Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

εἰ δὲ μὴ φαινομένοις, πάλιν ἄπιστος θέλων διὰ μὴ φαινομένων τὰ φαινόμενα περιτρέπειν. εἰ δὲ φαινομένοις κινεῖ τὰ φαινόμενα, πάντως πιστοῖς, καὶ οὕτως αὐτ’ ὅθεν ἔσται τὰ φαινόμενα πιστά.

ὥστε ὁ λόγος καὶ κατ’ αὐτῶν χωρεῖ. ἡμεῖς δὲ ὅτι <μὲν> τὰ φαινόμενα, εἴτε αἰσθητὰ εἴη εἴτε νοητά, πλείστης γέμει [*](23 τὰ om. N 29 ληπτά Heintz coll. p. 367, 5. 696, 18 sqq. (sed idem valet vox λήμματα, qua concessum aliquid significatur): πιστά Rüstow coll. p. 367, 16 30 ὅτι add. Fabr. 3 πολλῶν L 4 γὰρ om. N 7 τὰ <μὲν> φ. N 17 καθ᾿ αὑτοῦ Kochalsky χωρεῖ N: χρῆται LE ς μὲν add. Bekk.)

μάχης τῆς τε παρὰ φιλοσόφοις καὶ τῆς παρὰ τῷ βίῳ, πρότερον (§ 355) ἐπελογισάμεθα· τὸ δὲ νῦν ἔχον πρὸς τὴν ἐκκειμένην διαστολὴν ἐκεῖνο ῥητέον, ὅτι οὔτε φάσει χρώμενοι κινοῦμεν τὰ φαινόμενα οὔτε μὴ φαινομένοις, συγκρίνοντες δὲ αὐτὰ αὑτοῖς. εἰ μὲν γὰρ σύμφωνα εὑρίσκετο τὰ αἰσθητὰ τοῖς αἰσθητοῖς καὶ τὰ νοητὰ τοῖς νοητοῖς καὶ ἐναλλάξ, ἴσως ἂν παρεχωροῦμεν αὐτὰ τοιαῦτα τυγχάνειν ὁποῖα φαίνεται·

νῦν δὲ ἐν τῇ συγκρίσει ἀνεπίκριτον εὑρίσκοντες μάχην, καθ’ ἣν τὰ ἕτερα ὑπὸ τῶν ἑτέρων ἐκβάλλεται, τῷ μήτε πάντα θεῖναι δύνασθαι διὰ τὴν τοιαύτην μάχην μήτε τινὰ διὰ τὴν τῶν ἀντικειμένων ἰσοσθένειαν, μήτε πάντ’ ἐκβαλεῖν διὰ τὸ μηδὲν ἔχειν τοῦ φαίνεσθαι πιστότερον, ἐπὶ τὸ ἐπέχειν κατηντήσαμεν.

ἀλλ’ ὁ λόγος ἐκ τῶν φαινομένων τὴν πίστιν λαμβάνων ἐν τῷ ταῦτα κινεῖν καὶ ἑαυτὸν συνεκβάλλει. ὅπερ ἦν συναρπαζόντων τὸ ζητούμενον ἀνδρῶν. οὐ γὰρ ὁ λόγος ἐκ τῶν φαινομένων βεβαιοῦται, ἀλλὰ τὰ φαινόμενα ἐκ τοῦ λόγου κρατύνεται.

καὶ εἰκότως· εἰ γὰρ διάφωνά ἐστι έστι (τινῶν μὲν λεγόντων αὐτὰ ὑποκεῖσθαι, τινῶν δὲ μηδαμῶς), ἐκ τοῦ λόγου ὀφείλει κατασταθῆναι. τούτου τε μάρτυρές εἰσιν οὐκ ἄλλοι τινὲς ἢ οἱ ἑτερόδοξοι, <.....> λόγῳ δ’ ἀποδεῖξαι ὅτι ἀληθῆ ἐστι τὰ φαινόμενα. καὶ ἄλλως τὸ ὅτι τοῖς φαινομένοις δεῖ πιστεύειν <....>; <....> ;

οὐκ ἄρα τὰ φαινόμενα τοῦ λόγου ἀλλ’ ὁ λόγος τῶν φαινομένων βεβαιότερός ἐστιν, ὅ γε καἰ ἑαυτὸν κἀκεῖνα πιστούμενος.

