Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

εἰ δὴ ταῦτα ἐπ᾿ ἴσης πᾶσι φαίνεται καὶ ἐνδεικτικὴν ἔχει δύναμιν τῶν ἀδήλων, ἀνάγκη καὶ τὰ ἄδηλα ἐπ᾿ ἴσης πᾶσι προσπίπτειν ὡς ἂν καὶ τῶν αἰτίων <τῶν> αὐτῶν ὄντων καὶ τῆς ὕλης ὁμοίας ὑποκειμένης. οὐχὶ δέ γε τοῦτο· οὐ γὰρ πάντες ὡσαύτως τὰ ἄδηλα γινώσκουσι, καίπερ κατ᾿ ἴσον τοῖς αἰσθητοῖς ἐγκυροῦντες, ἀλλ᾿ οἱ μὲν οὐδ᾿ εἰς ἔννοιαν αὐτῶν ἔρχονται, οἱ δὲ ἔρχονται μέν, εἰς ποικιλίαν δὲ καὶ πολυτρόπους καὶ μαχομένας ὑποσύρονται ἀποφάσεις. ἀκόλουθον ἄρα μὴ αἰσθητὰ λέγειν τὰ σημεῖα, ἴνα μὴ τοῦθ’ ἡμῖν τὸ ἄτοπον ἕπηταὶ.

Ἐνέσται δὲ καὶ βραχέως τὰ προειρημένα περιλαβόντας τοιουτουσί τινας προτείνειν λόγους. εἰ τὰ φαινόμενα πᾶσι φαίνεται, τὰ δὲ σημεῖα οὐ πᾶσι φαίνεται, οὐκ ἔστι τὰ φαινόμενα σημεῖα. ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον.

καὶ πάλιν· εἰ τὰ φαινόμενα, καθόσον ἐστὶ φαινόμενα, διδασκαλίας οὐκ ἔχει χρείαν, τὰ δὲ σημεῖα, παρόσον ἐστὶ σημεῖα, διδασκαλίας ἔχει χρείαν, τὰ σημεῖα οὐκ ἔστι φαινόμενα. ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον.

Πρὸς μὲν οὖν τοὺς ἀξιοῦντας αἰσθητὸν εἶναι τὸ σημεῖον τοσαῦτα ἠπορήσθω·

σκοπῶμεν δὲ καὶ τὴν ἀντικειμένην τούτοις στάσιν, φημὶ δὲ τῶν νοητὸν αὐτὸ προειληφότων καθεστάναι. βραχέα δὲ ἴσως δεήσει καὶ περὶ τοῦ ἀρέσκοντος αὐτοῖς προλαβεῖν, καθ᾿ ὃ ἀξίωμα θέλουσιν εἶναι τὸ σημεῖον, καὶ διὰ τοῦτο νοητόν. ὑπογράφοντες τοίνυν φασὶ (Stoic. fr.II 221 Arn.)

σημεῖον εἶναι ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον, ἐκκαλυπτικὸν [*](245—253 ~ Hyp. II 104—106.) [*](10 πᾶσι N (iam ab Herveto coniectum): φασίν Eς: om. L 11 προσπίπτειν N: προπίπτειν G 12 τῶν add. Bekk. ὁμοίως ϛ 17 ἀποφάνσεις Kayser 25 τὰ—26 χρείαν om. ϛ 26 τὰ <δὲ> σ. N 29 ἠπορείσθω ϛ 30 δὴ ϛ 31/1 προειληφότων Bekk.: προληφότων N: προσειληφότων LEϛ 5 συνημμένῳ LEg: συνημμένοις N)

τὸ ὒ λήγοντος. κρίσεις δὲ τοῦ ὑγιοῦς συνημμένου πολλὰς μὲν καὶ ἄλλας εἶναί φασιν, μίαν δ’ ἐξ ἀπασῶν ὑπάρχειν, καὶ ταύτην οὐχ ὁμόλογον, τὴν ἀποδοθησομένην. πᾶν γὰρ συνημμένον ἢ ἀπὸ ἀληθοῦς ἀρχόμενον εἰς ἀληθὲς λήγει, ἢ ἀπὸ ψεύδους ἀρχόμενον ἐπὶ ψεῦδος λήγει, ἢ ἀπ’ ἀληθοῦς ἐπὶ ψεῦδος, ἢ ἀπὸ ψεύδους ἐπ’ ἀληθές.

