημένοις. λέγει γοῦν Χρύσιππος ἐν Μεγάροις καταχθῆναί τινα, χρυσίου ζώνην πεπληρωμένην ἐπαγόμενον. ἀπέκτεινε δὲ ἄρα αὐτὸν πανδοκεὺς ὁ ὑποδεξάμενος ὀψισθέντα, ἐποφθαλμιάσας τῷ χρυσίῳ·
εἶτα ἔμελλεν ἐκκομίζειν ἐφ’ ἀμάξης ἀγούσης κόπρον, ὑποκρύψας ἐν ταύτῃ τὸν πεφονευμένον. ἡ τοίνυν ψυχὴ τοῦ τεθνεῶτος ἐφίσταται Μεγαρεῖ τινι, καὶ λέγει ὅσα τε ἔπαθε καὶ ὑφ’ ὅτου, καὶ ὅπως ἐκκομίζεσθαι μέλλοι, καὶ κατὰ ποίας πύλας· ὃ δὲ οὐκ ἤκουσε ῥᾳθύμως τὰ λεχθέντα, κνεφαῖος δὲ ἐξαναστὰς καὶ παραφυλάξας τοῦ ζεύγους ἐπελάβετο, καὶ ἀνίχνευσε τὸν νεκρόν. καὶ ὃ μὲν ἐτάφη, ὃ δὲ ἐκολάσθη.ὃ δὲ ἔς τινος πανδοκέως ἐλθὼν ἠξίου τυχεῖν καταγωγῆς· ὃ δὲ ἐδέξατο καὶ πῦρ ἐξέκαυσε.
χειμῶνος ὥρα ἦν καὶ πῦρ ἐξέκαυσε τῇ ὥρα σύγκαιρον.
καί πως τὴν ζώνην τοῦ χρυσίου, ἣν ἐπήγετο ὁ ξένος, ὁ πανδοκεὺς ἐθεάσατο καὶ παραχρῆμα ἐποφθαλμιᾷ.
ὃ δὲ ἰδὼν τὸ χρυσίον ἐποφθαλμιᾷ τῷ ἀνθρώπῳ.
ἐξήγαγεν ἐκ τῆς ζώνης τοὺς χρυσοῦς δαρεικούς, κατακερματίσαι θέλων καὶ διαλύσασθαι τῷ πανδοκεῖ.
ἐς τὸ δωμάτιον, οὗ δὴ κατέλυε, γεγονότα.
ἐπεὶ δὲ ἀωρία ἦν, ὅ μὲν ἐπὶ τὸν φόνον ὑπεθήγετο.
ἐπιρρήγνυται βροντὴ βιαιοτάτη, καὶ τὸ πανδοκεῖον κατηράχθη.
καὶ τὸν δράκοντα τὸν ἐκ τῆς θείας πομπῆς ἥκοντα.
ὃ δὲ δράκων προελθὼν ἄρα τοῦ ἀδύτου τό τε
αἶμα αὐτῶν ἐξελιχμήσατο καὶ ἐκάθηρε τὰς πληγάς, ἵνα μή ποτε ἄρα τοῦ λύθρου μιαροὶ βλέπωνται.ὃ δὲ δράκων ταῖς σπείραις τοὺς νεκροὺς συναγαγὼν ἐφύλαττεν ἀπαθεῖς, ὡς ἂν μήτε τι τῶν χερσαίων μήτε τὴν τῶν πτηνῶν ἐπὶ λύμῃ προσέλθοι.
