Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

τοῦτο δὲ πάλιν τὸ κίνημα, ὅπερ μνήμη τε καὶ φαντασία καλεῖται, εἶχεν ἐν ἑαυτῷ τρίτον ἐπιγινόμενον ἄλλο κίνημα τὸ τῆς λογικῆς φαντασίας, κατὰ κρίσιν [*](22 fort. καὶ <τὸ> 23 ἀριστοτέλην L 30 ἡ add. 31 ὑπὸ Bekk. dubit. (at cf. p. 239, 9. 13) 1 ὑπὸ Kochalsky 7 τὸ om. ς πάθους Ν ς)

λοιπὸν καὶ προαίρεσιν τὴν ἡμετέραν συμβαῖνον, ὅπερ κίνημα διάνοιά τε καὶ νοῦς προσαγορεύεται, οἶον ὅταν τις προσπεσόντος κατ’ ἐνάργειαν Δίωνος πάθη πως τὴν αἴσθησιν καὶ τραπῇ, ὑπὸ δὲ τοῦ περὶ τὴν αἴσθησιν πάθους ἐγγένηταί τις αὐτοῦ τῇ ψυχῇ φαντασία, ἣν καὶ μνήμην πρότερον ἐλέγομεν καὶ ἴχνει παραπλήσιον ὑπάρχειν,

ἀπὸ δὲ ταύτης τῆς φαντασίας ἑκουσίως ἀναζωγραφῇ αὐτῷ καὶ ἀναπλάσσῃ φάντασμα, καθάπερ τὸν γενικὸν ἄνθρωπον. τὸ γὰρ δὴ τοιοῦτο κίνημα τῆς ψυχῆς κατὰ διαφόρους ἐπιβολὰς οἱ Περιπατητικοὶ τῶν φιλοσόφων διάνοιάν τε καὶ νοῦν ὀνομάζουσι, κατὰ μὲν τὸ δύνασθαι διάνοιαν, κατὰ δὲ ἐνέργειαν νοῦν·

ὅταν μὲν γὰρ δύνηται τοῦτον ποιεῖσθαι τὸν ἀναπλασμὸν ψυχή, τουτέστιν ὅταν πεφύκῃ, διάνοια καλεῖται, ὅταν δὲ ἐνεργητικῶς ἤδη ποιῇ, νοῦς ὀνομάζεται. ἀπὸ μέντοι τοῦ νοῦ καὶ τῆς διανοήσεως συνίσταται ἥ τε ἔννοια καὶ ἐπιστήμη καὶ τέχνη. διανόησις μὲν γὰρ γίνεται ὁτὲ μὲν τῶν κατὰ μέρος εἰδῶν ὁτὲ δὲ τῶν τε εἰδῶν καὶ τῶν γενῶν·

ἀλλ’ ὁ μὲν ἀθροισμὸς τῶν τοιούτων τοῦ νοῦ φαντασμάτω καὶ ἡ συγκεφαλαίωσις τῶν ἐπὶ μέρους εἰς τὸ καθόλου ἔννοια καλεῖται, ἐν δὲ τῷ ἀθροισμῷ τούτῳ καὶ τῇ συγκεφαλαιώσει τελευταῖον ὑφίσταται ἥ τε ἐπιστήμη καὶ τέχνη, ἐπιστήμη μὲν <ἡ> καὶ ἀδιάπτωτον ἔχουσα, τέχνη δὲ ἡ μὴ πάντως τοιαύτη.

ὥσπερ δὲ ἡ τῶν ἐπιστημῶν καὶ τεχνῶν φύσις ἐστὶν ὑστερογενής, οὕτω καὶ ἡ καλουμένη δόξα· ὅταν γὰρ εἴξῃ ἡ ψυχὴ τῇ ἀπὸ τῆς αἰσθήσεως ἐγγενομένῃ φαντασίᾳ καὶ τῷ φανέντι πρόσθηται καὶ συγκατάθηται, λέγεται δόξα.

