Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

ὅ τε λέγων πάντ’ εἶναι τὰ φαινόμενα ψευδῆ καὶ ἐτεῇ μόνα ὑπάρχειν τὰ νοητά, ἔστι ἔστι κατ’ ἀλήθειαν, ἤτοι φάσει μόνον χρώμενος τοῦτ’ ἐρεῖ ἢ καὶ ἀποδεικνύς. ἀλλὰ φάσει μὲν λέγων φάσει ἐπισχεθήσεται, ἀπόδειξιν δὲ παραλαμβάνειν πειρώμενος περιτραπήσεται.

ἢ γὰρ φαινομένῳ τινὶ διδάξει τὸ ἐτεῇ μόνα εἶναι τὰ νοητὰ ἢ ἀδήλῳ. οὔτε δὲ φαινομένῳ τοῦτο διδάξει, οὐ γὰρ ὑπάρχει, οὔτε ἀδήλῳ, ἐκ φαινομένου γὰρ ὀφείλει προπεπιστῶσθαι τὸ ἄδηλον. οὐ τοίνυν ὑγιής ἐστιν ἡ στάσις τῶν περὶ Δημόκριτόν τε καὶ Πλάτωνα.

Ὁ δὲ Ἐπίκουρος (fr. 253 Us.) ἔλεγε μὲν πάντα τὰ αἰσθητὰ εἶναι ἀληθῆ, καὶ πᾶσαν φαντασίαν ἀπὸ ὑπάρχοντος εἶναι, καὶ τοιαύτην ὁποῖόν ἐστι τὸ κινοῦν τὴν αἴσθησιν, πλανᾶσθαι δὲ τοὺς τινὰς μὲν τῶν φαντασιῶν λέγοντας ἀληθεῖς, τινὰς δὲ ψευδεῖς παρὰ τὸ μὴ δύνασθαι χωρίζειν δόξαν ἀπὸ ἐναργείας. ἐπὶ γοῦν τοῦ Ὀρέστου, ὅτε ἐδόκει βλέπειν τὰς Ἐρινύας, ἡ μὲν αἴσθησις ὑπ᾿ εἰδώλων κινουμένη ἀληθὴς ἦν ὑπέκειτο γὰρ τὰ εἴδωλα), ὁ δὲ νοῦς οἰόμενος, ὅτι στερέμνιοί εἰσιν Ἐρινύες ἐψευδοδόξει.

καὶ ἄλλως, φησίν, οἱ προειρημένοι τῶν φαντασιῶν διαφορὰν εἰσάγοντες οὐκ ἰσχύουσι πιστώσασθαι τὸ τινὰς μὲν αὐτῶν ἀληθεῖς ὑπάρχειν, τινὰς δὲ ψευδεῖς· οὔτε γὰρ φαινομένῳ διδάξουσι τὸ τοιοῦτον, ζητεῖται γὰρ τὰ φαινόμενα, οὔτε ἀδήλῳ, διὰ φαινομένου γὰρ ὀφείλει τὸ ἄδηλον ἀποδείκνυσθαι.

τοιαῦτα δὴ λέγων ὁ Ἐπίκουρος ἄκων εἰς τὴν ὁμοίαν ἐκπέπτωκεν ἀπορίαν. εἰ γὰρ ὁμολογεῖ τῶν φαντασιῶν τὰς μὲν ἀπὸ στερεμνίων γίνεσθαι σωμάτων τὰς δὲ ἀπὸ εἰδώλου, καὶ δίδωσι τὸ μέν τι εἶναι ἐνάργειαν τὸ δὲ δόξαν, ζητῶ πῶς κρίνει τὰς ἀπὸ στερεμνίου σώματος φαντασίας καὶ τὰς ἀπὸ εἰδώλου προσπιπτούσας; οὔτε γὰρ ἐναργείᾳ, ζητεῖται γάρ, οὔτε δόξῃ, ὄι ἐναργείας γὰρ ὀφείλει [*](10 ἐτεῇ Fabr.: ἔτι N: ἔτι ἢ LEς 15 ἐτεῇ Fabr.: ἔτι ἢ LEς: om. N τὰ νοητὰ εἶναι ς 17 προπεπιστῶσθαι Bekk.: προπεπιστεῦθαι G 18 σύστασις L 29 a οἱ τὴν προειρημένην Heintz dubit. 4 ταῦτα N 7 εἰδώλου N: εἰδώλων LEς)

πεπιστῶσθαι.

