Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Λείπεται ἄρα τὰς μὲν πιστὰς τἀς δὲ ἀπίστους ἀξιοῦν, ὅπερ οἱ ἀπὸ τῆς Στοᾶς καὶ οἱ ἀπὸ τῆς Ἀκαδημίας ἔλεγον, οἱ μὲν ἀπὸ τῆς Στοᾶς τὰς καταληπτικὰς φαντασίας ἀποδεχόμενοι, οἱ δὲ ἀπὸ τῆς Ἀκαδημίας τὰς πιθανὰς εἶναι δοκούσας. τοῦτο δὲ καὶ αὐτὸ σκεψαμένοις ἡμῖν ἀκριβῶς εὐχῇ μᾶλλον ἔοικεν ἢ ἀληθείᾳ.

ἦν γὰρ καταληπτικὴ φαντασία, ἴνα τις ἀπὸ ταύτης ἄρχηται, ἡ ἀπὸ ὑπάρχοντος καὶ κατ’ αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένη καὶ ἐναπεσφραγισμένη, ὁποία οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος. τούτων δὲ τὰ μὲν ἄλλα λέγουσιν οἱ περὶ τὸν Καρνεάδην συγχωρήσειν τοῖς ἀπὸ τῆς Στοᾶς, τὸ δὲ “οἵα οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάεχοντος” ἀσυγχώρητον εἶναι. γίνονται γὰρ καὶ ἀπὸ μὴ ὑπαρχόντων φαντασίαι ὧς ἀπὸ ὑπαρχόντων.

καὶ τεκμήριον τῆς ἀπαραλλαξίας τὸ ἐπ’ ἴσης ταύτας ἐναργεῖς καὶ πληκτικὰς εὑρίσκεσθαι, τοῦ δὲ ἐπ’ ἴσης πληκτικὰς καὶ ἐναργεῖς εἶναι τὸ τὰς ἀκολούθους πράξεις ἐπιζεύγνυσθαι. ὥσπερ γὰρ ἐν τοῖς ὕπαρ ὁ μὲν διψῶν ἀρόμενος ποτὸν ἥδεται, ὁ δὲ θηρίον ἢ ἄλλο τι τῶν δειμαλέων φεύγων βοᾷ καὶ κέκραγεν, οὕτω καὶ κατὰ τοὺς ὕπνους ἡ μὲν διάχυσίς ἐστι τοῖς διψῶσι καὶ ἀπὸ κρήνης πίνειν δοκοῦσιν, ἀνάλογον δὲ φόβος τοῖς δειματουμένοις (Ψ 101)·

  • ταφὼν γὰρ ἀνόρουσεν Ἀχιλλεύς
  • χερσί τε συμπλατάγησεν, ἔπος τ’ ὀλοφυδνὸν ἔειπεν.
  • καὶ ὃν τρόπον ἐν <ὑγιεῖ> καταστάσει τοῖς τρανότατα πιστεύομεν καὶ συγκατατιθέμεθα, οἷον Δίωνι μὲν ὧς Δίωνι, Θέωνι δὲ ὡς Θέωνι προσφερόμενοι, οὕτω καὶ ἐν μανίᾳ τὸ παραπλήσιον πάσχουσί τινες.

    ὁ γοῦν Ἡρακλῆς μανείς, καὶ λαβὼν φαντασίαν ἀπὸ τῶν ἰδίων παίδων ὡς Εὐρυσθέως, τὴν ἀκόλουθον πρᾶξιν ταύτῃ τῇ φαντασίᾳ συνῆἐπιτίμησις [*](10 <καὶ ἀτεχνία> Koclialsky 17 αὐτὸ Bekk. dubit.: αὐτοῖς G 18 ἢ ἀληθεία N: ἡ ἀλήθεια LEς 20 κατὰ ταὐτὸ τὸ LE 27 τοῦ Bekk. sec. Hervetum: τὸ G post ἐπ’ ἴσης add. ἢ LEς 5 ὑγιεῖ add.)