φαίνεται οὖν ἐκ τῶν εἰρημένων πρῶτα κριτήρια τῆς τῶν πραγμάτων γνῶσ’ ἕως ἥ τε αἴσθησις καὶ ὁ νοῦς, ἡ μὲν ὀργάνου τρόπον ἔχουσα ὁ δὲ τεχνίτου. ὥσπερ γὰρ ἡμεῖς οὐ δυνάμεθα χωρὶς ζυγοῦ τὴν τῶν βαρέων καὶ κούφων ἐξέἐγγένηται [*](21 Hervetus: ἐννέμηται G (sed in N aliquid cormasius: rectum in margine, quod iam non legitur) 27 δύνασθαι Salmasius: οἴειθαι G 28 ἐνέργειαν Fabr.: ἐνάργειαν G 29 πεφύκῃ Bekk.: πεφύκοι G (in N comp. script.) 80 ἐνεργητικῶς N: ἐγερτικῶς LEς 8 ἡ add. Kochalsky 9 καὶ om. N 12 ὑπὸ Kochalsky)

τάσιν ποιεῖσθαι, οὐδὲ ἄτερ κανόνος τὴν τῶν εὐθέων καὶ στρεβλῶν διαφορὰν λαβεῖν, οὕτως οὐδὲ ὁ νοῦς χωρὶς σἰσθήσεως δοκιμάσαι πέφυκε τὰ πράγματα.

Τοιοῦτοι μὲν οὖν ὧς ἐν κεφαλαίοις εἰσὶ καὶ οἱ ἀπὸ τοῦ Περιπάτου·

ἀπολειπομένης δ’ ἔτι τῆς Στωικῆς δόξης (fr. II 56 Arn.) παρακειμένως καὶ περὶ ταύτης λέγωμεν. τοίνυν φασὶν ἀληθείας εἷναι οἱ ἄνδρες οὗτοι τὴν καταληπτικὴν φαντασίαν. ταύτην δ’ εἰσόμεθα πρότερον γνόντες, τί ποτέ ἐστι κατ’ αὐτοὺς ἡ φαντασία καὶ τίνες ἐπ’ εἴδους ταύτης διαφοραί.

φαντασία οὖν ἐστι κατ’ αὐτοὺς τύπωσις ἐν ψυχῇ. περὶ ἧς εὐθὺς καὶ διέστησαν· Κλεάνθης (fr. 484 Arn.) μὲν γὰρ ἤκουσε τὴν τύπωσιν κατὰ εἰσοχήν τε καὶ ἐξοχήν, ὥσπερ καὶ <τὴν> διὰ τῶν δακτυλίων γινομένην τοῦ κηροῦ τύπωσιν, Χρύσιππος δὲ ἄτοπον ἡγεῖτο τὸ τοιοῦτον.

πρῶτον μὲν γάρ, φησί, δεήσει τῆς διανοίας ὑφ’ ἔν ποτε τρίγωνόν τι καὶ τετράγωνον φαντασιουμένης τὸ αὐτὸ σῶμα κατὰ τὸν αὐτὸν χρόνον διαφέροντα ἔχειν περὶ αὐτῷ σχήματα ἅμα τε τρίγωνον καὶ τετράγωνον γίνεσθαι ἢ καὶ περιφερές, ὅπερ ἐστὶν ἄτοπον· εἶτα, πολλῶν ἅμα φαντασιῶν ὑφισταμένων ἐν ἡμῖν, παμπληθεῖς καὶ τοὺς σχηματισμοὺς ἕξειν τὴν ψυχήν, ὃ τοῦ προτέρου χεῖρόν ἐστιν.

αὐτὸς οὖν τὴν τύπωσιν εἰρῆσθαι ὑπὸ τοῦ Ζήνωνος (fr. 58 Arn.) ὑπενόει ἀντὶ τῆς ἑτεροιώσεως, ὥστ’ εἶναι τοιοῦτον τὸν λόγον ‘‘φαντασία ἐστὶν ἑτεροίωσις ψυχῆς”, μηκέτι ἀτόπου ὄντος <τοῦ> τὸ αὐτὸ σῶμα, ὑφ’ ὲν [κατὰ τὸν αὐτὸν χρόνον] πολλῶν λῶν περὶ ἡμᾶς συνισταμένων φαντασιῶν, παμπληθεῖς ἀναδέχεσθαι ἑτεροιώσεις·

ὥσπερ γὰρ ὁ ἀήρ, ὅταν ἅμα πολλοὶ φωνῶσιν, ἀμυθήτους ὑπὸ ‘ὲν καὶ διαφερούσας ἀναδεχόμενος [*](228—231 cf. adv. dogm. Ι 372—373.) [*](18 οὐδὲ Bekk.: οὔτε G 21 οὖν om. LEς 24 εἷναι ἀληθείας N 29 τε om. LE 30 τὴν add. Zeller 32 δεήσει τῆς διανοίας Kochalsky: τῆς διανοίας δεήσει Gr 32 τι LEς: ἐστι (comp. exaratum) 2 αὑτῶ N: αὐτὸ LE: αὐτῶ αὐτοῦ AB τὸν τοιοῦτον λόγον ς 10 τοῦ add. Bekk. ἔν κατὰ G: ἴνα καὶ Bekk.: ἓν <καὶ> κατὰ Kochalsky κατὰ τὸν αὐτὸν ut glossema delevi. cf. p. 240, 32. 241, 13. 256, 1. 324, 2)

πληγὰς εὐθὺς πολλὰς ἴσχει καὶ τἀς ἑτεροιώσεις, οὕτω καὶ τὸ ἡγεμονικὸν ποικίλως φαντασιούμενον ἀνάλογόν τι τούτῳ πείσεται.