Εἰ δὴ τὰ λήμματα τῆς ἀποδείξεως ἐστιν ἄδηλα, ἄδηλος δὲ καὶ ἡ ἐπιφορά, τὸ δὲ ἐξ ἀδήλων συνεστὼς πάλιν [*](23 εὑρίσκετο Bekk.: εὑρίσκεται G 30 ἐκβαλεῖν Bekk.: ἐκβάλλειν G 4 διάφωνά G: διαφωνία Gen. 7 post ἑτερόδοξοι excidisse puto: <τὰ μὲν φαινόμενα οὐ πάντως τιθέμενοι> simile quid (cf. p. 367, 7), Heintz: <αὐτοί, οὐ ψιλὴ φάσει οὐδ’ ἀναποδείκτως τὸ ὅτι τοῖς φαινομένοις δεῖ πιστεύειν ἀξιοῦντες>, cum 8 καὶ ἄλλως—9 πιστεύειν deleat δ’ G: τ’ Fabr. 8 τὸ LEς: τε N: πόθεν Bekk. 9 post πιστεύειν Kochalsky add. <ἐκ λόγου μόνον οἷόν τε κρατύνειν> vel simile quid coll. v. 3 οὐκ ἄρα τὰ φαινόμενα Heintz (ut Bekk. p. 248, 15): οὐ γὰρ τὰ φαινόμενα V: οὐ τὰ φαινόμενα γὰρ NLEABR)

ἄδηλον, ἡ ἀπόδειξίς ἐστιν ἄδηλος καὶ ἐπιζητεῖ τὸ παραστῆσον αὐτῆς τὴν πίστιν, ὅπερ οὐκ ἔστιν ἀποδείξεως.

Ἀλλ’ οὐ δεῖ, φασί (Stoic. fr. II 167 Arn.), πάντων ἀπόδειξιν αἰτεῖν, τινὰ δὲ καὶ ἐξ ὑποθέσεως λαμβάνειν, ἐπεὶ οὐ δυνήσεται προβαίνειν ἡμῖν ὁ λόγος, ἐὰν μὴ δοθῇ τι πιστὸν ἐξ αὑτοῦ τυγχάνειν. ἀλλὰ πρῶτον <μὲν> καὶ ἡμεῖς ἐροῦμεν, ὅτι οὐκ ἐστιν ἀναγκαῖον τὰς ἐκείνων δογματολογίας προβαίνειν, πλασματώδεις ὑπαρχούσας. εἶτα καὶ ποῖ προβήσονται;

τῶν γὰρ φαινομένων αὐτὸ μόνον παριστάντων ὅτι φαίνεται, τὸ δ’ ὅτι καὶ ὑπόκειται μηκέτι προσισχυόντων διδάσκειν, τιθέσθω καὶ τὰ λήμματα τῆς ἀποδείξεως ὅτι φαίνεται, καὶ ἡ ἐπιφορὰ ὁμοίως. ὧδε δὲ οὐ συναχθήσεται τὸ ζητούμενον καὶ οὐ παραχθήσεται ἡ ἀλήθεια, μενόντων ἡμῶν ἐπὶ ψιλῆς φάσεως καὶ τοῦ οἰκείου πάθους. τὸ δ’ ὅτι οὐ μόνον φαίνεται, ἀλλὰ καὶ ὑπόκειται θέλειν παριστᾶν ἀνδρῶν ἐστι μὴ τῷ ἀναγκαίῳ πρὸς τὴν χρείαν ἀρκουμένων, ἀλλὰ καὶ τὸ δυνατὸν συναρπάζειν ἐσπουδακότων.

