Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Δεδόσθω δὲ καὶ τὸ τύπωσιν ὑπάρχειν τοῦ ἡγεμονικοῦ ταύτην· ἀλλ’ ἐπεὶ οὐκ ἄλλως ἀναγγέλλεται ἡ τοιαύτη τύπωσις τῷ ἡγεμονικῷ εἰ μὴ διὰ τῆς αἰσθήσεως, οἷον ὁράσεως ἀκοῆς ἢ ἄλλης τινὸς τοιαύτης δυνάμεως, ζητῶ, πότερον, οἵα ἐστὶν ἡ περὶ τὴν αἴσθησιν ἑτεροίωσις, τοιαύτη γίνεται καὶ ἡ περὶ τῷ ἡγεμονικῷ, ἢ διάφορος. καὶ εἰ μὲν ἡ αὐτή, ἐπεὶ ἑκάστη τῶν αἰσθήσεων ἄλογός ἐστι, καὶ τὸ <ἡγεμονικὸν> ἑτεροιούμενον ἄλογον ἔσται καὶ οὐ διαφέρον τῆς αἰσθήσεως·

εἰ δὲ διάφορος, οὐ τοιοῦτον λήψεται τὸ φανταστὸν ὁποῖον ὑπόκειται, ἀλλ’ ἕτερον μὲν ἔσται τὸ ὑποκείμενον, διαφέρουσα δὲ ἡ περὶ τῷ ἡγεμονικῷ συνισταμένη φαντασία. ὃ πάλιν ἐστὶν ἄτοπον. οὐδὲ ταύτῃ τοίνυν τύπωσιν εἶναι ῥητέον ἡγεμονικοῦ καὶ ἑτεροίωσιν τὴν φαντασίαν.

Πρὸς τούτοις ἡ φαντασία ἀποτέλεσμά ἐστι τοῦ φανταστοῦ, καὶ τὸ φανταστὸν αἴτιόν ἐστι τῆς φαντασίας καὶ τυπωτικὸν καθειστήκει τῆς αἰσθητικῆς δυνάμεως, διενήνοχέ τε τὸ ἀποτέλεσμα τοῦ ποιοῦντος αὐτὸ αἰτίου. ὅθεν ἐπεὶ ταῖς φαντασίαις ἐπιβάλλει ὁ νοῦς, λήψεται τὰ ἀποτελέσματα τῶν φανταστῶν, ἀλλ’ οὐ τὰ ἐκτὸς φανταστά.

καὶ εἰ λέγοι τις ἐκ τῶν περὶ αὐτῷ πείσεων καὶ παθῶν τοῖς ἐκτὸς ἐπιβάλλειν αὐτόν, τὰς ἀνώτερον (§ 357sq.) εἰρημένας μετοίσομεν ἀπορίας. ἤτοι γὰρ τὰ αὐτά ἐστι ταῖς ἡμετέραις φαντασίαις τὰ ἐκτός, ἢ τὰ αὐτὰ μὲν οὐκ ἂν εἴη, ὅμοια δέ. πῶς γὰρ δύναται τὸ αὐτὸ αἴτιόν τε καὶ ἀποτέλεσμα ἑαυτοῦ νοεῖσθαι;

εἰ δ’ ὅμοια, ἐπεὶ τό τινι ὅμοιον ἕτερόν ἐστιν ἐκείνου τοῦ ᾦ ὅμοιόν ἐστιν, ἡ διάνοια τὰ ὅμοια τοῖς φανταστοῖς ἀλλ’ οὐ τὰ φανταστὰ εἴσεται, σὺν τῷ καὶ τοῦτο ἄπορον εἶναι. πῶς γὰρ εἴσεται ἡ διάνοια, ὅτι ὅμοιά ἐστι ταῖς φαντασίαις τά φανταστά; ἤτοι γὰρ χωρὶς φαντασίας τοῦτο αὐτὸ γνώσεται ἢ φαντασίᾳ τινί. καὶ χωρὶς μὲν φαντασίας ἀμήχανον· οὐδὲν γὰρ ἡ διάνοια μὴ φαντασιουμένη πέφυκε λαμβάνειν.