ἄλλοι δὲ οὐδὲ τὸν κατὰ διόρθωσιν ἐκείνου ἐξενεχθέντα ὅρον ὀρθῶς ἔχειν φασίν. εἰ μὲν γὰρ ἔστι τις φαντασία, αὕτη τύπωσις καὶ ἑτεροίωσις τῆς ψυχῆς καθέστηκεν· εἰ δέ τις ἐστὶ τύπωσις τῆς ψυχῆς, ἐκείνη οὐ πάντως ἐστὶ φαντασία. καὶ γὰρ προδπταίσματος μάτος γενομένου περὶ τὸν δάκτυλον ἢ κνησμοῦ περὶ τὴν χεῖρα συμβάντος τύπωσις μὲν καὶ ἑτεκνησμοῦ τῆς ψυχῆς ἀποτελεῖται, οὐχὶ δὲ καὶ φαντασία, ἐπείπερ οὐδὲ περὶ τῷ τυχόντι μέρει τῆς ψυχῆς γίνεσθαι ταύτην συμβέβηκεν, ἀλλὰ περὶ τῇ διανοίᾳ μόνον καὶ τῷ ἡγεμονικῷ.

πρὸς οὓς ἀπαντῶντες οἱ ἀπὸ τῆς Στοᾶς συνεμφαίνεσθαί φασι τῇ τυπώσει τῆς ψυχῆς τὸ ὧς ἂν ἐν ψυχῇ, ὥστε εἶναι τὸ πλῆρες τοιοῦτον ‘‘φαντασία ἐστὶ τύπωσις ἐν ψυχῇ ὡς ἂν ἐν ψυχῇ” καθὰ γὰρ ἡ ἐφηλότης λέγεται λευκότης ἐν ὀφθαλμῷ συνεμφαινόντων ἡμῶν τὸ ὧς ἐν ὀφθαλμῷ, τουτέστι τὸ κατὰ ποιὸν μέρος τοῦ ὀφθαλμοῦ, τὴν λευκότητα εἶναι, ἴνα μὴ πάντες ἄνθρωποι ἐφηλότητα ἔχωμεν ὧς ἂν πάντες ἐκ φύσεως ἔχοντες λευκότητα ἐν ὀφθαλμῷ, οὕτως ὅταν λέγωμεν τὴν φαντασίαν τύπωσιν ἐν ψυχῇ, συνεμφαίνομεν καὶ τὸ περὶ ποιὸν μέρος γίνεσθαι τῆς ψυχῆς τὴν τύπωσιν, τουτέστι τὸ ἡγεμονικόν, ὥστε ἐξαπλούμενον γίνεσθαι τὸν ὅρον τοιοῦτον ‘‘φαντασία ἐστὶν ἑτεροίωσις ἐν ἡγεμονικῷ”.

ἄλλοι δὲ ἀπὸ τῆς αὐτῆς ὁρμώμενοι δυνάμεως γλαφυρώτερον ἀπελογήσαντο. φασὶ γὰρ ψυχὴν λέγεσθαι διχῶς, τό τε συνέχον τὴν ὅλην σύγκρισιν καὶ κατ’ ἰδίαν τὸ ἡγεμονικόν. ὅταν γὰρ εἴπωμεν συνεστάναι τὸν ἄνθρωπον ἐκ ψυχῆς καὶ σώματος, ἤ τὸν θάνατον εἶναι χωρισμὸν ψυχῆς ἀπὸ σώματος, ἰδίως καλοῦμεν τὸ ἡγεμονικόν.