Καθόλου τε ἐπεὶ οὐχ ἡ ἀπόδειξις μόνον ἐξ ὑποθέσεως προκόπτειν ἀξιοῦται τοῖς δογματικοῖς, ἀλλὰ καὶ ὅλη σχεδὸν ἡ φιλοσοφία, πειρασόμεθα κατὰ τὸ δυνατὸν ὀλίγα διεξελθεῖν πρὸς τοὺς ἐξ ὑποθέσεως τι λαμβάνοντας.

ταῦτα γὰρ ἅ φασιν ἐξ ὑποθέσεως λαμβάνειν, εἰ μὲν πιστά ἐστι διὰ τὸ ἐξ ὑποθέσεως εἰλῆφθαι, πιστὰ φανήσεται καὶ τἀναντία τούτοις ἐξ ὑποθέσεως ληφθέντα, καὶ ταύτῃ θήσομεν τὰ μαχόμενα· εἰ δὲ ἐπὶ τούτων, φημὶ δὲ τῶν ἐναντίων, πρὸς πίστιν ἡ ὑπόθεσις ἀσθενής, <ἀσθενὴς> καὶ ἐπ’ ἐκείνων γενήσεται, ὥστε οὐδέτερα πάλιν ὑποθησόμεθα.

τοῦτό τε ὃ ὑποτίθεταί τις, ἤτοι ἀληθές ἐστι καὶ τοιοῦτον οἶον αὐτὸ ὑποτίθεται, ἢ ψεῦδος. καὶ εἰ μὲν ἀληθές, ἑαυτὸν ἀδικεῖ ὁ ὑποτιθέμενος τοῦτο, εἴγε δυνάμενος αὐτὸ μὴ αἰτεῖσθαι, ἀλλ’ αὐτόθεν λαμβάνειν ὧς ἀληθὲς εἰς πρᾶ- [*](369—378 ~ adv. math. III 7—17.) [*](14/15 παραστῆσαι N 19 μὲν add. Bekk. 25 δὲ οὐ N: γὰρ LEς 28 παριστᾶν Bekk.: περισπᾶν G 29 τῶν ἀναγκαίων N 30 ἀδύνατον Kayser coll. p 508, 27 1 ἡ om. LEς at cf. V. 19/20 2 τι ΝΕς (cf. p. 698, 19. 22. 29): τις L: edd. 7 ἀσθενὴς add. Bekk. 8 πάλιν om. Hervetus θησόμεθα vel θήσομεν Heintz coll. p. 698, 25)

γμα συμφεύγει ὑποψίας πλῆρες, εἰς τὴν ὑπόθεσιν, αἰτούμενος τὸ αὐτόθεν ἀληθές. εἰ δὲ ψεῦδός ἐστιν, οὐκέτι αὑτόν, ἀλλὰ τὴν φύσιν τῶν πραγμάτων ἀδικεῖ ὁ τῇ ὑποθέσει χρώμενος, τὸ μὴ ὂν ἀξιῶν αὐτῷ αὐτόθεν συγχωρηθῆναι ὧς ὄν, καὶ τὸ ψεῦδος βιαζόμενος λαμβάνειν ὧς ἀληθές.

καὶ μὴν εἴπερ πᾶν τὸ ἀκολουθοῦν τοῖς ἐξ ὑποδέσεως ληφθεῖσιν ἀξιοῖ τις βέβαιον εἶναι, ὅλην συγχέει τὴν φιλόσοφον ζήτησιν. εὐθέως γὰρ ὑποθησόμεθα τὰ τρία τέσσαρα εἷναι, καὶ συνάξομεν ὧς ἀκολουθοῦν τὸ τὰ ὲξ ὀκτὼ ὑπάρχειν ἔσται δὲ τοῦτο ἀληθές (τὸ τὰ ὀκτὼ ὑπάρχειν) <....>.

εἰ δὲ λέγοιεν πρὸς ἡμᾶς, ὅτι ἄτοπόν ἐστι τὸ τοιοῦτο δεῖ γὰρ βέβαιον εἶναι τὸ ὑποτεθέν, ἵνα συνομολογηθῇ καὶ τὸ ἀκολουθοῦν τούτῳ), καὶ τὸ παρ’ ἡμῶν ἀκούσονται, [τὸ] μηδὲν αὐτόθεν ἀξιούντων λαμβάνειν, πᾶν δὲ τὸ τιθέμενον μετ’ ἀκριβείας τίθεσθαι.