    ψεν. ἀκόλουθον δὲ ἦν τὸ τοὺς τοῦ ἐχθροῦ παῖδας ἀνελεῖν, ὅπερ καὶ ἐποίησεν. εἰ οὖν καταληπτικαί τινές εἰσι φαντασίαι παρόσον ἐπάγονται ἡμᾶς εἰς συγκατάθεσιν καὶ εἰς τὸ τὴν ἀκόλουθον αὐταῖς πρᾶξιν συνάπτειν, ἐπεὶ καὶ ψευδεῖς τοιαῦται πεφήνασι, λεκτέον ἀπαραλλάκτους εἶναι ταῖς καταληπτικαῖς φαντασίαις τὰς ἀκαταλήπτους.

    καὶ μὴν ὃν τρόπον ἀπὸ τῶν τόξων ἐλάμβανε φαντασίαν ὁ ἥρως, οὕτω καὶ ἀπὸ τῶν ἰδίων παίδων ὅτι Εὐρυσθέως εἰσὶ παῖδες. μία γὰρ καὶ ἡ αὐτὴ προυπέκειτο καὶ ὡσαύτως ἔχοντι φαντασία. ἀλλ’ ἦν ἡ μὲν ἀπὸ τῶν τόξων ἀληθής, ἡ δὲ ἀπὸ τῶν παίδων ψευδής.

    ἐπ’ ἴσης οὖν κινουσῶν ἀμφοτέρων ὁμολογητέον ἀπαράλλακτον εἶναι τὴν ἑτέραν τῇ ἑτέρᾳ· καὶ εἰ ἡ ἀπὸ τῶν τόξων λέγεται καταληπτική, ὅτι <ἡ> ἀκόλουθος αὐτῇ πρᾶξις ἐπεζεύχθη τοῖς αὐτοῦ ὧς τόξοις χρησαμένου, λεγέσθω καὶ ἡ ἀπὸ τῶν παίδων μὴ διαφέρειν ταύτης, παρόσον καὶ ταύτῃ τὸ ἀκόλουθον ἐπεζεύχθη ἔργον, τουτέστι τὸ τοὺς τοῦ ἐχθροῦ παῖδας δεῖν ἀναιρεῖν.

    ἀλλὰ γὰρ αὕτη μὲν ἡ ἀπαραλλαξία τῶν τε καταληπτικῶν καὶ τῶν ἀκαταλήπτων φαντασιῶν κατὰ τὸ ἐναργὲς καὶ ἔντονον ἰδίωμα παρίσταται. οὐδὲν δὲ ἧττον δείκνυται τοῖς ἀπὸ τῆς Ἀκαδημίας καὶ ἡ κατὰ χαρακτῆρα καὶ [ἡ] κατὰ τύπον. καλοῦσι δὲ ἐπὶ τὰ φαινόμενα τοὺς Στωικούς.

    ἐπὶ γὰρ τῶν ὁμοίων μὲν κατὰ μορφήν, διαφερόντων δὲ κατὰ τὸ ὑποκείμενον, ἀμήχανόν ἐστι διορίζειν τὴν καταληπτικὴν φαντασίαν ἀπὸ τῆς ψευδοῦς καὶ ἀκαταλήπτου· οἶον δυεῖν ᾠῶν ἄκρως ἀλλήλοις ὁμοίων ἐναλλὰξ τῷ Στωικῷ δίδωμι πρὸς διάκρισιν, εἰ ἐπιβαλὼν ὁ σοφὸς ἰσχύσει λέγειν ἀδιαπτώτως, πότερον ἔν ἐστι τὸ δεικνύμενον ᾠὸν ἢ ἄλλο καὶ ἄλλο.

