Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

ἐκκαλυπτικὴ γὰρ ἦν τοῦ συμπεράσματος. ἕνα οὖν τὸ σημεῖον βεβαιωθῇ, δεῖ πιστὴν εἶναι τὴν ἀπόδειξιν, ἵνα δὲ ἡ ἀπόδειξις πιστὴ γένηται, δεῖ προβεβαιωθῆναι τὸ σημεῖον, ὥστε ἑκάτερον τὴν ἐκ θατέρου πίστιν περιμένον ἐπ’ ἴσης τῷ λοιπῷ ἐστιν ἄπιστον.

πρὸς τούτοις τὸ ἐν ἀποδείξεως μέρει λαμβανόμενον εἰς τὴν τοῦ σημείου βεβαίωσιν ἤτοι αἰσθητόν ἐστιν ἢ νοητόν. καὶ εἰ μὲν αἰσθητόν, πάλιν ἡ ἀρχῆθεν μένει ζήτησις τῷ τὰ αἰσθητὰ κοινῶς διαπεφωνῆσθαι· εἰ δὲ νοητόν, ὁμοίως ἄπιστον καθέστηκεν· οὐ χωρὶς γὰρ τῶν αἰσθητῶν δύναται τοῦτο ληπτὸν ὑπάρχειν.

[*](179—181 ~ Ηyp. II 121—122.)[*](3 σχεδὸν ἀνεπίκριτος ϛ 7 διαπέπτωκεν Kayser 12 fors. ἄδηλον <ὄν> 13 τὸ del. Heintz 14 <ὡς> 17 ἔστηκε κατὰ τῆς ἀποχῆς ϛ 18 ἀμφισβητησίμων NLE: ἀμφισβητουμενων ϛ 25 ἐκ θατέρου LEς: ἐκ ἑκατέρου Ν qui unde hoc sumpserint, nescio)

Πλὴν συγκεχωρήσθω τε καὶ ἐκ περιουσίας δεδόσθω τὸ ἤτοι αἰσθητὸν ἢ νοητὸν εἶναι τὸ σημεῖον. ἀλλὰ καὶ οὕτως ἀδύνατον τὴν ὑπόστασιν αὐτοῦ πιστὴν ὑπάρχειν. λεκτέον δὲ ἐν μέρει περὶ ἑκατέρου, καὶ εὐθέως γε περὶ τοῦ [μὴ] αἰσθητὸν αὐτὸ τυγχάνειν. ἕνα τοίνυν τοῦθ’ ὁμόλογον ᾖ, δεῖ προσυμπεφωνῆσθαι τὴν τῶν αἰσθητῶν ὕπαρξιν καὶ ὁμόλογον εἶναι παρὰ πᾶσι τοῖς φυσικοῖς, ἴν’ ὧς ἀπὸ ὁμολόγου ταύτης ἡ περὶ τοῦ σημείου ἀνάγηται σλἐψις.

οὐ συμπεφώνηται δέ, ἀλλ’ (Platon. p. 264 D. Herodot. vit. Hom. 11), [*](9a)

  • ἔστ’ ἂν ὕδωρ τε ῥέῃ καὶ δένδρεα μακρὰ τεθήλῃ,
  • οὔποτε πεπαύσονται περὶ αὐτῆς οἱ φυσικοὶ πρὸς ἀλλήλους πολεμοῦντες, ἐπείπερ ὁ μὲν Δημόκριτος μηδὲν ὑποκεῖσθαί φησι τῶν αἰσθητῶν, ἀλλὰ κενοπαθείας τινὰς αἰσθήσεων εἶναι τἀς ἀντιλήψεις αὐτῶν, καὶ οὔτε γλυκύ τι περὶ τοῖς ἐκτὸς ὑπάρχειν, οὐ πικρὸν ἢ θερμὸν ἢ ψυχρὸν ἢ λευκὸν ἢ μέλαν, οὐκ ἄλλο τι τῶν πᾶσι φαινομένων· παθῶν γὰρ ἡμετέρων ἦν ὀνόματα ταῦτα.