ἄλλως τε καὶ ἄτοπός ἐστιν ἑκτῶν μᾶλλον ζητουμένων τὰ ἦττον ζητούμενα δεικνύναι πειρώμενος. ἡμῶν γὰρ σκεπτομένων περὶ τῆς τῶν φαινομένων πίστεως, αὐτὸς τὴν περὶ τῶν εἰδώλων τερατολογουμένην καὶ μυθώδη δόξαν ἐπεισάγει.

Καὶ μὴν οὐδὲ τοῖς Στωικοῖς εὐοδεῖ ὁ λόγος· θέλουσι μὲν γὰρ τῶν τε αἰσθητῶν καὶ νοητῶν εἶναι διαφοράν, καθ’ ἣν τὰ μέν ἐστιν ἀληθῆ τὰ δὲ ψευδῆ, οὐκ ἰσχύουσι δὲ τὸ τοιοῦτον συνάγειν. διακένους γὰρ εἷναί τινας φαντασίας ὡμολογήκασιν, ὁποῖαι προσέπιπτον τῷ Ὀρέστῃ ἀπὸ τῶν Ἐρινύων, καὶ ἄλλας παρατυπωτικὰς τἀς ἀπὸ ὑποκειμένων μέν, οὐ κατ’ αὐτὰ δὲ τὰ ὑποκείμενα, ὁποία ἦν ἡ κατὰ μανίαν Ἡρακλεῖ ἀπὸ τῶν ἰδίων παίδων <ὡς> Εὐρυσθέως ὑποπεσοῦσα. ἀπὸ ὑποκειμένων γὰρ ἐγίνετο τῶν παίδων, οὐ κατ’ αὐτὰ δὲ τὰ ὑποκείμενα· οὐ γὰρ ἰδίους ἔβλεπε <τοὺς> παῖδας, ἀλλὰ φησίν (Euripid. Herc. 982)·

  • εἰς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως
  • ἔχθραν πατρῴαν ἐκτίνων πέπτωκέ μοι.
  • τούτου δὲ οὕτως ἔχοντος ἀδιάκριτοι γίνονται <αἱ> φαντασίαι,

    καὶ οὐκ ἔχουσι λέγειν οἱ ἀπὸ τῆς Στοᾶς, τίνες τε ταῖς ἀληθείαις καταληπτικαί εἰσι καὶ ἀπὸ ὑποκειμένων καὶ κατ’ αὐτὰ τὰ ὑποκείμενα γίγνονται, καὶ τίνες οὔκ εἰσι τοιαῦται, καθάπερ διὰ πλειόνων ἔμπροσθεν ἐδείξαμεν (l 426 sqq.).

    Οἷος δέ ἐστιν ὁ περὶ ταύτης τῆς στάσεως λόγος, τοιοῦτος γένοιτ’ ἂν ἡμῖν καὶ ὁ περὶ τῆς λειπομένης, καθ’ ἣν οἱ μὲν ἐν τῷ σημαινομένῳ, τουτέστιν ἀσωμάτῳ λεκτῷ, τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ὑποτίθενται, οἱ δ’ ἐν τῇ φωνῇ, οἱ δ’ ἐν τῷ κινήματι τῆς διανοίας.

    αὐτίκα γάρ, ἕνα ἀπὸ τῆς πρώτης ἄρξηταί τις, ἠξίουν οἱ Στωικοὶ (II fr. 187 Arn.) κοινῶς ἐν λεκτῷ τὸ ἀληθὲς εἶναι καὶ τὸ ψεῦδος. λεκτὸν δὲ ὑπάρχειν φασὶ τὸ κατὰ λογικὴν φαντασίαν ὑφιστάμενον, λογικὴν δὲ εἶναι φαντασίαν καθ’ ἣν τὸ φαντασθὲν ἔστι λόγῳ παπεπιστῶσθαι [*](11 Bekk.: πεπιστεῦσθαι G τε Bekk.: δὲ G 20 προσέπιπτον Bekk.: προύπιπτον G 23 ὡς sec. Herveti versionem add. Bekk. 26 τοὺς add. Rüstow 29 αἱ add. Bekk. 8 δόξης vel στάσεως post πρώτης add. Heintz coll. p. 291, 7. 25. 501, 13 10/11 φαντασίαν εἷναι E)

    ραστῆσαι. τῶν δὲ λεκτῶν τὰ μὲν ἐλλιπῆ καλοῦσι, τὰ δὲ αὐτοτελῆ· ὧν τὰ μὲν ἐλλιπῆ παρείσθω νῦν, τῶν δὲ αὐτοτελῶν πλείους <τρόπους> εἶναί φασι·