    ὁ δ’ αὐτὸς λόγος ἐστὶ καὶ ἐπὶ διδύμων· λήψεται γὰρ ψευδῆ φαντασίαν ὁ σπουδαῖος καὶ ὡς ἀπὸ ὑπάρχοντος καὶ κατ’ αὐτὸ τὸ ὑπάρσυγκατάθεσιν [*](13 συγκατάθεσιν N: κατάθεσιν LEς 17 τόξων <ὡς Heintz coll. v. 25 20 φαντασία <ἐστίν> N 21/22 κινουσῶν N: κλινουσῶν LEς 22 ὁμολογήτως L: ὁμολογητῶς E 24 ἡ Heintz coll. p. 278, 28. 279, 10. 14. 26 32 ἡ del Bekk. 1 ἐπὶ Bekk.: ἐπεὶ G 9 καὶ ὡς G: καίπερ Bekk. dubit.: καὶ Kayser dubit.)

    χον ἐναπομεμαγμένην καὶ ἐναπεσφραγισμένην ἔχων τὴν φαντασίαν, ἐὰν ἀπὸ Κάστορος ὧς ἀπὸ Πολυδεύκους φαντασιωθῇ. ἐντεῦθεν γοῦν καὶ ὁ ἐγκεκαλυμμένος συνέστη λόγος· ἐὰν γὰρ προκύψαντος δράκοντος θέλωμεν τῷ ὑποκειμένῳ ἐπιστῆναι, εἰς πολλὴν ἀπορίαν ἐμπεσούμεθα, καὶ οὐχ ἕξομεν λέγειν, πότερον ὁ αὐτός ἐστι δράκων τῷ πρότερον προκύψαντι ἢ ἕτερος, πολλῶν ἐνεσπειραμένων τῷ αὐτῷ φωλεῷ δρακόντων.

    οὐ τοίνυν ἔχει τι ἰδίωμα ἡ καταληπτικὴ φαντασία ᾧ διαφέρει τῶν ψευδῶν τε καὶ ἀκαταλήπτων φαντασιῶν.

    Πρὸς τούτοις, εἰ τι ἄλλο καταληπτικόν τινός ἐστι, καὶ ἡ ὅρασις. οὐχὶ δέ γ’ αὕτη καταληπτική τινός ἐστιν, ὧς παραστήσομεν·

    οὐκ ἄρα ἔστι τι καταληπτικόν τινος. ἡ γὰρ ὅρασις λαμβάνειν μὲν δοκεῖ χρώματα καὶ μεγέθη καὶ σχήματα καὶ κινήσεις, τούτων δὲ οὐδὲν λαμβάνει, καθάπερ εὐθὺς ἀπὸ τῶν χρωμάτων ἀρξαμένοις ἡμῖν φανεῖται. εἴπερ οὖν ἡ ὅρασις καταλαμβάνεταί τι χρῶμα, φασὶν οἱ ἐξ Ἀκαδημίας, καὶ τὸ τοῦ ἀνθρώπου καταλήψεται· οὐ καταλαμβάνεται δὲ τοῦτο· οὐδ’ ἄλλο τοίνυν καταλήψεται χρῶμα.

    καὶ ὅτι οὐ καταλαμβάνεται, πρόδηλον· μεταβάλλει γὰρ κατὰ ὥρας ἐνεργείας φύσεις ἡλικίας περιστάσεις νόσους ὑγείαν ὕπνον ἐγρήγορσιν, ὥστε τὸ μὲν οὕτως αὐτὸ ποικίλλεσθαι γινώσκειν ἡμᾶς, τὸ δὲ τί ἐστι τὸ κατ’ ἀλήθειαν ἀγνοεῖν. ταύτῃ τε εἰ τοῦτο μὴ ἔστι καταληπτόν, οὐδ’ ἄλλο τι γενήσεται γνώριμον.