    ὁ δὲ Ἐπίκουρος πάντα ἔλεγε τὰ αἰσθητὰ τοιαῦτα ὑποκεῖσθαι ὁποῖα φαίνεται καὶ κατ’ αἴσθησιν προσπίπτει, μηδέποτε ψευδομένης τῆς αἰσθήσεως, ἀλλ’ ἡμῶν ψεύδεσθαι ταύτην δοκούντων. οἱ δὲ ἀπὸ τῆς Στοᾶς καὶ τοῦ Περιπάτου μέσην ὁδὸν τεμόντες ἔνια μὲν ὑποκεῖσθαι τῶν αἰσθητῶν ἔλεξαν ὧς ἀληθῆ, ἔνια δὲ μὴ ὑπάρχειν, ψευδομένης περὶ αὐτῶν τῆς αἰσθήσεως.

    ἀλλά τό γε κεφάλαιον· εἴπερ αἰσθητὸν εἶναι θέλομεν τὸ σημεῖον, πρὸ παντὸς ὁμολογηθῆναι δεῖ καὶ βεβαίως παραδτῆναι τὴν τῶν αἰσθητῶν ὑπόστασιν, ἴνα καὶ τοῦτο δοθῇ παγίως καταληπτὸν εἶναι· ἢ εἴπερ ἐκείνην δι’ αἰῶνος νος ἐστασιάσθαι συμβέβηκεν, ὁμολογεῖν δεήσει καὶ τοῦτο τῆς αὐτῆς ἀσυμφωνίας ἔχεσθαι.

    ὥσπερ γὰρ τὸ λευκὸν [*](5 μὴ del. Kochalsky εἰ αἰσθητὸν αὐτὸ τυγχάνει Kayser 5/6 ὁμολογηθῇ Kayser coll. p. 344, 18. 363, 19 7 ἴν’ ὧς Bekk. dubit. secundum Fabricii versionem: καὶ ὧς G 15 οὔτε Kayser dubit. ἢ ante λευκὸν om. NEBVR: eras. A 16 πᾶσι om. N 17 ἦν G : εἶναι Bekk. dubit. 19 μήποτε N 20 ἀλλ’ ἡμῶν Heintz: ἄλλων G 21 τεμόντες N: τέμνοντες LEς 24 εἶναι om. ϛ 25/26 παρασταθῆναι Kayser 29 <ὑπὸ> τῆς Kayser συμφωνίας)

    χρῶμα οὐ δύναται ἀπτώτως καταληφθῆναι μὴ ὁμολογηθείσης τῆς τῶν αἰσθητῶν ὑποστάσεως, διὰ τὸ καὶ αὐτὸ τῶν αἰσθητῶν ὑπάρχειν, οὕτως οὐδὲ τὸ σημεῖον, εἴπερ κατὰ γένος αἰσθητόν <ἐστιν> λεχθήσεται πάγιον μενούσης τῆς περὶ τῶν αἰσθητῶν μάχης. ἔστω δὴ καὶ συμπεφωνήσθαι τὰ αἰσθητὰ καὶ μηδ’ ἡντινοῦν γεγονέναι περὶ αὐτῶν διάστασιν. ζητῶ, πῶς δύνανται οἱ ἑτερόδοξοι ἡμᾶς διδάσκειν, ὅτι τῷ ὄντι αἰσθητόν ἐστι τὸ σημεῖον; πᾶν γὰρ αἰσθητὸν πᾶσι τοῖς ὡσαύτως ἔχουσιν ὑποπίπτειν πέφυκε καὶ ἐπ’ ἴσης λαμβάνεσθαι. οἶον τοῦ λευκοῦ χρώματος οὐκ ἄλλως μὲν οἱ Ἕλληνες ἀντιλαμβάνονται, ἄλλως δὲ οἱ βάρβαροι, καὶ διαφερόντως μὲν οἱ τεχνῖται, ἐξηλλαγμένως δὲ οἱ ἰδιῶται, ἀλλ’ ὡσαύτως πάντες οἴ γε ἀπαραοδίστους ἔχοντες τἀς αἰσθήσεις.