ἀπὸ μὲν οὖν ἀληθοῦς ἀρχόμενον ἐπ’ ἀληθὲς λήγει τὸ “ εἰ εἰσὶ θεοί, προνοίᾳ θεῶν διοικεῖται ὁ κόσμος”, ἀπὸ ψεύδους δὲ ἐπὶ ψεῦδος τὸ “ εἰ πέταται ἡ γῆ, πτέρυγας ἔχει ἡ γῆ” , ἀπὸ ψεύδους δὲ <ἐπ᾿> ἀληθὲς “ εἰ πέταται ἡ γῆ, ἔστιν ἡ γῆ” , ἀπὸ δὲ ἀληθοῦς ἐπὶ ψεῦδος τὸ “ εἰ κινεῖται οὗτος, περιπατεῖ οὗτος”, μὴ περιπατοῦντος μὲν αὐτοῦ, κινουμένου δέ.

τεσσάρων οὑν οὐσῶν τοῦ συνημμένου συζυγιῶν, ὅταν ἀπ’ ἀληθοῦς τε ἄρχηται καὶ εἰς ἀληθὲς λήγῃ, ἢ ὅταν ἀπὸ ψεύδους ἐπὶ ψεῦδος, ἤ ὅταν ἀπὸ ψεύδους ἐπ’ ἀληθὲς ἢ ἀναστρόφως ἀπ’ ἀληθοῦς ἐπὶ ψεῦδος, κατὰ μὲν τοὺς πρώτους τρεῖς τρόπους φασὶν ἀληθὲς τοῦτο γίνεσθαι (ἐάν τε γὰρ ἀπ’ ἀληθοῦς ἀρχόμενον ἐπ’ ἀληθὲς λήγῃ, ἐστὶν ἀληθές, ἐὰν τε ἀπὸ ψεύδους ἐπὶ ψεῦδος, πάλιν ἀληθές· ὡσαύτως δὲ κἂν ἀπὸ ψεύδους ἐπ’ ἀληθές), καθ’ ἕνα δὲ μόνον γίνεσθαι ψεῦδος, ὅταν ἀπ’ ἀληθοῦς ἀρχόμενον λήγῃ ἐπὶ ψεῦδος.

τούτων δὲ οὕτως ἐχόντων ἀναζητητέον, φασί, τὸ σημεῖον οὐκ ἐν τῷ μοχθηρῷ τούτῳ συνημμένῳ ἀλλ’ ἐν τῷ ὑγιεῖ· εἴρηται γὰρ ἀξίωμα τὸ ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον. ἀλλ’ ἐπεὶ οὐχ ‘ὲν ἦν ὑγιὲς συνημμένον, τρία δέ, καθάπερ τὸ ἀπ’ ἀληθοῦς ἀρχόμενον καὶ ἐπ’ ἀληθὲς λῆγον καὶ τὸ ἀπὸ ψεύδους ἐπὶ ψεῦδος καὶ τὸ ἀπὸ ψεύδους ἐπ’ ἀληθές, σκεπτέον, πότερόν ποτε ἐν πᾶσι ζητητέον τοῖς ὑγιέσι συνημμένοις τὸ σημεῖον ἢ ἐν τισὶν ἢ ἐν τινί.

οὐκοῦν εἰ τὸ σημεῖον ἀληθὲς εἶναι δεῖ καὶ ἀληθοῦς παραστατικόν, οὔτε ἐν τῷ ἀπὸ ψεύδους ἀρχομένῳ καὶ ἐπὶ ψεῦδος λήγοντι οὔτε ἐν τῷ ἀπὸ ψεύδους ἐπ’ ἀληθὲς ὑποκείσεται. λείπεται δὴ ἐν ἐκείνῳ μόνον αὐτὸ τυγχάνειν τῷ ἀπὸ [τοῦ] ἀληθοῦς τε [*](12 εἰ om. RV, supra lin. add. L 14 ἐπ’ add. Gen. 18 τε om. N 23 εἷναι Bekk. dubit. 5 δὴ ἐν Ν: οὖν LEς 6 τοῦ del. Kochalsky)

χομένῳ καὶ ἐπ’ ἀληθὲς λήγοντι, ὧς ἂν καὶ αὐτοῦ ὑπάρχοντος καὶ τοῦ σημειωτοῦ συνυπάρχειν ὀφείλοντος αὐτῶ.

τοίνυν ὅταν λέγηται τὸ σημεῖον ἀξίωμα εἷναι ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον, δεήσει ἐν μόνῳ ἀκούειν αὐτὸ καθηγούμενον συνημμένῳ τῷ ἀπ’ ἀληθοῦς τε ἀρχομένῳ καὶ ἐπ’ ἀληθὲς λήγοντι. καὶ μὴν οὐκ εἰ τι ἡγεῖται ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ ἀπ’ ἀληθοῦς τε ἀρχομένῳ καὶ ἐπ’ ἀληθὲς λήγοντι, τοῦτό ἐστι σημεῖον.