δύο συγγραφέε Ῥωμαίων ἥστην, Τῖτος Λίβιος, οὗ διαρρεῖ πολὺ καὶ κλεινὸν ὄνομα, καὶ Κορνοῦτος. πλούσιον μὲν οὖν ἀκούω καὶ ἄπαιδα τοῦτον, σπουδαῖοο δὲ οὐδὲν ὄντα. τοσαύτη δὲ ἦν ἡ διαφορότης ἐς τούσδε τοὺς ἄνδρας τῶν ἀκροωμένων, ὡς τοῦ μὲν Κορνούτου παμπλείστους ἀκούειν, θεραπείᾳ τε καὶ κολακείᾳ τοῦ ἀνδρὸς συρρέοντας καὶ διὰ τὴν ἀπαιδίαν, ἐλπίδι κληρονομίας· τοῦ γε μὴν Λιβίου ὀλίγους, ἀλλὰ ὧν τι ὄφελος ἦν καὶ ἐν κάλλει ψυχῆς καὶ ἐν εὐγλωττίᾳ παιδείας. καὶ ταῦτα μὲν ἐπράττετο. ὁ χρόνος δὲ ὁ ἄπρατός τε καὶ ἀδέκαστος καὶ ἡ τούτου φύλαξ καὶ ὀπαδὸς καὶ ἔφορος ἀλήθεια, μήτε χρημάτων δεόμενοι, μήτε μὴν ὀνειροπολοῦντες ἐκ κλήρου διαδοχήν, μήτ’ ἄλλῳ τῳ αἰσχρῷ καὶ κιβδήλῳ τε καὶ καπήλῳ καὶ ἥκιστα ἐλευθέρῳ ἁλισκόμενοι, τὸν μὲν ἀνέφηναν καὶ ἐξεκάλυψαν, ὥσπερ κεκρυμμένον θησαυρὸν καὶ κεχανδότα πολλὰ καὶ ἐσθλά, τὸ τοῦ Ὁμήρου, τοῦτον τὸν Λίβιον· τοῦ δὲ πλουσίου καὶ μέντοι καὶ περιρρεομένου τοῖς χρήμασι λήθην κατέχεαν τοῦ Κορνούτου. καὶ ἴσασιν ἢ τις ἥ οὐδεὶς αὐτόν.
καὶ ἑώρων φάσμα τὸ μέγεθος ἐξῆκον πέρα καὶ ἀνωτέρω τοῦ ἱστοῦ.
ὃ δὲ περιαλγῶν ἐπὶ τῇ προρρήσει ἦν δῆλος, ἐπὶ ξυροῦ τε ἀκμῆς τὸ λεγόμενον ὁ τούτου κίνδυνος ὤν, οἵ τε ναῦται καὶ ὅσοι περίνεοι οὐκ ἀνεξόμενοι τῆς τούτου μελλήσεως δῆλοι ἦσαν.
οἱ ἄνεμοι οἱ σκληροί τε καὶ ἐχθροὶ παραχρῆμα ἐκόπασαν, καὶ τὸ κῦμα ἐστορέσθη· πνεῦμα δὲ κεκρι μένον κατὰ πρύμναν ἐπέρρει, καὶ τὰ ἱστία ἐπλήρου.
ἰνδάλματα εἰκασμένα κυσὶν ἔκ τινος θείας ὁρμῆς τοῦτον ἐπιπηδήσαντα, οἰκτρῶς, ὅσα ἰδεῖν, διέξυεν.
ἦν δὲ ἄρα εἴδωλα ταῦτα, ὧνπερ οὐ μετὰ μακρὸν ἔμελλε πείσεσθαι ὁ δυστυχὴς νεκρὸς ἐκείνου.
καὶ Κλέαρχος ὁ Ποντικὸς νέος ὢν ἐς Ἀθήνας ἀφίκετο ἀκοῦσαι Πλάτωνος. καὶ λέγων φιλοσοφίας διψῆν ὀλίγα οἱ συγγενόμενος (ἦν γὰρ θεοῖς ἐχθρὸς) ὄναρ ὁρᾳ ὅδε ὁ Κλέαρχος γυναῖκά τινα λέγουσαν πρὸς αὐτὸν ’ ἄπιθι τῆς Ἀκαδημείας καὶ φεῦγε φιλοσοφίαν· οὐ γάρ σοι θέμις ἐπαυρέσθαι αὐτῆς· ὁρᾷ γὰρ πρός σε ἔχθιστον.’ ὧν ἀκούσας ἐπάνεισιν ἐς τὴν Ἡρακλείαν. φθ όνῳ δὲ ἐπικλυσθεὶς ἐκπλεῖτῆς οἴκοθεν, καὶ φυγὰς ἀλώμενος ἔρχεται πρὸς Μιθριδάτην, καὶ στρατοπεδευόμενος παρ’ αὐτῷ ἐπῃνεῖτο. οὐ μὴν μετὰ
