Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Oὐκ ἄποθεν δὲ τῆς τούτων δόξης ἐοίκασιν εἶναι καὶ οἱ ἀποφαινόμενοι κριτήριον ὑπάρχειν τῆς ἀληθείας τἀς αἰσθήσεις. ὅτι γὰρ ἐγένοντό τινες τὸ τοιοῦτο ἀξιοῦντες, προῦπτον πεποίηκεν Ἀντίοχος ὁ ἀπὸ τῆς Ἀκαδημίας, ἐν δευτέρῳ τῶν Κανονικῶν ῥητῶς γράψας ταῦτα “ἄλλος δέ τις, ἐν ἰατρικῇ μὲν οὐδενὸς δεύτερος, ἁπτόμενος δὲ καὶ φιλοσοφίας, ἐπείθετο τὰς μὲν αἰσθήσεις ὄντως καὶ ἀληθῶς ἀντιλήψεις εἶναι, λόγῳ δὲ μηδὲν ὅλως ἡμᾶς καταλαμβάνειν”.

ἔοικε γὰρ διὰ τούτων ὁ Ἀντίοχος τὴν προειρημένην τιθέναι στάσιν καὶ Ἀσκληπιάδην τὸν ἰατρὸν αἰνίττεσθαι, ἀναιροῦντα μὲν τὸ ἡγεμονικόν, κατὰ δὲ τὸν αὐτὸν χρόνον αὐτῷ γενόμενον. ἀλλὰ 9a περὶ μὲν τῆς τούτου φορᾶς ποικιλώτερον καὶ κατ’ ἰδίαν ἐν τοῖς ἰατρικοῖς ὑπομνήμασι διεξήλθομεν, ὥστε μὴ ἔχειν ἀνάγκην παλινῳδεῖν.

Ἐπίκουρος (fr. 247 Us.) δὲ δυεῖν ὄντων τῶν συζυγούντων ἀλλήλοις πραγμάτων, φαντασίας καὶ τῆς] δόξης, τούτων τὴν φαντασίαν, ἣν καὶ ἐνάργειαν καλεῖ, διὰ παντὸς ἀληθῆ [*](23 τῶν ὄντων post τὰ πάθη N: om. ς (exstiterat igitur in margine archetypi) 29 τῆς add. Kochalsky 14 τῆς del. Kayser)

φησιν ὑπάρχειν. ὧς γὰρ τὰ πρῶτα πάθη, τουτέστιν ἡδονὴ καὶ πόνος, ἀπὸ ποιητικῶν τινων καὶ κατ’ αὐτὰ τὰ ποιητικὰ συνίσταται, οἷον ἡ μὲν ἡδονὴ ἀπὸ τῶν ἡδ’ ἔων ἡ δὲ ἀλγηδὼν ἀπὸ τῶν ἀλγεινῶν, καὶ οὔτε τὸ τῆς ἡδονῆς ποιητικὸν ἐνδέχεταί ποτε μὴ εἶναι ἡδὺ οὔτε τὸ τῆς ἀλγηδόνος παρεκτικὸν μὴ ὑπάρχειν ἀλγεινόν, ἀλλ’ ἀνάγκη καὶ τὸ ἦδον ἡδὺ καὶ τὸ ἀλγῦνον ἀλγεινὸν τὴν φύσιν ὑποκεῖσθαι, οὕτω καὶ ἐπὶ τῶν φαντασιῶν, παθῶν περὶ ἡμᾶς οὐσῶν, τὸ ποιητικὸν ἑκάστης αὐτῶν πάντῃ τε καὶ πάντως φανταστόν ἐστιν, ὃ οὐκ ἐνδέχεται, ὂν φανταστόν, μὴ ὑπάρχειν κατ’ ἀλήθειαν τοιοῦτον οἷον φαίνεται,<. . . . .> φαντασίας καθεστάναι.

