Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

συμπαραλάβοι δʼ ἄν τις ἐνταῦθα καὶ τὴν τῶν αἰσθήσεων παραλλαγήν ἄλλοι γὰρ ἄλλων εἰσὶν ὀξυωπέστεροι, καὶ ὅν τρόπον τὸ μηδέπω βλεπόμενον ἡμῖν διὰ ποσὴν ἀπόστασιν, τοῦτο ὡς μέγι- στον κατειλήφασιν ἀετοί τε καὶ ἱέρακες διʼ ὑπερβολὴν ὀξυωπίας, οὕτω τὸ ἀνίσχον ἤδη καὶ ὡροσκοποῦν ζῴδιον ἐκ μακροῦ διαστήματος τῷ μὴ ὀξυωποῦντι Χαλδαίῳ πι- θανόν ἐστιν ὡς μηδέπω ἀνατεταλκὸς δοξάζεσθαι † καὶ κατὰ σύγκρισιν ἀμβλυωποῦντι †.

προσθετέον δὲ τούτοις ὡς ἐναργέστατον τῆς Χαλδαϊκῆς ἔλεγχον καὶ τὴν περὶ τῷ ὁρίζοντι τοῦ ἀέρος διαφοράν· εἰκὸς γὰρ παχυμεροῦς αὐτοῦ καθεστῶτος κατὰ ἀνάκλασιν τῆς ἄψεως τὸ ὑπὸ γῆν ἔτι καθεστὼς ζῴδιον δοκεῖν ἤδη ὑπέρ γῆν τυγχάνειν, [*](1 τῶ μετʼ αὐτὸ S1: μετʼ αὐτοῦ S2; μετ᾿ αὐτὸ cett.: corr. Bekk. 6 περιγραφόμενος Ϛ || 9 ἐφʼ S Nebe: ἀφʼ cett. || 15 τοῖς Bekk.: τὴν G || 18 δὲ pro δʼ ἄν S || 20 μὲν γὰρ S || 22 κατειλήφασιν om., βλέπουσιν post 23 ὀξυωπίας S1 || 24 δυνατόν pro πιθ. Ϛ || 25 †— 26 rectam v. l. pro 24 μὴ ὀξ. esse ratus ibi trp. (sine καὶ) Theiler | 28 τὸν ὁρίζοντα S || 28 ὅτι ante παχυμ. E LVr ϚS2: ἐνίοτε dub. Bekk.: ὅτι π-ρεστάτου Bury || 30 γῆν S: γῆς cett. )

157
ὁποῖόν τι καὶ ἐπὶ τῆς ἐφʼ ὕδατος ἀντανακλωμένης ἡλια- κῆς ἀκτῖνος γίνεται· μὴ βλέποντες γὰρ τὸν ἥλιον αὐτὸν 〈ταύτην〉 πολλάκις ὡς ἥλιον δοξάζομεν.

τὸ δὲ πάντων συνεκτικώτατον, εἰ μὲν πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην τὰ οὐράνια παρατηροῦσιν ἕκαστον τοῦ ζῳδιακοῦ δωδεκα- τημόριον ἰσοχρόνως ἐφαίνετο καὶ κατὰ τὴν αὐτὴν εὐ- θεῖαν ἐθεωρεῖτο, τάχʼ ἴσως ἂν ἐδύναντο Χαλδαίων παῖ- δες παγίως λαβεῖν τὸ περὶ τὸν ὁρίζοντα ἀνίσχον ζῴδιον.

νυνὶ δὲ ἐπεὶ οὐ παρὰ πᾶσιν ἰσοχρόνως ἀναφαίνεται ἀλλὰ τοῖς μὲν θᾶττον τοῖς δὲ βράδιον καὶ τισὶ μὲν πλάγιον τισὶ δὲ ὀρθόν, ἐπακολουθεῖ τὸ μὴ πᾶσι τὸ αὐτὸ δοκεῖν ὡροσκοπεῖν ζῴδιον, ἀλλὰ τὸ τούτοις ἤδη δοκοῦν ἀνατε- ταλκέναι, τοῦτʼ ἄλλοις ἀκμὴν ὑπόγειον ὑπάρχειν, καὶ τὸ ἑτέροις αινόμενον ἐν ἀποκλίματι τοῦ ὡροσκοποῦντος ζῳ- δίου, τοῦτο ἑτέροις θεωρεῖσθαι ὡροσκοποῦν.

καὶ ὅτι ταῦθʼ οὕτως ἔχει, πρόδηλον ἐκ τοῦ καὶ τοὺς ἀπλανεῖς ἀστέρας, καθάπερ ἀρκτοῦρον καὶ κύνα, μὴ κατὰ τὸν αὐ- τὸν χρόνον τοῖς ἐν παντὶ κλίματι κατοικοῦσι φαίνεσθαι ἀλλ᾿ ἄλλοις κατ᾿ ἄλλον.