    τοῦ τε πικροῦ πάλιν ἢ γλυκέος οὐκ ἄλλως μὲν ὅδε γεύεται, καθ’ ἕτερον δὲ τρόπον ὅδε, ἀλλά κατὰ τὸ ὅμοιον ἕκαστος τῶν ὁμοίως διακειμενων. τὸ δέ γε σημεῖον ὧς σημεῖον οὐχ ὡσαύτως πάντας τοὺς ὁμοίως διακειμένους φαίνεται κινεῖν, ἀλλ’ οἶς μὲν οὐδ’ ὅλως ἐστὶ σημεῖόν τινος, καίπερ δι’ ἐναργείας αὐτοῖς προσπῖπτον, τισὶ δὲ σημεῖον μέν ἐστιν, οὐ τοῦ αὐτοῦ δὲ πράγματος, ἀλλὰ διαφέροντος· τὰ γὰρ αὐτὰ φαινόμενα λόγου χάριν ἐν ἰατρικῇ ἄλλου μέν ἐστι σημεῖα τῷδε, καθάπερ Ἐρασιστράτῳ, ἄλλου δὲ τῷδε, οἷον Ἡροφίλῳ, ἄλλου δὲ τῷδε, καθάπερ Ἀσκληπιάδῃ. οὐ τοίνυν λεκτέον αἰσθητὸν εἶναι τὸ σημεῖον· εἰ γὰρ τὸ μὲν αἰσθητὸν πάντας ὁμοίως κινεῖ, τὸ δὲ σημεῖον οὐ πάντας ὁμοίως κινεῖ, οὐκ ἂν εἴη αἰσθητὸν τὸ σημεῖον.

    πάλιν εἴπερ αἰσθητόν ἐστι τὸ σημεῖον, ἐχρῆν, ὥσπερ τὸ πῦρ αἰσθητὸν ὂν πάντας τοὺς καίεσθαι δυναμένους καίει καὶ ἡ χιὼν αἰσθητὴ καθεστηκυῖα πάντας τοὺς ψύχεσθαι δυναμένους ψύχει, ὧδε καὶ αὐτό, εἴπερ ἐκ τῶν αἰσθητῶν ἐστι, πάντας [ὤφειλεν] ἐπὶ τὸ αὐτὸ ἄγειν σημειωτόν. οὐκ ἄγει [*](2 ἐστιν add. Bekk. dubit. 3 δὲ Bekk dubit. 7 πᾶσιν ante ἔχουσιν add. N, quod fortasse e p. 327, 16 irrepsit. 11/12 ἀπαραποδίστους NE: ἀπαραμποδίστους L: ἀπαραποδίστως ϛ 21 οἶον NLE: καθάπερ ϛ 30 ὤφειλεν delevi coll. p. 329, 6 sqq. (vide v. 26: ἐχρῆν))

    δέ γε· οὐκ ἄρα αἰσθητόν ἐστιν.

    πρὸς τούτ’ ὄις· εἴπερ αἰσθητόν ἐστι τὸ σημεῖον, ἤτοι καταληπτά ἐστιν ἡμῖν τὰ ἄδηλα ἢ ἀκατάληπτα. εἰ μὲν οὖν ἀκατάληπτα ἡμῖν ἐστιν, οἴχεται τὸ σημεῖον· δυεῖν γὰρ ὄντων πραγμάτων, τῶν μὲν ἐναργῶν, τῶν δὲ ἀδήλων, εἰ μήτε τὸ ἐναργὲς ἔχει σημεῖον διὰ τὸ αὐτοφώρατον εἶναι μήτε τὰ ἄδηλα διὰ τὸ ἀκατάληπτα τυγχάνειν, οὐδέν ἐστι σημεῖον.

    εἰ δὲ καταληπτά, πάλιν ἐχρῆν, ἐπεὶ αἰσθητόν ἐστι τὸ σημεῖον, τὸ δὲ αἰσθητὸν ἐπ’ ἴσης πάντας κινεῖ, πᾶσι τὰ ἄδηλα καταλαμβάνεσθαι. ἀλλ’ οἱ μέν φασιν αὐτὰ μὴ καταλαμβάνεσθαι, ὥσπερ οἱ ἀπὸ τῆς ἐμπειρίας ἰατροὶ καὶ οἱ τῆς σκέψεως φιλόσοφοι, οἱ δὲ καταλαμβάνεσθαι μέν, οὐχ ὁμοίως δέ. οὐκ ἄρα αἰσθητόν ἐστι τὸ σημεῖον.