ὡσαύτως δὲ καὶ ὅταν διαιρούμενοι φάσκωμεν ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχὴν τὰ δὲ περὶ σῶμα τὰ δ’ ἐκτός, οὐ τὴν ὅλην ψυχὴν ἐμφαίνομεν ἀλλὰ [*](23 οὐδὲ τῶ περιτυχόντι N 29 συμφαινόντων N 30 ὡς <ἢν> ἐν Kochalsky coll. v. 26. 28 30 et 242, 2 ποιὸν Bekk.: ποῖον G 31 <οἱ> ἄνθρωποι ς 4 xovtovNK sed γρ. τοιοῦτον 7 <τὴν> ψυχὴν NE 11 δὲ om. ς)

τὸ ἡγεμονικὸν ταύτης μόριον· περὶ τούτῳ γὰρ τὰ πάθη καὶ τὰ ἀγαθὰ συνίσταται.

διόπερ καὶ ὅταν λέγῃ ὁ Ζήνων (fr. 58 Arn.) φαντασίαν εἶναι τύπωσιν ἐν ψυχῇ, ἀκουστέον ψυχὴν οὐ τὴν ὅλην ἀλλὰ τὸ μόριον αὐτῆς, ἵνα ᾖ τὸ λεγόμενον οὕτως ἔχον ‘‘φαντασία ἐστὶν ἑτεροίωσις περὶ τὸ ἡγεμονικόν” ἀλλὰ κἂν οὕτως ἔχῃ, φασί τινες, πάλιν ἡμάρτηται.

καὶ γὰρ ἡ ὁρμὴ καὶ ἡ συγκατάθεσις καὶ ἡ κατάληψις ἑτεροιώσεις μέν εἰσι τοῦ ἡγεμονικοῦ, διαφέρουσι δὲ τῆς φαντασίας· ἡ μὲν γὰρ πεῖσίς τις ἦν ἡμετέρα καὶ διάθεσις, αὗται δὲ πολὺ μᾶλλον ἢ ὁρμαὶ] ἐνέργειαί τινες ἡμῶν ὑπῆρχον. μοχθηρὸς ἄρα ἐστὶν <ὁ> ὅρος πολλοῖς καὶ πράγμασιν ἐφαρμοζόμενος·

καὶ ὃν τρόπον ὁ τὸν ἄνθρωπον ὁρισάμενος καὶ εἰπὼν ὅτι ἄνθρωπός ἐστι ζῷον λογικόν, οὐχ ὑγιῶς τὴν ἔννοιαν τοῦ ἀνθρώπου ὑπέραψε διὰ τὸ καὶ τὸν θεὸν ζῷον εἶναι λογικόν, οὕτω καὶ ὁ τὴν φαντασίαν ἀποφηνάμενος ἑτεροίωσιν ἡγεμονικοῦ διέπεσεν· οὐ μᾶλλον γὰρ ταύτης ἢ ἑκάστης τῶν κατηριθμημένων κινήσεων ἐστιν ἀπόδοσις.

τοιαύτης δ’ οὔσης καὶ τῆσδε τῆς ἐνστάσεως πάλιν ἐπὶ τὰς συνεμφάσεις οἱ Στωικοὶ ἀνατρέχουσι, λέγοντες τῷ ὅρῳ δεῖν τῆς φαντασίας συνακούειν τὸ κατὰ πεῖσιν· ὧς γὰρ ὁ λέγων τὸν ἔρωτα ἐπιβολὴν εἶναι φιλοποιίας συνεμφαίνει τὸ νέων ὡραίων, καὶ εἰ μὴ κατὰ τὸ ῥητὸν τοῦτο ἐκφέρῃ (οὐθεὶς γὰρ γερόντων καὶ ἀκμῆς ὥραν μὴ ἐχόντων ἐρᾷ), οὕτως ὅταν λέγωμεν, φασί, τὴν φαντασίαν ἑτεροίωσιν ἡγεμονικοῦ, συνεμφαίνομεν τὸ κατὰ πεῖσιν ἀλλὰ μὴ τὸ κατὰ ἐνέργειαν γίνεσθαι τὴν ἑτεροίωσιν.

δοκοῦσι δὲ μηδ’ οὕτως ἐκπεφευγέναι τὸ ἔγκλημα· ὅτε γὰρ τρέφεται τὸ ἡγεμονικὸν καὶ νὴ Δία γε αὔξεται, ἑτεροιοῦται μὲν κατὰ πεῖσιν, οὐκ ἔστι δὲ ἡ τοιαύτη ἐτεροίωσις αὐτοῦ, καίπερ κατὰ πεῖσιν οὖσα καὶ διάθεσιν, φαντασία, ἐκτὸς εἰ μή τι πάλιν λέγοιεν ἰδίωμα πείσεως εἶναι τὴν φαντασίαν, ὅπερ διενήνοχε τῶν τοιούτων διαθέσεων, ἢ ἐκεῖνό γε,