Ὅτι μὲν οὖν οὐκ ἐνδέχεται κατ᾿ ἀκρίβειαν τὸ ὡροσκο- ποῦν ζῴδιον λαβεῖν, διὰ δὲ τοῦτο οὐδὲ τῶν ἄλλων τι κέντρων, ἀφʼ ὧν αἱ προαγορεύσεις γίνονται τοῖς Χαλ- δαίοις, αὐτάρκως παρεστήσαμεν.

ἐκ περιουσίας δὲ λεκτέον ὅτι κἂν καταληπτὸς ᾖ ὁ ἀκριβὴς τῆς τούτων ἐπαναφορᾶς χρόνος, ἐκεῖνο μὲν συμφανὲς ὅτι οὐθεὶς τῶν παραγινομέ- νων πρὸς τοὺς Χαλδαίους ἰδιωτῶν τετηρηκὼς ἐφʼ ἑαυτοῦ τὸν ἀκριβῆ χρόνον παραγίνεται· πολλῆς γὰρ ἦν τεχνι- τείας τὸ πρᾶγμα, ὡς πρότερον (§ 27 sqq.) ἐδείκνυμεν, καὶ πλέον ἢ κατ᾿ ἰδιώτην ὁ λόγος ὑπέφαινεν.

ἐπεὶ οὖν ὁ [*](§ 83—84 cf. Cic. de div. II 44, 92sq. || 84—85 cf. Hippol. el. IV 5,2—3 || 86—87 ibid. 5, 1—2) [*](2 γὰρ om. Ϛ || 3 〈 〉 Bekk. Bury || 4 post τοῖς al. man. add. συνεκτικῶσι καὶ τοῖς marg. B || 6 αὐτὴν om. LVr || 8 παρὰ S 9 ἐπειδὴ παρὰ πᾶσιν οὐκ ἰσοχρ. S || 12 ὡροσκοποῦν Ϛ || 13 ἐπὶ pro ἀκμὴν S1 || 16 πρόχειρον, suprscr. -δηλον S1 |ἀπλοῦς pro ἀπλαν. EL V rS2 || 25 ὅτι om. S1 || 29 ὁ λόγος om. ELVr ϚS2: in S1 inter- polatum cens. Theiler |ἐπέφαινεν Ϛ: ὑπέ. in ἐπέ. corr. E )

158
Χαλδαῖος οὐκ ἐτή |ρησε τὸν ἀκριβῆ τῆς γενέσεως χρόνον ἐπὶ τοῦδε τοῦ ἰδιώτου ἀλλὰ παρʼ αὐτοῦ τοῦτον ἀκούει, οὑτοσὶ δὲ ὁ ἰδιώτης τὰ μὲν διʼ ἀπειρίαν τὰ δὲ καὶ διὰ τὸ μὴ πάνυ τι ἐσπουδακέναι περὶ τὸ πρᾶγμα πάλιν οὐκ οἶδε τὸν ἀκριβῆ χρόνον, καταλείπεται ἄρα πρόρρησιν μὲν μηδʼ ἡντινοῦν βεβαίαν, πλάνην δὲ καὶ φενακισμὸν ἀπὸ Χαλδαϊκῆς τοῖς ἀνθρώποις περιγίνεσθαι.

Εἰ δὲ ἀναστρέψαντες λέγοιεν μὴ τὸν ἀκριβῆ χρόνον λαμβάνεσθαι ἀλλὰ τὸν ὁλοσχερῆ καὶ ἐν πλάτει, ὑπʼ αὐ- τῶν σχεδὸν ἐλεγχθήσονται τῶν ἀποτελεσμάτων· οἱ γὰρ ἐν τῷ αὐτῷ καθʼ ὁλοσχέρειαν χρόνῳ γεννηθέντες οὐ τὸν αὐτὸν ἔζησαν βίον, ἀλλʼ οἱ μὲν λόγου χάριν ἐβασίλευσαν οἱ δὲ ἐν πέδαις κατεγήρασαν.

οὐθεὶς γοῦν Ἀλεξάνδρῳ τῷ Μακεδόνι γέγονεν ἴσος, πολλῶν κατὰ τὴν οἰκουμένην συναποτεχθέντων αὐτῷ, cὐδὲ Πλάτωνι τῷ φιλοσόφῳ. ὥστε εἰ τὸν ἐν πλάτει τῆς γενέσεως χρόνον ὁ Χαλδαῖος ἐπισκέπτεται, οὐ δυνήσεται παγίως λέγειν ὅτι ὁ κατὰ τὸν αὐτὸν χρόνον γεννηθεὶς εὐτυχήσει, πολλοὶ γὰρ κατὰ τὸν αὐτὸν χρόνον τούτῳ γεννηθέντες ἐδυστύχησαν, καὶ ἀνάπαλιν ὅτι ὅδε τις ἀπορήσει· οὐκ ὀλίγοι γὰρ τῶν τὸ αὐτὸ διάθεμα ἐσχηκότων εὐπορώτατοι κατεγήρα- σαν.