    Ναί, φασίν, ἀλλ’ ὧς τὸ πῦρ αἰσθητὸν καθεστὼς παρὰ τὰς διαφορὰς τῶν ὑποκειμένων Ὑλῶν διαφερούσας ὑποφαίνει δυνάμεις, καὶ πρὸς μὲν κηρῷ τήκει, πρὸς δὲ πηλῷ πήσσει, πρὸς δὲ ξύλῳ καίει, τὸν αὐτὸν τρόπον εἰκός ἐστι καὶ τὸ σημεῖον αἰσθητὸν ὑπάρχον παρὰ τὰς διαφορὰς τῶν ἀντιλαμβανομένων αὐτοῦ διαφόρων εἶναι πραγμάτων μηντικόν.

    καὶ οὐ παράδοξον, ὅτι καὶ ἐπὶ τῶν ὑπομνηστικῶν σημείων θεωρεῖται οὕτω γιγνόμενον· ὁ γὰρ ἀνατεινόμενος πυρσὸς τισὶ <μὲν> πολεμίων ἔφοδον σημαίνει, τισὶ δὲ φίλων ἄφιξιν δηλοῖ, καὶ ὁ τοῦ κώδωνος ψόφος οἶς μὲν ὄψου πράσεως ἐστι <σημεῖον> οἷς δὲ τοῦ δεῖν ῥαίνειν ὁδούς. καὶ τὸ ἐνδεικτικὸν ἄρα σημεῖον δυνήσεται φύσιν αἰσθητὴν ἔχον ἄλλων καὶ ἄλλων εἶναι μηνυτικόν.

    ἀξιώσειε δ’ ἄν τις καὶ ἐνταῦθα τοὺς μὲν τῇ ἀπὸ τοῦ πυρὸς μεταβάσει χρωμένους τοῦτο [δὲ] δεικνύναι γινόμενον ἐπὶ τοῦ ὅπερ καὶ ἐπὶ τοῦ πυρὸς γίνεσθαι συμβέβηκεν. τουτὶ μὲν γὰρ ὁμολόγους ἔχει τἀς προειρημένας δυνάμεις, καὶ [*](2 δυεῖν LE (ut semper): δυοῖν N (ut nusquam alias) ϛ: διττῶν Bekk. dubit. 5 τυγχάνειν LEς: εἷναι N 7 πάντως ϛ 18 ὅτι ϛ: ὅτε NL: ὅ γε Heintz dubit. ἐπὶ LEς: ὑπὸ 19 οὕτω G: fort. τοῦτο vel τὸ τοιοῦτο 20 μὲν add. Bekk. 22 σημεῖον addidi (cf. Kochalsky l. l. p. 81): δηλωτικός Kayser 25 μὲν secl. Kayser 26 τοῦτο [δὲ] Bekk.: τοῦ τόδε G: τοιόνδε Κayser <ἐνδεικτικοῦ> σημείου Kayser)

    οὐδεὶς ἔστιν ὃς διαφέρεται περὶ <περὶ ὑπ᾿> αὐτοῦ τὸν τήκεσθαι, τὸν δὲ πηλὸν πήσσεσθαι, τὸ δὲ ξύλον καίεσθαι.

    ἐπὶ δὲ τοῦ ἐνδεικτικοῦ σημείου ἐὰν τὸ ἀνάλογον προσδεχώμεθα γίνεσθαι, εἰς τὴν μεγίστην ἀπέμφασιν περιστησόμεθα, λέγοντες ἕκαστον τῶν ὐπ’ αὐτοῦ ἐνδεικνυμένων ὑπάρχειν, ὥστε εἰ οὕτω τύχοι, καὶ πλῆθος νοσοποιεῖν καὶ δριμύτητα καὶ σωματικὴν κατασκευήν.