    καὶ μὴν καὶ ἐπὶ σχήματος τὸ αὐτὸ γένος τῆς ἀπορίας εὑρήσομεν· τὸ γὰρ αὐτὸ λεῖον καὶ τραχὺ ὑποπίπτει ὧς ἐπὶ τῶν γραφῶν, στρογγύλον τε καὶ τετράγωνον ὧς ἐπὶ πύργων, εὐθύ τε καὶ κεκλασμένον ὧς ἐπὶ τῆς ἐξάλου τε καὶ ἐνάλου κώπης, καὶ ἐπὶ κινήσεως κινούμενον καὶ ἠρεμοῦν, ὧς ἐπὶ τῶν ἐν νηὶ καθεζομένων ἢ ἐπὶ τῶν ἐν αἰγιαλοῖς ἑστώτων.

    Ἄλλως τε, εἴπερ προσαρμόζεται τῇ καταληπτικῇ φαντασίᾳ ἡ ἀκατάληπτος φαντασία, οὐκ ἂν εἴη κριτήριον ἀληθείας ἡ καταληπτική φαντασία. ὥσπερ γὰρ τὸ προσαρμοττόμενον στρεβλῷ οὐκ ἂν εἴη κριτήριον εὐθέος, οὕτως [*](21 ἡ om. LEς 33 δὲ Gen. et Hervetus (autem) 7 τῶν ἐν scr.: τοῖς G 8 ἄλλως τε, εἴπερ Bekk.: ἀλλ’ ἐπείπερ G)

    εἰ προσαρμόττεται ψευδέσι καὶ ἀκαταλήπτοις φαντασίαις ἡ καταληπτικὴ φαντασία, οὐκ ἂν εἴη κριτήριον. προσαρμόττεται δέ γε ἀκαταλήπτοις καὶ ψευδέσι πράγμασιν ἡ καταληπτικὴ φαντασία, καθὼς παραστήσομεν· οὐ τοίνυν κριτήριόν ἐστι τῶν τε ἀληθῶν καὶ τῶν ψευδῶν ἡ καταληπτικὴ φαντασία.

    ἐπὶ γὰρ τοῦ σωρίτου τῆς ἐσχάτης καταληπτικῆς φαντασίας τῇ πρώτῃ ἀκαταλήπτῳ παρακειμένης καὶ δυσδιορίστου σχεδὸν ὑπαρχούσης, φασὶν οἱ περὶ τὸν Χρύσιππον (fr. 276 Arn.), ὅτι ἐφ’ ὧν μὲν φαντασιῶν ὀλίγη τις οὕτως ἐστὶ διαφορὰ, στήσεται ὁ σοφὸς καὶ ἡσυχάσει, ἐφ’ ὧν δὲ πλείων προσπίπτει, ἐπὶ τούτων συγκαταθήσεται τῇ ἑτέρᾳ ὧς ἀληθεῖ.

    ἐὰν οὖν παραστήσωμεν ἡμεῖς πολλὰ ψευδῆ καὶ ἀκατάληπτα τῇ καταληπτιῇ φαντασίᾳ παρακείμενα, δῆλον ὧς ἐσόμεθα κατεσκευακότες τὸ μὴ δεῖν συγκατατίθεσθαι τῇ καταληπτικῇ φαντασίᾳ, ἴνα μὴ ταύτῃ συναινέσαντες προπέσωμεν διὰ τὴν γειτνίασιν καὶ εἰς τὴν τῶν ἀκαταλήπτων καὶ ψευδῶν συγκατάθεσιν, κἂν ὅτι μάλιστα πολλὴ περὶ τὰς φαντασίας προσπίπτειν δοκῇ διαφορά.