    καὶ γὰρ προστακτικὰ καλοῦσί τινα, ἅπερ προστάσσοντες λέγομεν, οἷον (Γ 130)

  • δεῦρ’ ἴθι νύμφα φίλη,
  • καὶ ἀποφαντικά, ἅπερ ἀποφαινόμενοί φαμεν, οἷον “ὁ Δίων περιπατεῖ ”, καὶ πύσματα, ἅπερ λέγοντες πυνθανόμεθα, οἷον “ποῦ οἰκεῖ Δίων;”

    ὀνομάζεται δέ τινα παρ’ αὐτοῖς καὶ ἀρατικὰ, ἅπερ λέγοντες ἀρώμεθα (Γ 300)

  • ὧδέ σφ’ ἐγκέφαλος χαμάδις ῥέοι ὧς ὅδε οἶνος,
  • καὶ εὐκτικά, ἅπερ λέγοντες εὐχόμεθα, ὁποῖόν ἐστι Η 202)·
  • Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε μέγιστε,
  • δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.
  • προσαγορεύουσι δέ τινα τῶν αὐτοτελῶν καὶ ἀξιώματα,

    ἅπερ λέγοντες ἤτοι ἀληθεύομεν ἢ ψευδόμεθα. ἔστι δέ τινα καὶ πλείονα ἢ ἀξιώματα, οἶον τὸ μὲν τοιοῦτο

  • Πριαμίδαισιν ἐμφερὴς ὁ βουκόλος
  • ἀξίωμά ἐστιν· ἢ γὰρ ἀληθεύομεν λέγοντες αὐτὸ ἢ ψευδόμεθα· τὸ δὲ οὕτως ἔχον (fr. trag. adesp. 286 Nauck2)
  • ὡς Πριαμίδαισιν ἐμφερὴς ὁ βουκόλος
  • πλέον τι ἀξιώματός ἐστι καὶ οὐκ ἀξίωμα.

    πλὴν ἱκανῆς οὔσης ἐν τοῖς λεκτοῖς διαφορᾶς, ἴνα τι, φασίν, ἀληθὲς ᾖ ἢ ψεῦδος, δεῖ αὐτὸ πρὸ παντὸς λεκτὸν εἶναι, εἶτα καὶ αὐτοτελές, καὶ οὐ κοινῶς ὁποιονδήποτε οὖν ἀλλ’ ἀξίωμα· μόνον γὰρ τοῦτο, καθὼς προεῖπον, λέγοντες ἤτοι ἀληνῦν [*](13 νῦν om. N 14 τρόπους add. Kochalsky φασι <διαφοράς>· Bekk. dubit. 17 καὶ—περιπατεῖ ut glossema del. Kayser ἀποφαντικά Gren.: ἀποφατικά G ὁ Gren.: οὐ G 22 ὁποῖόν ἐστι om. ς 26 ἔστι—27 ἀξιώματα post 29/30 ψευδόμεθα transp. ς 26 τινα om. E 27 οἷον—29/30 ψευδόμεθα ut glossema del. Kayser 28 πριαμίδαισιν E: πριαμίδεσιν L: πριαμίδωσιν N: πριαμίδῃσιν ς (cf. p. 303, 1) 30 τὸ δὲ οἶον τὸ ς 2 καὶ οὐκ LEς: ἢ N: an καὶ)

    θεύομεν ἢ ψευδόμεθα.

    οὐκοῦν, φασὶν οἱ ἀπὸ τῆς σκέψεως, τὸ εἶναί τι λεκτὸν ἀσώματον, ὃ κεχώρισται τῆς τε σημαινούσης φωνῆς, οἷον τῆς ‘‘Δίων”, καὶ τοῦ τυγχάνοντος, καθάπερ αὐτοῦ τοῦ Δίωνος, πόθεν ἔχουσι παραστῆσαι; ἢ γὰρ αὐτόθεν ἐροῦσι τοῦθ’ ὑπάρχειν οἱ Στωικοί, ἢ δι’ ἀποδείξεως τὴν ὕπαρξιν αὐτοῦ πιστώσονται.

    καὶ εἰ μὲν αὐτόθεν λέγοιεν τὸ ἀσώματον τοῦτο λεκτὸν ὑπάρχειν, καὶ ἡμῖν ἐξέσται λέγειν αὐτόθεν ὅτι οὐκ ἔστιν· ὡς γὰρ ἐκεῖνοι χωρὶς ἀποδείξεως εἰσι πιστοί, οὕτω καὶ οἱ ἀπορητικοὶ τοὐναντίον διὰ ψιλῆς προφερόμενοι φάσεως γενήσονται πιστοί, ἢ εἴπερ ἀπιστοῦνται, καὶ οἱ ἀπὸ τῆς Στοᾶς ὁμοίως ἄπιστοι γενήσονται.