μακρὸν ἐκπίπτουσιν οἱ Ἡρακλεῶται ἐς στάσιν βαρεῖαν, εἶτα ἐπανελθεῖν ἐς φιλίαν καὶ συμβάσεις βουλόμενοι προαιροῦνται ἔφορον τῆς αὖθις ὁμονοίας τὸν Κλέαρχον. ἐπειδὴ δὲ κλητὸς παρεγένετο, καταλύσας ἔν τινι τῶν σταθμῶν τῶν διὰ τῆς ὁδοῦ ὄναρ ὁρᾷ παλαιὸν Ἡρακλεωτῶν τύραννον Εὐώπιον ὄνομα λέγοντα αὐτῷ ὅτι δεῖ τυραννῆσαί σε τῆς πατρίδος· προσέταττε δὲ καὶ οὗτος φιλοσοφίαν φυλάττεσθαι αὐτόν. ὑπεμνήσθη καὶ τούτων ἐκ τῆς προρρήσεως τῆς Ἀθήνησιν. ἐγκρατὴς οὖν τῶν κοινῶν γενόμενος, ὠμότατός τε ἦν καὶ ἐς ὑπεροψίαν ἐξαφθεὶς ἄμαχον τοῦ μὲν ἔτι ἄνθρωπος εἶναι κατεφρόνει, προσκυνεῖσθαι δὲ καὶ ταῖς τῶν Ὀλυμπίων γεραίρεσθαι τιμαῖς ἠξίου, καὶ στολὰς ἤσθητο θεοῖς συνήθεις, καὶ τοῖς ἀγάλμασι τοῖς ἐκείνων ἐπιπρεπούσας, τόν τε υἱὸν τὸν ἑαυτοῦ Κεραυνὸν ἐκάλεσεν. ἀπέκτεινε δὲ αὐτὸν πρῶτον μὲν ἡ Δίκη, εἶτα ἡ χεὶρ ἡ Χίωνος, ὥσπερ οὖν ἦν ἑταῖρος Πλάτωνος, καὶ χρόνον διήκουσεν αὐτοῦ, καὶ τὸ μισοτύραννον ἐκ τῆς ἐκείνου ἑστίας σπασάμενος ἠλευθέρωσε τὴν πατρίδα. κοινωνὼ δέ οἱ τῆς καλῆς πράξεως γενέσθαι λέγονται Λεωνίδης τε καὶ Ἀντίθεος, φιλοσόφω καὶ τώδε ἄνδρε. ὅπως δὲ ἔδωκε δίκας ἀνθ’ ὧν ἐτόλμησεν εἴρηται.ἐπὶ μέγα τρυφῆς προελθόντες οἱ Συβαρῖται καὶ πλούτου ἐπὶ μέγα ἥκοντες ἑαυτοῖς καὶ ἄλλοις ἐδόκουν ἀξιόζηλοι εἶναι.
πυθόμενοι δὲ ταῦτα οἱ Συβαρῖται κατέγραφον
ἑαυτοῖς εὐδαιμονίαν δι’ αἰῶνος. μὴ γὰρ ἐκπλεύσειν τῶν φρενῶν ἐς τοσοῦτον, ὡς ἀνθρώπους προτιμῆσαί ποτε θεῶν.καὶ νόμον ἔθεντο, εἰ τοιοῦτοι γένοιντο ὑπὸ τῷ τοσούτῳ θεῷ, εὐδαιμονίαν εἶναι καταγράφοντες κοινήν.
ὃ δὲ ὁρῶν οἷ κακοῦ εἴη, ἐπὶ τὸν τάφον τοῦ γειναμένου καταφεύγει.
κελεύει ἡ Πυθία εἴδωλόν τε πεπλασμένον ἐς ὄψιν γυναικὸς μετέωρον ἐξαρτᾶν· καὶ ἀνερρώσθη ἡ πόλις.
ἀνὴρ Εὐφρόνιος, κακοδαίμων ἀνήρ, καὶ ἔχαιρεν ἐπὶ ταῖς Ἐπικούρου φλυαρίαις καὶ ἐξ ἐκείνων κακὰ εἰρύσατο δύο, ἄθεος τε καὶ ἀκόλαστος εἶναι.
ὃ δὲ ἐν τοσούτῳ κακῷ ὢν οὐκ ἐπελάθετο τῆς βδελυρᾶς ἐκείνης καὶ ἀθέου συγγραφῆς, ἣν ὁ Γαργήττιος, ὥσπερ οὖν τὰ ἐκ Τιτανικῶν σπερμάτων φύντα, τῷ βίῳ τῶν ἀνθρώπων κηλῖδα προσετρίψατο.