εἰ δὲ φαντασίᾳ, πάντως [*](22 ἡγεμονικὸν add. Heintz cf. ad p. 273, 7 26 ταύτῃ N: ταύτην LE ς 27 <εἶναι> τὴν N 1 φανταστῶν Bekk.: G 2 λέγει ς αὐτῶ Bekk.: αὐτὰ G 5 ἂν εἴη del. Kochalsky 6 ante πῶς Bekk. addi iubet ἀλλὰ τὰ αὐτὰ μὲν οὔκ ἔσται; Kochalsky καὶ τὰ αὐτὰ μὲν οὐκ ἂν εἴη·)

αὕτη ἡ φαντασία, ἴνα γνωσθῇ εἰ αὐτὴ ὁμοία ἐστὶ τῷ ποιοῦντι αὐτὴν φανταστῷ, ὀφείλει ἑαυτὴν λαβεῖν καὶ τὸ ὑποκείμενον φανταστόν. ἀλλὰ τὸ μὲν ὑποκείμενον φανταστὸν τάχα δυνήσεται λαβεῖν φαντασία οὖσα ἐκείνου· ἑαυτὴν δὲ πῶς λήψεται; ἴνα γὰρ τοῦτο γένηται, δεήσει ταὐτὸ καὶ φαντασίαν καὶ φανταστὸν γίνεσθαι.

καὶ ἐπεί ἐστιν ἕτερον μὲν τὸ φανταστόν (αἴτιον γάρ ἐστιν), ἕτερον ἐστιν ἡ φαντασία (ἀποτέλεσμα γὰρ ἦν), ἔσται τὸ ἕτερον ἑαυτοῦ αἴτιόν τε ἅμα καὶ ἀποτέλεσμα)· ὧν ἑκάτερόν ἐστιν ἄλογον.

Ἠπορημένων δὴ τούτων μεταβάντες, καὶ ἐπὶ συγχωρήσει τοῦ εἶναι τὴν φαντασίαν τοιαύτην ὁποίαν ποτὲ θέλουσιν ὑπάρχειν οἱ δογματικοί, ἑτέρως ἀπορῶμεν. εἰ γὰρ κριτήριον ἀπολειπτέον τὴν φαντασίαν, ἤτοι πᾶσαν ἀληθῆ φαντασίαν λεκτέον εἶναι, καθὼς ἔλεγεν ὁ Πρωταγόρας, ἢ πᾶσαν ψευδῆ, ὧς ἔφασκε Ξενιάδης ὁ Κορίνθιος, ἢ τινὰ μὲν ἀληθῆ τινὰ δὲ ψευδῆ, ὡς οἱ ἀπὸ τῆς Στοᾶς καὶ τῆς Ἀκαδημίας, ἔτι δὲ τοῦ Περιπάτου.

οὔτε δὲ πᾶσαν ἀληθῆ λεκτέον εἶναι οὔτε ψευδῆ οὔτε τινά μὲν ἀληθῆ τινὰ δὲ ψευδῆ, ὡς παραστήσομεν· οὐκ ἄρα κριτήριον εἶναι ῥητέον τὴν φαντασίαν. πᾶσαν μὲν οὖν φαντασίαν οὐκ <ἂν> τις ἀληθῆ διὰ τὴν περιτροπήν, καθὼς ὅ τε Δημόκριτος (Α 8 et 114 Diels) καὶ ὁ Πλάτων (Theaet. 171 A. Euthyd. 286 ΒC) ἀντιλέγοντες τῷ Πρωταγόρᾳ (A 19 Diels) ἐδίδασκον·

[*](9a) εἰ γὰρ πᾶσα φαντασία ἐστὶν ἀληθής, καὶ τὸ μὴ πᾶσαν φαντασίαν εἶναι ἀληθῆ, κατὰ φαντασίαν ὑφιστάμενον, ἔσται ἀληθές, καὶ οὕτω τὸ πᾶσαν φαντασίαν εἶναι ἀληθῆ γενήσεται ψεῦδος. καὶ χωρὶς δὲ τῆς τοιαύτης περιτροπῆς παρὰ τὰ φαινόμενά ἐστι καὶ τὴν ἐνάργειαν τὸ λέγειν πᾶσαν φαντασίαν εἶναι ἀληθῆ, πολλῶν πάνυ ψευδῶν οὐσῶν.

οὐχ ὡσαύτως γὰρ κινούμεθα πρὸς τὸ “ἡμέρα [*](15 sqq. ~ Hyp. II 76.) [*](15 εἰ αὐτὴ N: εἰ LEς 16 <καὶ> ἑαυτὴν vel ἑαυτήν Bekk. dubit. coll. p. 286, 6 et 9 23 αἴτιον — ἀποτέλεσμα ut glossema del. Heintz 27 σκοπῶμεν Kayser coll. p. 312, 9. 340, 29. 361, 1 28 ἀπολειπτέον N: ἀποληπτέον LEς 6 ἂν add.)