    ὅπερ ἄτοπον· τἀς γὰρ οὕτω μαχομένας καὶ ἀνασκευαστικὰς ἀλλήλων αἰτίας οὐχ οἶόν τε συνυπάρχειν. ἤ τοῦτο οὖν ὁμολογείτωσαν, καίπερ ὂν ἀδύνατον, οἱ δογματικῶς φιλοσοφοῦντες, ἢ ὅτι τὸ σημεῖον αἰσθητὸν ὄν οὐδενὸς τὸ ὅσον ἐφ’ ἑαυτῶ ἐνδεικτικόν ἐστιν, ἡμεῖς δὲ διαφόρους ἔχοντες διαθέσεις οὐχ

    ὡσαύτως ἐπ’ αὐτῷ κινούμεθα. ὅπερ οὐκ ἂν ὁμολογεῖν, πρὸς τῷ καὶ τὰς τοιαύτας τοῦ πυρὸς δυνάμεις μὴ εἶναι συμφώνους ἀλλ’ ἠπορῆσθαι.

    εἰ γὰρ καυστικὴν εἶχε φύσιν τὸ πῦρ, ὤφειλε πάντα καίειν καὶ μὴ τινὰ μὲν καίειν τινὰ δὲ μηδαμῶς· καὶ εἰ τηκτικὴν εἶχε δύναμιν, πᾶν ὤφειλε διαλύειν καὶ μὴ τινὰ μὲν τινὰ δ’ οὔ.

    νῦν δὲ ταῦτα ἔοικε ποιεῖν οὐ παρὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ παρὰ τἀς προσομιλούσας αὐτῷ τῶν ὑποκειμένων ὕλας, οἷον τὸ ξύλον καίει, οὐχ ὅτι αὐτὸ καυστικόν ἐστιν, ἀλλ’ ὅτι τὸ ξύλον ἐπιτηδείως ἔχει συνεργοῦ λαβόμενον ἐκείνου καῆναι, καὶ τήκει τὸν κηρὸν οὐχ ὅτι τηκτικὴν ἔχει δύναμιν, ἀλλ’ ὅτι ὁ κηρὸς ἐπιτηδειότητα ἐκέκτητο πρὸς τὸ συνεργοῦ λαβόμενος ἐκείνου τήκεσθαι. ἀκριβέστερον δὲ περὶ τούτου διδάξομεν (adv.phys.I 237sqq.), ὅταν περὶ τῆς τῶν ὑπάρξεως σκεψώμεθα.

    τὰ νῦν δὲ καὶ πρὸς τοὺς μετιόντας ἀπὸ τοῦ ὑπομνηστικοῦ σημείου καὶ τὸν πυρσὸν παραλαμβάνοντας, ἔτι δὲ τὸν τοῦ κώδωνος ψόφον, λεκτέον ἐστὶν ἡμῖν, ὅτι οὐ παράδοξον εἰ τὰ τοιαῦτα τῶν σημείων πλειόνων [*](29 τοῦ ὐπ’ add. Bekk. dubit. 31 ἐὰν <δὲ> N G (tuetur Kochalsky l. l. p. 81 sq.): νόσων ποιεῖν Fabr. : ἑνοποιεῖν Hervetus (unum faciunt): νόσων μηνύειν 7 ἑαυτοῦ N 10 τὸ ϛ 12 εἶχε scr. coll. v. 13: ἔχει G 14 πάντα Kochalsky 16 ὑποκειμένων Bekk.: καιομένων G 18 λαμβανόμενον L 20/21 λαβόμενος N (et antea Bekk. dubit.): λαβόμενον Εϛ : λαμβανόμενον L 21 τούτου N: τούτων LEς)

    ἐστὶ δηλωτικά· θεμένων γὰρ νόμους, ὥς φασιν, ὥρισται καὶ ἐφ’ ἡμῖν κεῖται, ἐάν τε ‘ὲν θέλωμεν αὐτὰ μηνύειν ἐάν τε καὶ πλειόνων ὑπάρχειν δηλωτικά.