    τὸ δὲ λεγόμενον σαφὲς ἔσται ἐπὶ παραδείγματος. ὑποκείσθω γὰρ καταληπτικὴ μὲν φαντασία ἡ “τὰ πεντήκοντα ὀλίγα ἐστίν”, ἥτις καὶ κατὰ πολύ φαίνεται κεχωρισμένη τῆς “τὰ μύρια ὀλίγα ἐστίν” ἑτέρας. οὐκοῦν ἐπεὶ πλεῖστον ἀπέχει τῆς “τὰ πεντήκοντα ὀλίγα ἐστί” καταληπτικῆς ἡ “τὰ μύρια ὀλίγα ἐστίν” ἀκατάληπτος, οὐκ ἐφέξει ὁ σπουδαῖος μεγάλης προσπιπτούσης διαφορᾶς, ἀλλὰ συγκαταθήσεται μὲν τῇ “τὰ πεντήκοντα ὀλίγα ἐστί᾿ καταληπτικῇ φαντασίᾳ, οὐ συγκαταθήσεται δὲ τῇ “τὰ μύρια ὀλίγα ἐστίν” ἀκαταλήπτῳ.

    ἀλλ’ εἰ τῇ “τὰ μύρια ὀλίγα ἐστίν” οὐ συγκαταθήσεται ὁ σοφός, παρόσον πολλῷ κεχώρισται τῆς “τὰ πεντήκοντα ὀλίγα ἐστίν”, φανερὸν δήπουθεν ὅτι συγκαταθήσεται τῇ “τὰ πεντήκοντα <ἓν> [*](14 γε NE: τε L: om. ς 17 ἐπὶ Gen.: ἐπεὶ G σωρίτου Bekk.: σωρείτου G (σωρείου A) 22 πλείων Bekk.: πλείω G 27 προπέσωμεν Bekk.: προσπέσωμεν G 29 κἂν Bekk.: καὶ G 1 δοκῆ Bekk.: δοκεῖ G 2 <ἐσχάτη> καταληπτικὴ Heintz dubit. coll. p. 281, 17. 282, 16 4 ἑτέρας <οὔσης>? 5 ἐπεὶ πλεῖστον N: ἐπιπλεῖστον LEg 13 ἓν add. Kochalsky, olim καὶ ἐν Fabr, (cf. vv. 16. 19. 25))

    ὀλίγα ἐστίν”· οὐδὲν γάρ ἐστι μεταξὺ ταύτης καὶ τῆς “τὰ πεντήκοντα ὀλίγα ἐστίν”. ἦν δέ γε ἡ “τὰ πεντήκοντα ἓν ὀλίγα ἐστί”, καταληπτικῆς ἐσχάτως ὑποκειμένης <τῆς> “τὰ πεντήκοντα ὀλίγα ἐστί”, πρώτη ἀκατάληπτος. συγκαταθήσεται ἄρα ὁ σπουδαῖος ἀκαταλήπτῳ φαντασίᾳ τῇ “τὰ πεντήκοντα ἓν ὀλίγα ἐστίν”· καὶ εἰ ταύτῃ συγκαταθήσεται, μηδεμίαν ἐχούσῃ διαφορὰν πρὸς τὴν “τὰ πεντήκοντα ὀλίγα ἐστί”, συγκαταθήσεται καὶ τῇ “τὰ μύρια ὀλίγα ἐστίν” ἀκαταλήπτῳ.

    πᾶσα γὰρ ἀκατάληπτος φαντασία ἀκαταλήπτῳ φαντασίᾳ ἐστὶν ἴση. ἐπεὶ οὖν ἡ μὲν “τὰ μύρια ὀλίγα ἐστίν” ἀκατάληπτος ἴση ἐστὶ τῇ “τὰ πεντήκοντα ἓν ὀλίγα ἐστίν”, οὐδενὶ δὲ διέφερε καὶ ἐκεχώριστο τῆς “τὰ πεντήκοντα ὀλίγα ἐστί” καταληπτικῆς, ἴση γενήσεται τῇ “τὰ μύρια ὀλίγα ἐστίν” ἀκαταλήπτῳ φαντασία ἡ “τὰ πεντήκοντα ὀλίγα ἐστί” καταληπτική.