αὐτίκα γὰρ τὸ τοιοῦτο συνημμένον “ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν” ἀπ’ ἀληθοῦς μὲν ἄρχεται τοῦ ‘‘ἡμέρα ἔστιν” καὶ ἐπ’ ἀληθὲς λήγει τὸ “φῶς ἔστιν”, οὐκ εἶχε δέ τι ἐν αὐτῷ ἡγούμενον ἀξίωμα σημεῖον τοῦ λήγοντος· οὐδὲ γὰρ ἐκκαλυπτικόν ἐστι τοῦ “φῶς ἔστιν τὸ ἡμέρα ἔστιν, ἀλλ’ ὧς αὐτὸ δι’ αὑτοῦ προσέπιπτεν, οὕτω καὶ τὸ “φῶς <ἔστιν>” ἐκ τῆς ἰδίας ἐλαμβάνετο περιφανείας.

δεῖ ἄρα τὸ σημεῖον οὐ μόνον ἐν ὑγιεῖ εἶναι συνημμένῳ ἡγούμενον, τουτέστι τῷ ἀπ’ ἀληθοῦς ἀρχομένῳ καὶ ἐπ’ ἀληθὲς λήγοντι, ἀλλὰ καὶ ἐκκαλυπτικὴν ἔχειν φύσιν τοῦ λήγοντος, οἶόν ἐστι τὸ ἐν τοῖς τοιούτοις συνγμμένοις “ εἰ γάλα ἔχει ἐν μαστοῖς ἥδε, κεκύηκεν ᾔδε’ καὶ “ εἰ βρογχεῖον ἔπτυκεν οὗτος, ἕλκος ἔχει ἐν πνεύμονι οὗτος”.

τουτὶ γὰρ τὸ συνημμένον ὑγιές ἐστιν, ἀρχόμενον μὲν ἀπ’ ἀληθοῦς τοῦ “βρογχεῖον ἔπτυκεν οὗτος”, λῆγον δὲ <τὸ> “ἕλκος ἔχει οὗτος ἐν πνεύμονι”, μετὰ τοῦ εἶναι τὸ πρῶτον τοῦ δευτέρου· ἐκείνῳ γὰρ προσβάλλοντες κατάληψιν τούτου ποιούμεθα.

Ἔτι, φασί, τὸ σημεῖον παρὸν παρόντος εἶναι δεῖ σημεῖον. ἔνιοι γὰρ ἐξαπατώμενοι καὶ παρὸν παρῳχημένου θέλουσιν εἶναι σημεῖον, ὧς ἐπὶ τοῦ “ εἰ οὐλὴν ἔχει οὗτος, ἕλκος ἔσχηκεν οὗτος”· τὸ μὲν γὰρ ‘‘οὐλὴν ἔχει” παρόν ἐστι, φαίνεται γάρ, τὸ δὲ ἕλκος ἐσχηκέναι παρῳχημένον, οὐκέτι γὰρ ἔστιν ἕλκος· καὶ παρὸν μέλλοντος, ὧς τὸ περιεχόμε- [*](11 συνημμένον N 12 οὐδ’ Heintz 13 ἀρχομένῳ Αrnim: ἀρχόμενον G 14 λήγοντι Arnim: λῆγον G γὰρ Heintz sec. ἀρχόμενον (iam enim): γε NLE: γέ τοι ’ς 17 τὸ Heintz 18 ιὐ Heintz 19/20 προσέπιπτεν Bekk. : προύπιπτεν G 20 ἔστιν add. Bekk. 23 ἔχει LA 29 τὸ add. Bekk. 3 εἰ om. N 4 τὸ Kochalsky: εἰ G ἔχειν Kochalsky 6 ἔστι <τὸ> Heintz)

νον τῷ τοιούτῳ συνημμένῳ “ εἰ καρδίαν τέτρωται οὗτος, ἀποθανεῖται οὗτος”· τὸ μὲν γὰρ τραῦμα τῆς καρδίας εἶναί φασιν ἤδη, τὸν δὲ θάνατον μέλλειν.