καὶ ἐπὶ τῶν κατὰ μέρος τὸ παραπλήσιον χρὴ λογίζεσθαι. τὸ γὰρ ὁρατὸν οὐ μόνον φαίνεται ὁρατόν, ἀλλὰ καὶ ἔστι τοιοῦτον ὁποῖον φαίνεται· καὶ τὸ ἀκουστὸν ὢ οὐ μόνον φαίνεται ἀκουστόν, ἀλλὰ καὶ ταῖς ἀληθείαις τοιοῦτον ὑπῆρχεν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. γίνονται οὖν πᾶσαι αἱ φαντασίαι ἀληθεῖς. καὶ κατὰ λόγον·

εἰ γὰρ ἀληθὴς λέγεται φαντασία, φασὶν οἱ Ἐπικούρειοι, ὅταν ἀπὸ ὑπάρχοντός τε καὶ κατ’ αὐτὸ τὸ ὑπάρχον γίνηται, πᾶσα δὲ φαντασία ἀπὸ ὑπάρχοντος τοῦ φανταστοῦ καὶ κατ’ αὐτὸ τὸ φανταστὸν συνίσταται, πᾶσα κατ’ ἀνάγκην φαντασία ἐστὶν ἀληθής.

ἐξαπατᾷ δὲ ἐνίους ἡ διαφορὰ φορὰ τῶν ἀπὸ τοῦ αὐτοῦ αἰσθητοῦ, οἷον ὁρατοῦ, δοκουσῶν προσπίπτειν φαντασιῶν, καθ’ ἣν ἢ ἀλλοιόχρουν ἢ ἀλλοιόσχημον ἢ ἄλλως πως ἐξηλλαγμένον φαίνεται τὸ ὑποκείμενον. ὑπενόησαν γὰρ ὅτι τῶν οὕτω διαφερουσῶν καὶ μαχομένων φαντασιῶν δεῖ τὴν μέν τινα ἀληθῆ εἶναι, τὴν δ’ ἐκ τῶν ἐναντίων ψευδῆ τυγχάνειν. ὅπερ ἐστὶν εὔηθες καὶ ἀνδρῶν μὴ συνορώντων τὴν ἐν τοῖς οὖσι φύσιν.

οὐ γὰρ ὅλον ὁρᾶται τὸ στερέμνιον, ἴνα ἐπὶ τῶν ὁρατῶν ποιώκατ᾿ [*](17 αὐτὰ τὰ Bekk. coll. p. 236, 2. 4. 244, 29. 245, 6. 10. 16: κατὰ ταῦτα G 24 ἑκάστης Kayser: ἑκάστου G (def. Kochalsky) πάντοτε καὶ πάντως E 25 ὑπάρχειν G: ὑπάρχον Bekk.: <εἰ> μὴ ὑπάρχοι Usener 26 lacunam indic. quam sic fere explet <ἀλλ᾿ ἀνάγκη τοιοῦτον ὄν οἶον 1 λέγεται N: φαίνεται LEς an <ἡ> φαντασία? 2 τε γε G 7 ἣν οἱ ς)

μέθᾳ τὸν λόγον, ἀλλὰ τὸ χρῶμα τοῦ στερεμνίου. τοῦ δὲ χρώματος τὸ μέν ἐστιν ἐΝ αὐτοῦ τοῦ στερεμνίου, καθάπερ ἐπὶ τῶν σύνεγγυς καὶ ἐκ τοῦ] μετρίου διαστήματος βλεπομένων, τὸ δ’ ἐκτὸς τοῦ στερεμνίου κἀν τοῖς ἐφεξῆς τόποις ὑποκείμενον, καθάπερ ἐπὶ τῶν ἐκ μακροῦ διαστήματος θεωρουμένων. τοῦτο δὲ ἐν τῷ μεταξὺ ἐξαλλαττόμενον καὶ ἴδιον ἀναδεχόμενον σχῆμα τοιαύτην ἀναδίδωσι φαντασίαν, ὁποῖον καὶ αὐτὸ κατ’ ἀλήθειαν ὑπόκειται.

ὅνπερ οὖν τρόπον οὔτε ἡ ἐν τῷ κρουομένῳ χαλκώματι φωνὴ ἐξακούεται οὔτε ἡ ἐν τῷ στόματι τοῦ κεκραγότος, ἀλλ’ ἡ προσπίπτουσα τῇ ἡμετέρᾳ αἰσθήσει, καὶ ὧς οὐθείς φησι τὸν ἐξ ἀποστήματος μικρᾶς ἀκούοντα φωνῆς ψευδῶς ἀκούειν, ἐπείπερ σύνεγγυς ἐλθὼν ὡς μείζονος ταύτης ἀντιλαμβάνεται, οὕτως οὐκ ἂν εἴποιμι ψεύδεσθαι τὴν ὄψιν, ὅτι ἐκ μακροῦ μὲν διαστήματος μικρὸν ὁρᾷ τὸν πύργον καὶ στρογγύλον, ἐκ δὲ τοῦ σύνεγγυς μείζονα καὶ τετράγωνον, ἀλλά μᾶλλον ἀληθεύειν, ὅτι καὶ ὅτε φαίνεται μικρὸν αὐτῇ

τὸ αἰσθητὸν καὶ τοιουτόσχημον, ὄντως ἐστὶ μικρὸν καὶ τοιουτόσχημον, τῇ διὰ τοῦ ἀέρος φορᾷ ἀποθραυομένων τῶν κατὰ τὰ εἴδωλα περάτων, καὶ ὅτε μέγα πάλιν καὶ ἀλλοιόσχημον, πάλιν ὁμοίως μέγα καὶ ἀλλοιόσχημον, ἤδη μέντοι οὐ τὸ αὐτὸ ἀμφότερα καθεστώς. τοῦτο γὰρ τῆς διαστρόφου λοιπόν ἐστι δόξης οἴεσθαι, ὅτι τὸ αὐτὸ ἦν τό τε ἐκ τοῦ σύνεγγυς καὶ τὸ πόρρωθεν θεωρούμενον φανταστόν.

αἰσθήσεως δὲ ἴδιον ὑπῆρχε <τὸ> τοῦ παρόντος καὶ κινοῦντος αὐτὴν ἀντιλαμβάνεσθαι, οἷον χρώματος, οὐχὶ δὲ τὸ διακρίνειν ὅτι ἄλλο μέν ἐστι τὸ ἐνθάδε ἄλλο δὲ τὸ ἐνθάδε ὑποκείμενον. διόπερ αἱ μὲν φαντασίαι διὰ ταῦτα πᾶσαί εἰσιν ἀληθεῖς, <αἱ δὲ δόξαι οὐ πᾶσαι ἦσαν ἀληθεῖς> ἀλλ’ εἶχόν τινα διαφοράν. τούτων γὰρ αἱ μὲν ἦσαν ἀληθεῖς αἱ δὲ ψευδεῖς, ἐπείπερ κρίσεις καθεστᾶσιν ἡμῶν ἐπὶ [*](16 τοῦ del. Usener 25 τὸν G: τῶν Kochalsky ἀποστήματος <μακροῦ> Kochalsky ἀκούοντα LEς: (quod defend. Kochalsky) 27 εἴποιμεν Heintz 31 ὄντως NLE: ὄντος ABR: om. Y ἐστὶ om. ς μικρὸν — 32 τοιουτόσχ. om. V 1 ὅτι ’ς 6 τὸ add. Heintz coll. v.8 10 supple. Usener 11 ἀλλ’ G: αἱ δὲ δόξαι Bekk. sec. Hervetum (sed opiniones): ἀλλ’ αἱ δόξαι Gassendi)

ταῖς φαντασίαις, κρίνομεν δὲ τὰ μὲν ὀρθῶς, τὰ δὲ μοχθηρῶς ἤτοι παρὰ τὸ προστιθέναι τι καὶ προσνέμειν ταῖς φαντασίαις ἢ παρὰ τὸ ἀφαιρεῖν τι τούτων καὶ κοινῶς καταψεύδεσθαι τῆς αἰσθήσεως.

οὐκοῦν τῶν δοξῶν κατὰ καταψεύδεσθαι αἱ μὲν ἀληθεῖς εἰσιν αἱ δὲ ψευδεῖς, ἀληθεὶς μὲν αἱ τε ἐπιμαρτυρούμεναι καὶ οὐκ ἀντιμαρτυρούμεναι πρὸς τῆς ἐναργείας, ψευδεῖς δὲ αἱ τε ἀντιμαρτυρούμεναι καὶ οὐκ ἐπιμαρτυρούμεναι πρὸς τῆς ἐναργείας.

ἔστι δὲ ἐπιμαρτύρησις μὲν κατάληψις δι’ ἐναργείας τοῦ τὸ δοξαζόμενον τοιοῦτον εἶναι ὁποῖόν ποτε ἐδοξάζετο, οἷον Πλάτωνος μακρόθεν κρόθεν προσιόντος εἰκάζω μὲν καὶ δοξάζω παρὰ τὸ διάστημα στῆμα ὅτι Πλάτων’ ἐστί, προσπελάσαντος δὲ αὐτοῦ προσεμαρτυρήθη μαρτυρήθη ὅτι ὁ Πλάτων’ ἐστί, συναιρεθέντος τοῦ καὶ ἐπεμαρτυρήθη δι’ αὐτῆς τῆς ἐναργείας.

οὐκ ἀντιμαρτύρησις δέ ἐστιν ἀκολουθία τοῦ ὑποσταθέντος καὶ δοξασθέντος ἀδήλου τῷ φαινομένῳ, οἷον ὁ Ἐπίκουρος λέγων εἶναι κενόν, ὅπερ ἐστὶν ἄδηλον, πιστοῦται δι’ ἐναργοῦς γοῦς πράγματος τοῦτο, τῆς κινήσεως· μὴ οὐδὲ κίνησις ὤφειλεν εἶναι, τόπον μὴ ἔχοντος τοῦ κινουμένου σώματος εἰς ὃν περιστήσεται διὰ τὸ πάντα εἷναι πλήρη καὶ ναστά,

ὥστε τῷ δοξασθέντι ἀδήλῳ μὴ ἀντιμαρτυρεῖν τὸ φαινόμενον κινήσεως οὔσης. ἡ μέντοι ἀντιμαρτύρησις μαχόμενόν τί ἐστι τῇ οὐκ ἀντιμαρτυρήσει· ἦν γὰρ συνανασκευὴ τοῦ φαινομένου τῷ ὑποσταθέντι ἀδήλῳ, οἶον ὁ Στωικὸς λέγει μὴ εἶναι κενόν, ἄδηλόν τι ἀξιῶν, τούτῳ δὲ οὕτως ὑποσταθέντι ὀφείλει τὸ φαινόμενον συνανασκευάζεσθαι, φημὶ δ’ ἡ κίνησις· μὴ ὄντος γὰρ κενοῦ κατ’ ἀνάγκην οὐδὲ κίνησις γίγνεται κατὰ τὸν ἤδη προδεδηλωμένον ἡμῖν τρόπον.

ὡσαύτως δὲ καὶ ἡ οὐκ ἐπιμαρτύρησις ἀντίξους ἐστὶ τῇ ἐπιμαρτυρήσει· ἦν γὰρ ὑπόπτωσις δι’ ἐναργείας τοῦ τὸ δοξαζόμενον μὴ εἶναι τοιοῦτον ὁποῖόν περ ἐδοξάζετο, οἶον πόρρωθέν τινος προσιόντος εἰκάξοἐναργείας [*](21 ἐναργείας Ες: ἐνεργείας NL 25 ὁ om. NAR 2 πλήρη εἷναι ς 4 τι om. ς 5 συνανασκευὴ Gassendi: ἀνασκευὴ G (quod def. Philippson de Philodemi libro qu. e. περὶ σημείων καὶ σημειώσεων Diss. Berol. 1881 p. 26 2 et 46) 10 ἡ om. N 13 προσιόντος ς: προιόντος NLE)

μὲν παρὰ τὸ διάστημα Πλάτωνα εἶναι, ἀλλὰ συναιρεθέντος τοῦ διαστήματος ἔγνωμεν δι’ ἐναργείας ὅτι οὐκ ἔστι Πλάτων’. καὶ γέγονε τὸ τοιοῦτον οὐκ ἐπιμαρτύρησις· οὐ γὰρ ἐπεμαρτυρήθη τῷ φαινομένῳ τὸ δοξαζόμενον.