    εἰ δὲ δι’ ἀποδείξεως τὸ τοιοῦτον πιστώσονται, χεῖρον αὐτοῖς ἄπορον ἐπακολουθήσει. ἡ γὰρ ἀπόδειξις λόγος ἐστίν, ὁ δὲ λόγος ἐκ λεκτῶν συνέστηκεν. τοῖς λεκτοῖς οὖν παραστήσουσι τὸ εἶναί τι λεκτὸν οἱ Στωικοί, ὅπερ ἀπεμφαίνει, ἐπείπερ ὁ μὴ διδοὺς τι λεκτὸν οὐδὲ πολλὰ δώσει λεκτὰ εἶναι.

    ζητουμένων τε καὶ τῶν ἐν τῇ ἀποδείξει λεκτῶν εἰ ἔστιν, ἐὰν μὲν ἐξ ἑτοίμου λαμβάνωσι τὸ εἶναι ταῦτα, ἐξ ἑτοίμου καὶ οἱ ἀπορητικοὶ τὸ μὴ εἶναι λήψονται, τῆς αὐτῆς ἐπ’ ἀμφοτέρων ὑποπιπτούσης πίστεως ἢ ἀπιστίας, ἐὰν δὲ ἐξ ἀποδείξεως, εἰς ἄπειρον ἐκπεσοῦνται· ἀπόδειξιν γὰρ ἀπαιτηθήσονται τῶν ἐν τῇ δευτέρᾳ ἀποδείξει ἐμπεριεχομένων λεκτῶν, καὶ τρίτην κομίσαντες τῶν ἐν τῇ τρίτῃ, καὶ τετάρτην τῶν ἐν τῇ τετάρτῃ, ὥστε ἄναρχον αὐτοῖς εἶναι τὴν ἀπόδειξιν τοῦ εἶναι λεκτόν.

    Καὶ ἄλλα δὲ πλείω ἔστιν εἰς τὸν τόπον λέγειν, περὶ ὧν εὐκαιρότερον ἐν τοῖς περὶ ἀποδείξεως (§ 300—315) διεξελευσόμεθα. τὰ νῦν δὲ ἐκεῖνο ῥητέον, ὅτι τὸ αὐτοτελὲς [*](76—77 ~ Hyp. II 107—108. adv. math. I 157 cf. II 258.) [*](9 καὶ τοῦ N (ut iam Bekk.): καὶ τῆς τοῦ LEς 10 ἔχουσι Kochalsky coll. vv. 11 et 12: ἔχομεν G 15 εἰσι πιστοί NL: ἄπιστοι Ες 21 τοῖς ἐκλεκτοῖς Ν 22 ἀπεμφαίνει scr.: ἀπεμφαῖνον G)

    ἀξίωμα σύνθετον εἶναι θέλουσιν, οἷον τὸ ‘‘ἡμέρα ἔστι” σύγκειται ἔκ τε τοῦ ἡμέρα καὶ τοῦ ἔστιν. ἀσώματον δὲ οὐδὲν οὔτε συντεθῆναι οὔτε μερισθῆναι δύναται· ἴδια γὰρ σωμάτων ἐστὶ ταῦτα. τοίνυν οὐδέν ἐστιν αὐτοτελὲς πρᾶγμα οὐδὲ ἀξίωμα.

    πᾶν τε λεκτὸν λέγεσθαι δεῖ, ὅθεν καὶ ταύτης ἔτυχε τῆς προσηγορίας· οὐδὲν δὲ λεκτὸν λέγεται, ὡς παριστᾶσιν οἱ ἀπορητικοί· οὐκ ἄρα ἔστι τι λεκτόν. ᾧ ἕπεται μηδὲ ἀξίωμα εἶναι μηδὲν ἀληθὲς ἢ ψεῦδος. λέγειν γάρ ἐστι, καθὼς αὐτοί φασιν οἱ ἀπὸ τῆς Στοᾶς (II fr. 167 Arn.), τὸ τὴν τοῦ νοουμένου πράγματος σημαντικὴν προφέρεσθαι φωνήν, οἶον τοῦδε τοῦ στίχου (Α 1)·

  • μῆνιν ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος.