Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

πλὴν καὶ τοῦ τοῦ σκεπτικοῦ ἔθους παρασταθέντος, χωρῶμεν λοιπὸν καὶ ἐπὶ τὴν τοῦ προκειμένου κατασκευήν.

Τῶν οὖν ὄντων, φασὶν οἱ ἀπὸ τῆς σκέψεως, τὰ μέν [*](161 ~ adv. dogm. IV 263.) [*](7 ἄλειμμα Gen.: ἄλιμμα G νῦν οὖν G: οὐκοῦν Bekk. dubit. 8 τὸ N: τοῦτο LEς 10 τῶ LEς: τὸ N 13 φυσιολογίας φιλοσοφίας ϛ 20 ἀλλ’ ὥστε N: ἄλλως τε LEς 27/28 προσλαβὼν ϛ 1 ἐφεκτέον Bekk. : ἐφεκτόν NLE: ἐφετόν ϛ παραστάντος Ν)

ἐστι κατὰ διαφοράν, τὰ δὲ πρός τι πὼς ἔχοντα. καὶ κατὰ διαφορὰν μὲν ὁπόσα κατ’ ἰδίαν ὑπόστασιν καὶ ἀπολύτως νοεῖται, οἷον λευκὸν μέλαν, γλυκὺ πικρόν, πᾶν τὸ τούτοις παραπλήσιον· ψιλοῖς γὰρ αὐτοῖς καὶ κατὰ περιγραφὴν ἐπιβάλλομεν καὶ δίχα τοῦ ἕτερόν τι συνεπινοεῖν.

πρός τι δέ ἐστι τὰ κατὰ τὴν ὧς πρὸς ἕτερον σχέσιν νοούμενα καὶ οὐκέτι ἀπολελυμένως λαμβανόμενα, τουτέστι κατ’ ἰδίαν, οἷον τὸ λευκότερον καὶ μελάντερον καὶ γλυκύτερον καὶ πικρότερον, καὶ πᾶν εἴ τι τῆς αὐτῆς ἐστιν ἰδέας. οὐ γὰρ ὃν τρόπον λευκὸν ἢ τὸ μέλαν ἤ τὸ πικρὸν κατ’ ἰδίαν ἐνοεῖτο περιγραφήν, οὕτω καὶ τὸ λευκότερον ἢ μελάντερον· ἀλλ’ ἴνα τοῦτο νοήσωμεν, συνεπιβάλλειν δεῖ καὶ ἐκείνῳ τῷ οὗ λευκότερόν έστιν ἤ τῷ οὗ μελάντερόν ἐστιν. καὶ ἐπὶ τοῦ γλυκυτέρου καὶ πικροτέρου ὁ αὐτὸς λόγος.

ἐπεὶ οὖν δύο εἰσὶ τῶν πραγμάτων διαφοραί, μία μὲν ἡ τῶν κατὰ διαφοράν, δευτέρα δὲ ἡ τῶν πρός τι πὼς ἐχόντων, δεήσει καὶ τὸ σημεῖον τό γε ἐνδεικτικὸν ἤτοι τῶν κατὰ διαφορὰν ἢ τῶν πρός τι ὑπάρχειν· τρίτη γὰρ μεταξὺ τούτων ἰδέα τῶν πραγμάτων οὐκ ἔστιν. ἀλλὰ τῶν κατὰ διαφορὰν μὲν οὐκ ἂν εἴη, ὧς αὐτόθεν συγκεχώρηται καὶ πρὸς τῶν ἑτεροδόξων.

τοίνυν τῶν πρός τι γενήσεται. ὥσπερ γὰρ τὸ σημειωτὸν κατὰ τὴν ὧς πρὸς τὸ σημεῖον σχέσιν νοούμενον τῶν πρός τι ἐστὶν <......> · τινὸς γάρ ἐστι σημεῖον, τοῦ σημειωτοῦ. ἐὰν γοῦν τὸ ἕτερον αὐτῶν καθ’ ὐπόθεσιν ἀνέλωμεν, καὶ τὸ λειπόμενον συναναιρεθήσεται, οἷόν τι καὶ ἐπὶ τοῦ δεξιοῦ καὶ ἀριστεροῦ φαίνεται γιγνόμενον· μένον· μηδενὸς γὰρ ὄντος δεξιοῦ οὐδὲ ἀριστερόν τι ἔσται διὰ τὸ τῶν πρός τι εἶναι τούτων ἑκάτερον, καὶ μηδενὸς ὄντος ἀριστεροῦ συμπεριγράφεται καὶ ἡ τοῦ δεξιοῦ ἐπίνοια.

ἀλλὰ δὴ τὰ πρός τι συγκαταλαμβάνεται ἀλλήλοις· οὔτε [*](162 ~ adv. dogm. IV 265.) [*](165 ~ Ηyp. II 117—118 et 119—120.) [*](15 ἢ τὸ πικρὸν del. Bekk. 17 ἐκεῖνο ϛ 17 et 18 τῷ οὖ Fabr.; τῶ οὐ NLEABR: τὸ οὐ V 28 lacunam statuit Bekk., quam sic fere explet: <oὕτω καὶ τὸ σημεῖον τῶν πρός τι τινὸς, sensu quidem recte, sed ipsa verba non possunt recuperari 31/1 γιγνόμενον om. N 1 ἔστι Kochalsky)

γὰρ λευκότερόν τι, ὧς ἔφην, δυνατόν ἐστι γνωρίζειν μὴ συνυποπίπτοντος τοῦ οὗ λευκότερόν ἐστιν, οὔτε μελαώντερον μὴ συνεπινοουμένου τοῦ οὗ μελανώτερόν ἐστιν. τοίνυν ἐπεὶ καὶ τὸ σημεῖον τῶν πρός τι ἐστιν, ὧς παρεμυθησάμεθα, συγκαταληφθήσεται τῷ σημείῳ τὸ οὗ ἐστι σημεῖον. τὸ συγκαταλαμβανόμενον δὲ αὐτῶ οὐκ ἔσται σημεῖον αὐτοῦ. τὸ γὰρ ὑπονοεῖν, ὅτι δύναται τό τινι συγκαταλαμβανόμενον σημεῖον ἐκείνου γίνεσθαι τεσέως ἀπερρωγός· ἀμφοτέρων γὰρ ὑπὸ μίαν προθεσμία λαμβανομένων οὔτε τόδε τοῦδε ἐκκαλυπτικόν ἐστιν οὔτα τόδε τοῦδε μηνυτικόν, ἑκάτερον δὲ δι’ αὐτοῦ προσπῖπτον ἀποδεῖ τῆς τοιαύτης δυνάμεως.

συνθείη <δ᾿> ἂν τις πάλιν λόγον τοιοῦτον. τὸ σημεῖον εἴπερ καταληπτόν ἐστιν, ἤτοι προκαταλαμβάνεται τοῦ σημειωτοῦ ἤ συγκαταλαμβάνεται αὐτῷ ἢ ἐπικαταλαμβάνεται αὐτῷ· οὔτε δὲ προκαταλαμβάνεται οὔτε συγκαταλαμβάνεται οὔτε ἐπικαταλαμβάνεται, ὡς παραστήσομεν· οὐκ ἄρα καταληπτόν ἐστι τὸ σημεῖον.

καὶ δὴ τὸ μὲν λέγειν, ὅτι ἐπικαταλαμβάνεται τῷ σημειωτῷ τὸ σημεῖον, αὐτόθεν φαίνεται ἄτοπον· πῶς γὰρ ἔτι δύναται ἐκκαλυπτικὸν εἶναι τὸ σημεῖον, ὅτε οὗ ἐκκαλυπτικόν ἐστι, τὸ σημειωτόν, προκαταλαμβάνεται αὐτοῦ; ἄλλως τε καὶ μαχόμενόν τι προσδέξονται οἱ δογματικοὶ τῷ συνήθως ὐπ’ αὐτῶν δογματιζομένῳ, ἐὰν τοῦτο λέγωσιν. φασὶ γὰρ τὸ σημειωτὸν ἄδηλον εἶναι καὶ μὴ ἐξ αὐτοῦ καταληπτόν· εἰ δέ γε μετὰ τὴν τούτου κατάληψιν ἐπικαταλαμβάνεται τὸ σημεῖον, οὐκ ἔσται τοῦτ’ ἄδηλον ὅ γε πρὸ τῆς τοῦ μηνύοντος αὐτὸ παρουσίας πεφώραται. ὥστε οὐκ ἐπικαταλαμβάνεται τῷ σημειωτῷ τὸ σημεῖον.

καὶ μὴν οὐδὲ συγκαταλαμβάνεται διὰ τὴν μικρῷ πρόσθεν εἰρημένην αἰτίαν· τὰ γὰρ συγκαταλαμβανόμενα ἀλλήλοις οὐ δέεται τῆς ἐξ ἀλλήλων μηνύσεως, ἀλλ’ ὑφ’ ὲν ἐξ αὐτῶν [*](6 τοῦ LEς: τὸ N οὔτε N: οὐδὲ LEς: μελανότερον NLE (quod correxi): μελάντερον ϛ 6a μὴ — μελανότερον N (quod correxi): om. LEς (lacunam iam Bekkerus perspexerat) 14 προσπῖτον N: προπῖπτον LEς 15 δ’ add. Bekk. ἄν τις Kochalsky l. l. p. 52: τις β ἂν α πάλιν N: τις ἀνάπαλιν LEς 30 ὅ γε Bekk.: ὅτε G)

προσπίπτει, καὶ διὰ τοῦτο οὔτε τὸ σημεῖον λέγοιτ’ ἂν εἷναι σημεῖον οὔτε τὸ σημειωτὸν ἔτι ὑπάρχειν σημειωτόν.

καταλείπεται οὖν λέγειν, ὅτι προκαταλαμβάνεται τὸ σημεῖον τοῦ σημειωτοῦ. ὃ πάλιν εἰς τοὺς αὐτοὺς ἐλέγχους κυλίεται. πρότερον γὰρ ὀφείλουσιν οἱ δογματικοὶ δεῖξαι, ὅτι οὐ τῶν πρός τι ἐστὶ τὸ σημεῖον ἢ ὅτι οὐ συγκαταλαμβάνεται ἀλλήλοις τὰ πρός τι, εἶτα τότε καὶ παρ’ ἡμῶν λαμβάνειν τὸ δύνασθαι τοῦ σημειωτοῦ προκαταλαμβάνεσθαι τὸ σημεῖον.

ἀμετακινήτων δὲ ὄντων τῶν πρώτων οὐχ οἶόν τέ ἐστι τὴν προκατάληψιν τῷ σημείῳ μαρτυρεῖν ἐκ τοῦ γένους ὄντι τῶν πρός τι καὶ ὀφείλοντι συγκαταλαμβάνεσθαι τῷ οὗ ἐστι σημεῖον. ἀλλ’ εἴπερ, ἔνα καταληφθῇ τὸ σημεῖον, δεῖ ἢ προκαταλαμβάνεσθαι αὐτὸ τοῦ σημειωτοῦ ἡ συγκαταλαμβάνεσθαι τούτῳ ἢ ἐπικαταλαμβάνεσθαι, δέδεικται δὲ μηδὲν τούτων δυνατόν, ῥητέον [οὖν] εἷναι τὸ σημεῖον.

Ἔτι ἐκ τῆς αὐτῆς δυνάμεως ἄλλον λόγον συνερωτῶσί τινες τοὺς δογματικούς, οὕτως ἔχοντα. εἴπερ ἔστι τι ἐνδεικτικόν δεικτικόν τινος σημεῖον, ἤτοι φαινόμενον φαινομένου σημεῖόν ἐστιν ἢ ἀφανὲς ἀφανοῦς ἢ φαινόμενον ἀφανοῦς ἢ ἀφανὲς φαινομένου· οὔτε δὲ φαινόμενον φαινομένου σημεῖόν ἐστιν οὔτε ἀφανοῦς ἀφανὲς οὔτε φαινόμενον ἀφανοῦς οὔτε δὲ ἐναλλάξ· οὐκ ἄρα ἔστι τι σημεῖον.

καὶ ὁ μὲν λόγος τοιοῦτος, πρόδηλος δὲ καὶ ἡ τούτου κατασκευή ἐστιν. καὶ προδηλοτέρα μᾶλλον γενήσεται ὑποδειξάντων ἡμῶν τὴν κομιζομένην πρὸς αὐτὸν ὑπὸ τῶν δογματικῶν ἔνστασιν. φασὶ γὰρ μόνον τἀς δύο συγχωρεῖσθαι συζυγίας, περὶ δὲ τῶν λειπομένων δυεῖν διίστασθαι πρὸς ἡμᾶς.

τὸ μὲν γὰρ φαινόμενον φαινομένου καὶ ἀφανοῦς φαινόμενον γίγνεσθαι σημεῖον ἀληθές ἐστιν, τὸ δὲ μὴ φαινόμενον φαινομένου ἢ μὴ φαινόμενον ἀφανοῦς ὑπάρχειν δηλωτικὸν· ψεῦδος ἦν. αὐτίκα γὰρ φαινόμενον μὲν φαι- [*](3 <ἔτι> εἷναι Kochalsky coll. v. 4 17 οὖν delevi (an scribendum ἐστὶν?) 25 δὲ del. Bekk. 28 αὐτῶν ϛ 29 τὰς δύο μόνον N 30 ἀληθὲς εἷναι Kochalsky (cf. ad p. 325, 1) 1 ἦν Bekk. dubit.: εἶναι G: del. Kochalsky (cf. ad p. 324, 32))

νομένου σημεῖόν ἐστιν ἡ σκιὰ τοῦ σώματος· αὐτή τε γὰρ σημεῖον οὖσα φαινόμενόν ἐστι, τό τε σῶμα σημειωτὸν καθεστὼς ἐναργὲς ὑπάρχει. φαινόμενον δὲ ἀφανοῦς δηλωτικὸν καθειστήκει καθάπερ τὸ ἔρευθος τῆς αἰδοῦς· τὸ μὲν γὰρ ἐναργὲς καὶ αὐτοφώρατον ἦν, ἡ δὲ αἰδὼς ἄφαντος.

τελέως δέ εἰσιν εὐήθεις οἱ ταῦτα λέγοντες. ὁμολογηθέντος γὰρ τοῦ πρός τι εἶναι τὸ σημεῖον καὶ τοῦ κατ’ ἀνάγκην συγκαταλαμβάνεσθαι ἀλλήλοις τὰ πρός τι, οὐ δύναται τῶν ἐπ’ ἴσης συνυποπιπτόντων ἀλλήλοις τὸ μὲν σημεῖον εἶναι τὸ δὲ σημειωτόν, ἀλλὰ πάντη τε καὶ πάντως διὰ τὴν ἐναργῆ ἀμφοτέρων συνυπόπτωσιν μήτε σημεῖόν τι ἐξ αὐτῶν ὑπάρχειν μήτε σημειωτόν, τοῦ μὲν μὴ ἔχοντος ὃ ἐκκαλύψει, τοῦ δὲ μὴ χρῄζοντος τοῦ ἐκκαλύψοντος.

τὰ δὲ αὐτὰ λεκτέον καὶ περὶ τῆς λειπομένης συζυγίας, καθ’ ἣν ἠξίουν τὸ φαινόμενον τοῦ ἀφανοῦς εἶναι σημεῖον· δεῖ γάρ, εἰ τοῦτο οὕτως ἔχει, προκαταλαμβάνεσθαι τὸ σημεῖον τοῦ σημειωτοῦ καὶ ἐπικαταλαμβάνεσθαι τὸ σημειωτὸν τῷ σημείῳ, ὅπερ ἦν ἀδύνατον διὰ τὸ ἐκ τοῦ γένους εἶναι τῶν πρός τι καὶ ὀφείλειν ἀλλήλοις συγκαταλαμβάνεσθαι.

Τῶν γε μὴν καταλαμβανομένων ἀνθρώπῳ πραγμάτων τὰ μὲν δι’ αἰσθήσεως καταλαμβάνεσθαι δοκεῖ, τὰ δὲ διανοίᾳ, καὶ δι’ αἰσθήσεως μὲν ὧς λευκὸν μέλαν, γλυκὺ πικρόν, διανοίᾳ δὲ καλὸν αἰσχρόν, νόμιμον παράνομον, εὐσεβὲς ἀσεβές. καὶ τὸ σημεῖον οὖν εἴπερ καταληπτόν ἐστιν, ἤτοι τῶν αἰσθητῶν ἐστὶ πραγμάτων ἢ τῶν νοητῶν, ὥστ᾿ ἂν μὴ ἐκ τοῦ ἑτέρου γένους τούτων ὑπάρχῃ, οὐδ’ ἔσται τὴν ἀρχὴν ὑπάρχον.

ἀμέλει γέ τοι τοῦτ’ εὐθὺς τεκμήριόν ἐστι τοῦ ἄληπτον αὐτὸ τυγχάνειν, φημὶ δὲ τὸ μέχρι δεῦρο διέλκεσθαι τὴν φύσιν αὐτοῦ, τῶν μὲν αἰσθητὸν ὑπολαμβανόντων τοῦτο εἶναι, τῶν δὲ νοητόν. Ἐπίκουρος μὲν γὰρ καὶ οἱ προεστῶτες αὐτοῦ τῆς αἱρέσεως [*](174 ~ Hyp. II 125.) [*](25 <οἷον> καλὸν Kochalsky 28 ὥστ’ ἂν N: ὧς ἐὰν ὡς ἂν ϛ 30 τὸ Bekk. : τοῦ G 32 εἶναι τοῦτο N)

ἔλεξαν αἰσθητὸν εἶναι τὸ σημεῖον, οἱ δὲ ἀπὸ τῆς Στοᾶς (fr. II 222 Arn.) νοητόν. μένει δ’ ἡ τοιαύτη διάστασις ἀνεπέκριτος σχεδὸν δι᾿ αἰῶνος, καὶ μενούσης αὐτῆς πᾶσα ἀνάγκη καὶ τὸ σημεῖον ἐν ἐποχῇ φυλάσσεσθαι, ὀφεῖλον ἢ αἰσθητὸν ἢ νοητὸν ὑπάρχειν.

καὶ τὸ πάντων δεινότατον, ὅτι μεταπέπτωκεν ἡ ὑπόσχεσις αὐτοῦ, εἴγε ὑπισχνεῖται μὲν ἐκκαλυπτικὸν ἔσεσθαί τινος ἑτέρου, ἀνάπαλιν δὲ αὐτὸ νῦν εὕρηται χρῇζον ἑτέρου τοῦ ἐκκαλύψοντος· εἰ γὰρ πᾶν τὸ διάφωνον ἄδηλόν ἐστι, τὸ δὲ ἄδηλον ἐκ σημείου ληπτόν, πάντως καὶ τὸ σημεῖον διαφωνούμενον δεήσεταί τινος σημείου πρὸς παράστασιν ὧς ἄδηλον.

καὶ μὴν οὐδὲ δύνανται λέγειν, ὅτι τὸ διαφωνούμενον αὐτὸ ἔνεστιν ἀποδείξει καταστήσασθαι καὶ πιστὸν ἔχειν. πρῶτον μὲν γὰρ ὅταν ἀποδείξωσιν, τότε ὧς πιστὸν αὐτὸ λαμβανέτωσαν· ἐφ’ ὅσον δὲ ψιλὴ μόνον αὐτοῖς ἐστιν ὑπόσχεσις ἀλλ’ οὐκ ἀπόδειξις, ἔστηκε καὶ τὰ τῆς ἐποχῆς.

εἶτα καὶ ἡ ἀπόδειξις τῶν ἀμφισβητησίμων ἐστίν, διαφωνουμένη δὲ καὶ αὐτὴ χρείαν ἔχει τοῦ τὴν πίστιν περιθήσοντος· διὰ δὲ ζητουμένου τὸ ζητούμενον δεικνύναι θέλειν τελέως ἐστὶν ἄτοπον. ἄλλως τε καὶ τῷ γένει σημεῖόν ἐστιν ἡ ἀπόδειξις·