ὅθεν ἡ μὲν ἐπιμαρτύρησις καὶ οὐκ ἀντιμαρτύρησις τοῦ ἀληθὲς εἶναί τι ἐστὶ κριτήριον, ἡ δὲ οὐκ ἐπιμαρτύρησις καὶ ἀντιμαρτύρησις τοῦ ψεῦδος εἶναι. πάντων δὲ κρηπὶς καὶ θε\μέλιος ἡ ἐνάργεια.

Τοιοῦτο μὲν καὶ κατὰ τὸν Ἐπίκουρόν ἐστι κριτήριον· οἱ δὲ περὶ τὸν Ἀριστοτέλη καὶ Θεόφραστον καὶ κοινῶς οἱ Περιπατητικοί,

διττῆς οὔσης κατὰ τὸ ἀνωτάτω τῆς τῶν πραγμάτων φύσεως, ἐπεὶ τὰ μέν, καθὼς προεῖπον, αἰσθητά ἐστι τὰ δὲ νοητά, διττὸν καὶ αὐτοὶ τὸ κριτήριον ἀπολείπουσιν, αἴσθησιν μὲν τῶν αἰσθητῶν, νόησιν δὲ τῶν νοητῶν, κοινὸν δὲ ἀμφοτέρων, ὧς ἔλεγεν ὁ Θεόφραστος,

τὸ ἐναργές. τάξει μὲν οὖν πρῶτόν ἐστι τὸ ἄλογον καὶ ἀναπόδεικτον κριτήριον, <ἡ> αἴσθησις, δυνάμει δὲ ὁ νοῦς, εἰ καὶ τῇ τάξει δευτερεύειν δοκεῖ παρὰ τὴν αἴσθησιν.

ἀπὸ μὲν γὰρ τῶν αἰσθητῶν κινεῖται ἡ αἴσθησις, ἀπὸ δὲ τῆς κατὰ ἐνάργειαν περὶ τὴν αἴσθησιν κινήσεως ἐπιγίνεταί τι κατὰ ψυχὴν κίνημα τοῖς κρείττοσι καὶ βελτίοσι καὶ ἐξ αὑτῶν δυναμένοις κινεῖσθαι ζῴοις· ὅπερ μνήμη τε καὶ φαντασία καλεῖται παρ’ αὐτοῖς, μνήμη μὲν τοῦ περὶ τὴν αἴσθησιν πάθους, φαντασία δὲ τοῦ ἐμποιήσαντος τῇ αἰσθήσει τὸ πάθος αἰσθητοῦ.

διόπερ ἴχνει τὸ τοιοῦτον ἀναλογεῖν κίνημα φασίν· καὶ ὅν τρόπον ἐκεῖνο, φημὶ δὲ τὸ ἴχνος, ὑπό τινός τε γίνεται καὶ ἀπό τινος, ὑπό τινος μὲν οἷον τῆς τοῦ ποδὸς ἐπερείσεως, ἀπό τινος δὲ ὥσπερ τοῦ Δίωνος, οὕτω καἲ τὸ προειρημένον τῆς ψυχῆς κίνημα ὑφ’ οὗ μὲν γίνεται ὥσπερ τοῦ περὶ τὴν αἴσθησιν πάθους, ἀφ’ οὗ δὲ καθάπερ τοῦ αἰσθητοῦ, πρὸς ὃ καὶ ὁμοιότητά τινα σῴζει.