πρὸς τούτοις, εἰ τὸ ὑποτιθέμενον, ᾗ ὑποτίθεται, βέβαιόν ἐστι καὶ ἀσφαλές, μὴ ταῦτα ὑποτιθέσθωσαν οἱ δογματικῶς φιλοσοφοῦντες τὰ ἐξ ὧν συνάγουσι τὸ ἄδηλον, ἀλλ’ αὐτὸ τὸ ἄδηλον, τουτέστι μὴ τὰ λήμματα τῆς ἀποδείξεως, ἀλλὰ τὴν ἐπιφοράν. ἀλλὰ κἂν μυριάκις τοῦθ’ ὑποθῶνται, οὐκ ἔστι πιστὸν διὰ τὴν ἀδηλότητα καὶ τὴν περὶ αὐτοῦ ζήτησιν. φανερὸν δήπουθεν ὅτι, οὐδὲ ἐὰν τὰ λήμματα Γῆς ἀποδείξεως δίχα ἀποδείξεως αἰτήσωνται, ἀνύουσί τι πρὸς πίστιν διὰ τὸ καὶ ταῦτα τῶν ἀμφισβητησίμων ὑπάρχειν.

Νὴ Δία, ἀλλ’ εἰώθασιν ὑποτυγχάνοντες λέγειν, ὅτι πίστις ἐστὶ τοῦ ἐρρῶσθαι τὴν ὑπόθεσιν τὸ ἀληθὲς εὑρίσκεσθαι ἐκεῖνο τὸ τοῖς ἐξ ὑποθέσεως ληφθεῖσιν ἐπιφερόμενον· εἰ γὰρ τὸ τούτοις ἀκολουθοῦν ἐστὶν ὑγιές, κἀκεῖνα οἷς ἀκολουθεῖ ἀληθῆ καὶ ἀναμφίλεκτα καθέστηκεν. [*](14 δὲ om. ς 17 βασταζόμενος N 20 <τὸ> τὰ coll. p. 699, 14 22 τὸ G: τῷ edd. 22/23 ὀκτὼ G: δὶς τρία Fabr. 23 lac. stat. Kochalsky, quam sic fere explet coll. p. 699, 15 sqq.: <εἰ γὰρ τὰ τρία τέσσαρά ἐστι, τὰ ἐξ ὀκτὼ γενήσεται. ἀλλὰ μὴν τὰ τρία τέσσαρά ἐστιν, ὡς ἡ ὑπόθεσις δίδωσιν· τὰ ἄρα ἐξ ὀκτώ ἐστιν.> 25 τούτῳ), <ταὐτὸ> Heintz deleto τὸ v. 25 et 26 26 τὸ del. Bekk. τὸ μὴ δεῖν αὐτόθεν ἀξιοῦν τι λαμβ. Meineke (et antea Hervetus: non oportere quidquam velle ex se ipso sumere) 9 ἐστὶν om. L)

καὶ πόθεν ἔχομεν, ἐρεῖ τις,

δεῖξαι ὅτι τὸ ἀκολουθοῦν τῷ ἐξ ὑποθέσεως ληφθέντι ἀληθές ἐστιν; ἀρά γε ἐξ αὐτοῦ ἢ ἐκ τῶν λημμάτων οἷς ἀκολουθεῖ; θεῖ; ἀλλ’ ἐξ αὐτοῦ μὲν οὐκ ἂν εἴη· ἄδηλον γάρ ἐστιν. ἐκ δὲ τῶν λημμάτων; οὐδ’ οὕτως· περὶ γὰρ τούτων ἐστὶν ἡ μάχη, καὶ δεῖ αὐτὰ πρότερον κατασταθῆναι.