ἔστιν” ἐπὶ τοῦ παρόντος καὶ πρὸς τὸ “νὺξ ἔστι,” τό τε ζῆν Σωκράτη καὶ τεθνάναι, οὐδὲ τὴν ἴσην ποτὲ ταῦτα προσβάλλει ἐνάργειαν, ἀλλὰ τὸ μὲν ἡμέραν νῦν εἶναι καὶ τὸ Σωκράτη τεθνάναι πιστὸν ἔοικεν ὑπάρχειν, τὸ δὲ νύκτα εἶναι καὶ τὸ ζῆν Σωκράτη οὐχ ὁμοίως ἐστὶ πιστόν, ἀλλὰ τῶν ἀνυπάρκτων φαίνεται.

καὶ ὁ αὐτὸς λόγος ἐπὶ τῆς ἔν τισι πράγμασιν ἀκολουθίας τε καὶ μάχης [ἀληθής τε καὶ ψευδής ἐστιν]. τῷ μὲν γὰρ ἡμέραν εἶναι τὸ φῶς εἶναι καὶ τῷ περιπατεῖν σε τὸ κινεῖσθαί σε ἐμφανῶς ἀκολουθεῖ, τῷ δὲ ἡμέραν εἶναι τὸ νύκτα εἶναι καὶ τῷ περιπατεῖν σε τὸ μὴ κινεῖσθαί σε προδήλως ἐμάχετο, καὶ ἡ τοῦ ἑτέρου θέσις ἄρσις ἦν τοῦ λοιποῦ καὶ εἰ μὲν συνακολουθεῖ τί τινι, καὶ μάχεται πάντως ἕτερον ἑτέρῳ. εἰ δέ ἐστί τί τινι μαχόμενον , οὐ πᾶσα φαντασία ἐστὶν ἀληθής· τὸ γάρ τινι μαχόμενον ὡς ἀληθὲς ψεύδει ἢ ὡς ψεῦδος ἀληθεῖ μάχεται.

εἴπερ τε πάσας συμβέβηκε τὰς φαντασίας εἶναι ἀληθεῖς, οὐδέν ἐστιν ἡμῖν ἄδηλον. ἀληθοῦς γάρ τινος ὄντος καὶ ψεύδους, εἶτ᾿ ἀγνοουμένου τί τούτων ἐστὶν ἀληθὲς καὶ τί ψεῦδος, τὸ ἀδηλούμενον ἡμῖν συνίσταται, καὶ ὁ λέγων “ἄδηλόν ἐστί μοι τὸ ἀρτίους ἢ περισσοὺς εἶναι τοὺς ἀστέρας” δυνάμει λέγει μὴ ἐπίστασθαι πότερον ἀληθές ἐστι καὶ πότερον ψεῦδος, τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας ἢ περισσούς. ὥστε εἰ πάντα ἐστὶν ἀληθῆ καὶ πᾶσαι φαντασίαι εἰσὶν ἀληθεῖς, οὐδέν ἐστιν ἡμῖν ἄδηλον. εἰ δὲ μηδέν ἐστιν ἡμῖν ἄδηλον, πάντ’ ἔσται πρόδηλα. εἰ δὲ πάντα ἐστὶ πρόδηλα, οὐδὲν ἔσται τὸ ζητεῖν καὶ ἀπορεῖν περί τινος· ζητεῖ γάρ τις καὶ ἀπορεῖ περὶ τοῦ ἀδηλουμένου αὐτῷ πράγματος, ἀλλ᾿ οὐχὶ περὶ τοῦ φανεροῦ. ἄτοπον δέ γέ ἐστι τὸ ζήτησιν καὶ ἀπορίαν ἀναιρεῖν· οὐκ ἄρα πᾶσα φαντασία ἐστὶν ἀληθής, οὐδὲ πάντα ἐστὶν ἀληθῆ.

[*](18 εἶναι νῦν N 22 τῆς NEABR: τοῖς LV 22/23 ἀληθὴς — ἐστιν del. Kochalsky coll. p. 72, 8. 93, 33. 211, 19 e. a. 25 καὶ τῶ NAB: καὶ τὸ LEVR 27 καὶ εἰ μὲν Kochalsky (v. ad 22/23): καὶ εἰ μὴ N: εἰ LEς τι LEABR: ται N: om.V 28 τί om. L 29 οὐ — 30 μαχόμενον om. N 3 fort. καὶ <γὰρ> ὁ λ. 8 δὲ om. N 9 ἐστὶ Bekk. dubit.: ἔσται G)

Καὶ μὴν εἰ πᾶσα φαντασία ἐστὶν ἀληθὴς καὶ πάντα ἐστὶν ἀληθῆ, οὔτε ἀλήθευσίς τις ἔστιν οὔτε ἀπλανησία, οὐ διδασκαλία, οὐ μάθησις, οὐ τέχνη, οὐκ ἀπόδειξις, οὐκ ἀρετή, οὐκ ἄλλο τι τῶν τοιούτων. σκοπῶμεν δὲ τὸ λεγόμενον. εἰ γὰρ πᾶσα φαντασία ἐστὶν ἀληθής, οὐδέν ἐστι ψεῦδος, μηδενὸς δὲ ὄντος ψεύδους οὔτε τὸ ψεύδεσθαι ἔσται οὔτε τὸ πλανᾶσθαι οὔτε τὸ ἄτεχνον εἶναι οὔτε τὸ φαῦλον ὑπάρχειν· ἕκαστον γὰρ τούτων τοῦ ψεύδους ἔχεται κοὶ περὶ τοῦτο τὴν ὑπόστασιν λαμβάνει.

μηδενὸς δὲ ψευδομένου οὐδ’ ἀληθεύων τις ἔσται, καὶ μηδενὸς πλανωμένου οὐδ’ ἀπλανὴς καταστήσεταί τις. ὡσαύτως δὲ μὴ ὄντος ἀτέχνου συναναιρεῖται καὶ ὁ τεχνίτης καὶ μὴ ὑπάρχοντος φαύλου ὁ σοφός· ταῦτα γὰρ κατὰ σύμβλησιν νοεῖται, καὶ ὃν τρόπον μὴ ὄντος δεξιοῦ τινος οὐδὲ ἀριστερὸν ἔστι μηδὲ ὄντος τοῦ κάτω οὐδὲ τὸ ἄνω ἔστιν, οὕτω μὴ ὄντος τοῦ ἑτέρου τῶν ἀντικειμένων οὐδὲ τὸ λοιπὸν ὑποστήσεται. οἰχήσεται δὲ καὶ ἡ ἀπόδειξις καὶ τὸ σημεῖον.

ἣ μὲν γὰρ τοῦ ἀληθὲς εἶναι ἀλλὰ μὴ ψεῦδος ἔστιν ἀπόδειξις· μηδενὸς δὲ ὄντος ψεύδους οὐ χρεία τοῦ διδάξοντος ὅτι οὐκ ἔστι ψεῦδος· τὸ δὲ σημεῖον καὶ τὸ τεκμήριον ἐπηγγέλλετο ἐκκαλυπτικὸν εἶναι τοῦ ἀδηλουμένου, πάντων δὲ ἀληθῶν ὄντων καὶ δι’ αὑτῶν προφανῶν οὐ χρῄζομεν τοῦ μηνύσοντος τὸ μὴ γινωσκόμενον, εἴτε ἀληθές ἐστιν εἴτε καὶ ψεῦδος.

Καίτοι τί περὶ τούτων διέξιμεν, ὅτε οὔτε ζῷον οὔτε κοινῶς κόσμος ὑποκείσεται συγχωρηθέντος τοῦ πάσας τὰς φαντασίας ἀληθεῖς ὑπάρχειν; εἰ γὰρ πάντα ἐστὶν ἀληθῆ, [*](16 τις V et E (sed eraso ς): τι NLABR 17 μάθησις Heintz: μήνυσις Kochalsky coll. p. 277, 4: πλάνησις G: οὐ πλάνησις del. Kayser 26 ἀτέχνου Nauck: ἀτεχνοῦς G 29 μὴ ὄντος δὲ N 31 ἡ ς: om. NLE καὶ <ἡ διδασκαλία καὶ> τὸ Kochalsky 32/33 ἀπόδειξις. <μηδενὸς γὰρ ὄντος ψεύδους οὐ δεῖ τοῦ ἀποδείξοντος, ὅτι ἀληθὲς ἀλλὰ μὴ ψεῦδος ἔστιν. ὡσαύτως δὲ ἡ διδασκαλία> Kochalsky, sed fors. sufficiat ἀπόδειξις· <οὐκ ἄρα ἔστιν ἀπόδειξις> 33 δὲ Bekk. dubit.: γάρ G: ἄρα Heintz 4 μηνύσοντος Bekk. dubit. coll. p. 284, 21 et 24: μηνύοντος G 6 ζῷον <οὔτε φυτὸν> Kochalsky coll. v. 12 7 <ὁ> κόσμος N)

πάντα ἡμῖν γενήσεται πρόδηλα, καὶ εἰ τοῦτο, ἔσται ὑγιές τε καὶ ἀληθὲς καὶ τὸ πάντα ἡμῖν εἷναι ἄδηλα, ‘ὲν ἐκ τῶν πάντων καθεστώς· ἀληθοῦς δὲ ὄντος τοῦ πάντα ἄδηλα τυγχάνειν, οὔτε ζῶον οὔτε φυτὸν οὔτε κόσμον προσδεξόμεθα φαίνεσθαι ἡμῖν· ὅπερ ἐστὶν ἄτοπον.

λεκτέον ἄρα διὰ ταῦτα πάντα μὴ πάσας τἀς φαντασίας εἶναι ἀληθεῖς καὶ πιστάς, καὶ μὴν οὐδὲ πάσας ψευδεῖς διὰ τἀς ἀναλόγους αἰτίας· ἰσοδυναμεῖ γὰρ τῷ πάσας εἶναι ἀληθεῖς καὶ τὸ πάσας εἶναι ψευδεῖς. διὸ καὶ πάντα σχεδὸν τὰ προειρημένα ἡμῖν ἔσται καὶ ἐπὶ τὴν τοιαύτην μεταφέρειν στάσιν.

εἰ γὰρ πᾶσαι αἱ φαντασίαι εἰσὶ ψευδεῖς καὶ οὐδέν ἐστιν ἀληθές, ἀληθές ἐστι τὸ ‘‘οὐδέν ἐστιν ἀληθές.” εἰ ἄρα μηδέν ἐστιν ἀληθές, ἔστιν ἀληθές· καὶ οὕτως εἰς τοὐναντίον τῇ προθέσει περιήχθησαν οἱ περὶ τὸν Ξενιάδην, λέγοντες πάσας τἀς φαντασίας εἶναι ψευδεῖς καὶ μηδὲν ὅλως ἐν τοῖς οὖσιν ὑπάρχειν ἀληθές. καθόλου γὰρ ἀμήχανόν ἐστι τῶν ἐπὶ μέρους τι λέγοντα ψεῦδος μὴ οὐχὶ καὶ ἀληθὲς ὁρίζειν. οἶον ὅτε λέγομεν ψεῦδος εἶναι τὸ Α, τοῦ μὲν Α τὸ ψεῦδος αὐτὸ ὑπάρχειν κατηγοροῦμεν, τὸ δὲ “ψεῦδός ἐστι τὸ Α” τίθεμεν, ὥστε δυνάμει τοιοῦτόν τι ἀποφαίνεσθαι ‘‘ἀληθές ἐστι τὸ ψεῦδος εἶναι τὸ Α.” ἅμα οὖν τῷ ψεῦδός τι λέγειν καὶ τὸ εἶναι ἀληθὲς ἐξ ἀνάγκης ὁρίζομεν.

ἔνεστι δὲ κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐνταυθοῖ διδάσκειν, ὅτι ἐναργεῖς σχεδόν εἰσι τῶν φαντασιῶν αἱ διαφοραί, καθ’ ἃς αἱ μὲν ἐπισπῶνται ἡμῶν τὴν συγκατάθεσιν, αἱ δ’ ἀποκρούονται, καὶ οὔτε ἅπασαι ἐπισπῶνται κοινῶς οὔτε ἅπασαι συλλήβδην ἀποχρούονται, ἐπεί τοι μηδεμιᾶς οὔσης τῆς διαφορᾶς, ἀλλὰ πασῶν ἐπ’ ἴσης ἀπίστων οὐσῶν ἢ πιστῶν, οὔτε τέχνη ποτ’ ἂν οὔτε ἀτεχνία καθειστήκει, οὐκ ἔπαινος, οὐκ ἐπιτίμησις, οὐκ ἀπάτη· ἐνοεῖτο γὰρ ἡ μὲν τέχνη καὶ ἀποδοχὴ καὶ τὸ ἀνεξαπάτητον κατὰ τὰς ἀληθεῖς φαντασίας, ἡ δὲ [*](14 πάντα fort. delendum 15 διὰ <γὰρ> τάς N 20 ἀληθές ἐστι—21 ἀληθές, ἔστιν ἀληθές om. ς 25 τῶν NLE: τὸν ς: τὸν τῶν Kochalsky 27. 28. 30 Α Bekk.: πρῶτον (vel πρώτου) G 2 οἱ μὲν ς 4/5 ἀποκρίνονται ς 5 τῆς om. N 7/8 ἐπιτίμησις, <οὐκ ἀνεξαπατησία,> Kochalsky)

ἀπάτη καὶ ἐπιτίμησις κάτα τὰς ψευδεῖς. οὔτε οὑν πάσας ἀληθεῖς εἶναι ῥητέον καὶ πιστὰς οὔτε πάσας ψευδεῖς καὶ ἀπίστους.