ἀγνοοῦσι δὴ οἱ τὰ τοιαῦτα λέγοντες, ὅτι ἄλλ’ ἐστὶ τὰ παρῳχημένα καὶ τὰ μέλλοντα, τὸ μέντοι σημεῖον καὶ σημειωτὸν κἀν τούτοις παρὸν παρόντος ἐστίν. ἔν τε γὰρ τῷ προτέρῳ τῷ “ εἰ οὐλὴν ἔχει οὗτος, ἕλκος ἔσχηκεν οὗτος” τὸ μὲν ἕλκος γέγονεν ἤδη καὶ παρῴχηκεν, τὸ δὲ ἕλκος ἐσχηκέναι τοῦτον, ἀξίωμα καθεστηκός, ἐνέστηκεν, περὶ γεγονότος τινὸς λεγόμενον· ἔν τε τῷ “ εἰ καρδίαν τέτρωται οὗτος, ἀποθανεῖται οὗτος” ὁ μὲν θάνατος μέλλει, τὸ δὲ ἀποθανεῖσθαι τοῦτον ἀξίωμα ἐνέστηκεν, περὶ μέλλοντος λεγόμενον, παρὸ καὶ νῦν ἐστιν ἀληθές.

ὥστε καὶ ἀξίωμά ἐστι τὸ σημεῖον, καὶ ἐν ὑγιεῖ συνημμένῳ καθηγεῖται τῷ ἀρχομένῳ ἀπὸ ἀληθοῦς καὶ λήγοντι ἐπὶ ἀληθὲς, ἐκκαλυπτικόν τέ ἐστι τοῦ λήγοντος, καὶ διὰ παντὸς παρὸν παρόντος ἐστὶ σημεῖον.

Τούτων δ’ ὑποδεδειγμένων κατὰ τὰς αὐτῶν ἐκείνων τεχνολογίας πρῶτον μὲν ἄξιόν ἐστι τὸ τοσοῦτον εἰπεῖν πρὸς αὐτούς. εἰ καθ’ οὓς μὲν αἰσθητόν ἐστι τὸ σημεῖον, καθ’ οὓς δὲ νοητόν, καὶ ἡ περὶ τούτου διαφωνία μέχρι τοῦ νῦν ἀνεπίκριτός ἐστιν, ἄδηλον εἶναι ῥητέον ἀκμὴν τὸ σημεῖον. ἄδηλον δὲ ὂν χρῄζει τῶν ἐκκαλυψόντων, ἀλλ’ οὐκ αὐτὸ ἑτέρων δεῖ ὑπάρχειν ἐκκαλυπτικόν.

καὶ μὴν εἰ τὸ σημεῖον κατ’ αὐτοὺς ἐν λεκτῷ τὴν ὑπόστασιν ἔχει, τὰ δὲ λεκτὰ εἰ ἐστι ζητεῖται, ἄτοπον, πρὶν ὁμολογηθῆναι τὸ γένος, ὧς βέβαιον λαμβάνειν τὸ εἶδος. ὁρῶμεν δέ, ὡς εἰσί τινες οἱ ἀνῃρηκότες τὴν ὕπαρξιν τῶν λεκτῶν, καὶ οὐχ οἱ ἑτερόδοξοι μόνον, οἷον οἱ Ἐπικούρειοι, ἀλλὰ καὶ οἱ στωικοί, ὧς οἱ περὶ τὸν Βασιλείδην (fr. unic. Arn.), ἔδοξε μὴ ’δεν εἶναι ἀσώματον. τοίνυν ἐν ἐποχῇ φυλακτέον ἐστὶ τὸ σημεῖον.

ἀλλ’ ἀποδείξαντες, φασί, πρότερον τὴν τῶν [*](258 cf. §§ 76—77. Hyp. II 107—108. adv. math. I 157.) [*](20 ἀπ’ V, in margine γρ. ἐπὶ 29 δεῖ G: δύναται Bekk. dubit. 2 <μόνον> ἀλλὰ LEς 3 οἱ ante ’στ’. del. βασιλείδην ς: βασιλίδην NLE)

λεκτῶν ὕπαρξιν ἕξομεν βεβαίαν καὶ τὴν τοῦ σημείου φύσιν. οὐκοῦν ὅταν ἀποδείξητε, ἐρεῖ τις, τότε καὶ τὸ πιστὴν εἶναι τὴν τοῦ σημείου ὕπαρξιν λαμβάνετε· ἄχρι δὲ ἐπὶ ψιλῆς μένετε τῆς ὑποσχέσεως, ἀνάγκη καὶ ἡμᾶς ἐν ἐποχῇ μένειν.

εἶτα καὶ πῶς οἷόν τέ ἐστιν ἀποδεικνύναι τὴν τῶν λεκτῶν ὕπαρξιν; ἢ γὰρ διὰ σημείου δεήσει τοῦτο ποιεῖν ἢ δι’ ἀποδείξεως. ἀλλ’ οὔτε διὰ σημείου τινὸς οὔτε δι’ ἀποδείξεως δυνατὸν τοῦτο ποιεῖν· ταῦτα γὰρ καὶ αὐτὰ λεκτὰ ὄντα παραπλησίως τοῖς ἄλλοις λεκτοῖς ἐζήτηται,