ὃ δὲ ἀθλίως νόσῳ (περιπνευμονίαν καλοῦσιν Ἀσκληπιαδῶν παῖδες αὐτήν) πιεζόμενος τὰ μὲν πρῶτα ἐδεῖτο τῆς ἀνθρώπων ἰατρικῆς καὶ ἐκείνων ἤρτητο.
τῆς τῶν ἰατρῶν ἐπιστήμης βιαιότερον ἦν τὸ νόσημα.
ἐπεὶ τοίνυν ὑπὲρ τῶν ἐσχάτων ἐσάλευεν ἤδη, κομίζουσιν αὐτὸν οἱ προσήκοντες ἐς Ἀσκληπιοῦ.
καὶ καταδαρθόντι οἱ τῶν τις ἱερέων ἐδόκει λέγειν μίαν εἶναι σωτηρίας ὁδὸν τῷ ἀνδρὶ καὶ ἓν τῶν ἐφεστώτων κακῶν φάρμακον, εἴπερ οὖν τὰ Ἐπικούρου βιβλία καταφλέξας, καὶ τῶν ἀθέων τε καὶ ἀσεβῶν καὶ ἐκτεθηλυμμένων στιγμάτων τὴν σποδὸν ἀναδεύσει κηρῷ ὑγρῷ, καὶ ἐπιπλασάμενος τὴν νηδὺν καὶ τὸν θώρακα πάντα καταδήσει ταινίαις.
ὃ δὲ ὅσα ἤκουσε τοῖς οἰκείοις ὁμολογεῖ, καὶ ἐκεῖνοι περιχαρείας αὐτίκα ὑπεπλήσθησαν τῷ μὴ ἐκφρησθῆναι ἐκφαυλισθέντα καὶ ἀτιμασθέντα ὑπὸ τοῦ θεοῦ αὐτόν.
καί τινα ἐξ αὐτοῦ διδασκαλίαν ἐναυσάμενοι, κᾆτα ἐμιμήσαντο ἐς τὸ εὖ καὶ καλῶς.
φιλοχρημάτω τε ἤστην καὶ ἡδονῶν ἀκράτορε.
καὶ τὸν τρόπον ἀφειδεστάτω ἤστην καὶ φονικωτάτω.
ὑποβλήτους ἂν εἰπέ τις αὐτοὺς εἶναι καὶ νόθους ἄντικρυς. ἀνέπλησαν δὲ τὴν ἑαυτῶν πατρίδα πολλῶν κακῶν.
ἀνθ’ ὧν τὰ ἐπίχειρα ἠνέγκαντο ἀλλήλοις πρεπωδέστατα.
ἐν ἀκμῇ τοῦ κακοῦ μνήμη τις ἐσῆλθε τῶν Σαμοθρᾴκων· καὶ γὰρ οὖν τετελεσμένω αὐτοῖς ἤστην.
καὶ ἐν ἑαυτοῖς θεοκλυτοῦντες ἅμα καὶ τῶν ὀργίων ἐμέμνηντο.
οὐδὲ ἐψεύσατο. ὃ δὲ ὄναρ εἶδε τοὺς ὀφθαλμοὺς ἐξορύττεσθαι, καὶ ἠντιβόλει ῥυόμενος τὴν πήρωσιν τῆς ὄψεως, λέγων ἀφίξομαι ὑμῖν δύο ἡμερῶν ὕστερον. ἀνῃρέθη γοῦν μετὰ τοσαύτας ἡμέρας.
τοῦτον οὖν ὁμόδουλος κύων ὑπέρ τινος παραπεσόντος ἐδέσματος οἰηθεῖσά οἱ διαφέρεσθαι, προσπαίζοντος ἄλλως.
ἣ δὲ ἠγανάκτησε καὶ κυνηδὸν ὑποπλησθεῖσα τοῦ θυμοῦ, τοῖς ὀδοῦσιν ἐμφῦσα ἐς τὸ σκέλος εἶτα μηδὲν ἀδικοῦντα χωλὸν εἰργάσατο.
τοῦτον οὖν πλευρῖτις νόσος περιλαβοῦσα ἐστρέβλου δεινῶς.