οὐ μὴν ἀλλ’ ἔστω γε καὶ τὸ ἀκολουθοῦν τοῖς ἐξ ὑποθέσεως ληφθεῖσιν ἀληθές· οὐ μὴν παρὰ τοῦτο καὶ τὰ ἐξ ὑποθέσεως ληφθέντα γενήσεται ἀληθῆ. εἰ μὲν γὰρ μόνον κατ’ αὐτοὺς τῷ ἀληθεῖ εἴπετο ἀληθές, θές, προύβαινεν <ἂν> ὁ λόγος, ὧς τοῦ ἀκολουθοῦντος τῷ ἐξ ὑποθέσεως ληφθέντι ὄντος ἀληθοῦς γίνεσθαι τὸ ἐξ ὑποθέσεως ληφθὲν ἀληθές·

νῦν δὲ ἐπεὶ καὶ ψεύδει ψεῦδός φασιν ἀκολουθεῖν καὶ ψεύδει ἀληθές, οὐ κατ’ ἀνάγκην, εἰ τὸ λῆγόν ἐστιν ἀληθές, καὶ τὸ ἡγούμενον ἔσται ἀληθές, ἀλλ’ ἐνδέχεται τοῦ λήγοντος ἀληθοῦς ὄντος τὸ ἡγούμενον ὑπάρχειν ψεῦδος.

Οδοῦ μὲν οὖν πάρεργον, ὥς φασι, καὶ παρενθήκης τοσαῦτα εἰρήσθω περὶ τοῦ μὴ δεῖν ἐξ ὑποθέσεως κατάρχεσθαι τὴν ἀπόδειξιν·

ἀκολούθως δ’ ὑποδεικτέον, ὅτι καὶ εἰς τὸν δι’ ἀλλήλων τρόπον ἐμπέπτωκεν, ὅ ἐστιν ἀπορώτερον. ὅτι μὲν γὰρ τῶν ἀδήλων ἐστὶν ἡ ἀπόδειξις προκατεστησάμεθα, πᾶν δὲ ἄδηλον ἐπικρίσεως δεῖται, τὸ δὲ ἐπικρίσεως δεόμενον κριτηρίου χρῄζει τοῦ παραστήσοντος, εἴτε ὑγιές ἐστιν εἴτε μὴ τοιοῦτον· ὥσπερ γὰρ τὸ μετρηθῆναι ὀφεῖλον οὐ χωρὶς μέτρου μετρεῖσθαι πέφυκε καὶ πᾶν τὸ κανονιζόμενον οὐ χωρὶς κανόνος κανονίζεται, οὕτω καὶ τὸ κρινόμενον οὐ χωρὶς κριτηρίου δοκιμάζεται.

ἐπεὶ οὖν καὶ τὸ εἰ ἔστι κριτήριον ἐζήτηται, τῶν μὲν μηδὲν εἶναι φαμένων, τῶν δὲ εἶναι, τῶν δὲ ἐν ἐποχῇ τοῦτο φυλαξάντων, πάλιν δεήσει τὸ ὅτι ἔστι κριτήριον ἀποδειχθῆναι διά τινος ἀποδείξεως. ἀλλὰ δὴ ἴν ἔχωμεν τὴν ἀπόδειξιν πιστήν, [*](15 τούτων et αὐτὰ Heintz coll. p. 700, 14: τούτου et αὐτὸ G 20 ἂν add. Kayser ὡς (= ὥστε) Kochalsky: καὶ G: τὸ Bekk. dubit. καὶ <ἔδει> Kalbfleisch 21 rco E: <καὶ> τὸ 23 ἀκολουθεῖν N: ἀκολουθεῖ LEς 27 κἀν παρενθήκης Bekk. dubit.: καὶ παρενθήκη Kochalsky coll. Herodot. VII 171. Pausan. I 8, 1 30/31 ὅς ἐστιν ἀπορώτατος Bekk. coll. p. 384, 16. 401, 12 9 τὴν om. Gen.)

ἀναστρέφειν ἐπὶ τὸ κριτήριον δεήσει, καὶ οὕτω, μήτε ταύτην πρὸ ἐκείνου ἔχοντας πίστ’ ἢν μήτε ἐκεῖνο πρὸ ταύτης βέβαιον, ὁμολογεῖν τὴν περὶ ἀμφοτέρων ἐποχήν.