καὶ μὴν οὐδὲ μετρίως ἐλέγχειν φαίνεται τοὺς Χαλ- δαίους καὶ ὁ ἀναστρέφων πρὸς τὴν εἰρημένην ἐπιχεί- ρησιν λόγος. εἰ γὰρ οἱ τὸ αὐτὸ διάθεμα τῆς γενέσεως ἔχοντες τοῖς αὐτοῖς ἀποτελέσμασιν ἐν τῷ βίῳ περιπί- πτουσι, πάντως καὶ οἱ διαφόρους ἔχοντες γενέσεις διά- φοροι γίνονται.

ὅπερ ἐστὶ ψεῦδος· ὁρῶμεν γὰρ πολλοὺς κατά τε ἡλικίας διαφέροντας καὶ κατὰ μορφὰς σωμιάτων καὶ κατὰ ἄλλας παμπληθεῖς παθῶν ἰδιότητας τῷ ὁμοίῳ τέλει περιπεπτωκότας καὶ ἤτοι ἐν πολέμῳ ἀπολομένους ἢ [*](§ 88 ═ Hippol. el. IV 5, 4 || 89 ═ ibid. 5 || 88—89 cf. Cic. de div. II 45, 95 || 90 —91 ═ Favorin. ap. Gell. n. A. XIV 27—28) [*](3 καὶ om. S || 4 τοι S, Ϛ ||10 ἀπελεγχθήσονται Ϛ || 11 χρόνω om. AB || 15 τῶ πλάτ. S ||17 δυνηθήσεται ELVr Ϛ ||20 ὅτι om. S1 Ϛ |ὁ τοιὸς δέ τις Ϛ: ὅς δέ τις ELVr S2 |εὐπορήσει Ϛ || 21 ἀπο- ρώτατοι ELVrϚ || 26 καὶ om. S || 29 ἰδιότητας παθῶν Ϛ edd. )

159
ἐν συμπτώσεσιν οἰκιῶν ἀπολη |φθέντας ἢ ναυαγίοις κατα- ποντισθέντας· οἷς, εἴπερ ἔζων, πῶς ἂν ὁ Χαλδαῖος προει- ρήκει τὴν ἐσομένην τοῦ βίου καταστροφήν, ἄξιον διαπο- ρεῖν.

εἰ γὰρ ὁ μὲν ἐν τῇ ἀκίδι τοῦ τοξότου γεννηθεὶς κατὰ τὸν μαθηματικὸν σφαγήσεται λόγον, πῶς αἱ τοσαῦ- ται μυριάδες τῶν βαρβάρων ἀνταγωνιζόμεναι πρὸς τοὺς Ἕλληνας ἐν Μαραθῶνι ὑφʼ ἓν κατεσφάγησαν; οὐ γὰρ δή γε ἐπὶ πάντων ὁ αὐτὸς ἦν ὡροσκόπος. καὶ πάλιν 〈εἰ〉 ὁ ἐν τῇ κάλπιδι τοῦ ὑδροχόου γεννηθεὶς ναυαγήσει, πῶς οἱ ἀπὸ Τροίας ἀνακομιζόμενοι τῶν Ἐλλήνων περὶ τὰ κοῖλα τῆς Εὐβοίας συγκατεποντίσθησαν;

ἀμήχανον γὰρ πάντας μακρῷ διαφέροντας ἀλλήλων ἐν τῇ κάλπιδι τοῦ ὑδροχόου γεγεννῆσθαι. καὶ μὴν οὐδέ ἔνεστι λέγειν ὅτι διʼ ἕνα πολλάκις, ᾧ εἵμαρται κατὰ πέλαγος φθαρῆναι, πάν- τες οἱ ἐν τῇ νηὶ συναπόλλυνται διὰ τί γὰρ ἡ τούτου εἱ- μαρμένη τὰς πάντων νικᾷ, ἀλλʼ οὐχὶ διὰ τὸν ἕνα ᾧ εἵμαρται ἐπὶ γῆς θανεῖν πάντες περισῴζονται;

ἄλλος δέ τις ἀπορήσει καὶ περὶ τῶν ἀλόγων ζῴων. εἰ γὰρ παρὰ τούς συσχηματισμοὺς τῶν ἀστέρων τὰ κατὰ τὸν βίον ἀποτελέσματα πέφυκεν ἐκβαίνειν, ἐχρῆν ἐν τῷ αὐτῷ τούτῳ τοῦ ζῳδίου μορίῳ κάνθωνος ἅμα καὶ ἀνθρώπου γεννηθέντων τὴν αὐτὴν ἐν ἀμφοτέροις ἀκολουθεῖν τῶν βίων ἔκβασιν, καὶ μὴ τὸν μέν ἄνθρωπον πολλάκις ἐπι- φανῶς πολιτευσάμενον περισπούδαστον εἶναι τοῖς δήμοις, τὸν δέ κάνθωνα διὰ παντὸς ἀχθοφορεῖν ἢ εἰς μύλωνας ἀπάγεσθαι.

τοίνυν οὐκ ἐστιν εὔλογον πρὸς τὰς τῶν ἀ- στέρων κινήσεις διοικεῖσθαι τὸν βίον ἢ εἴπερ ἐστὶν εὔ- λογον, ἡμῖν πάντως ἀκατάληπτον.

[*](§ 92 ~ Hippol. el. IV 5, 7 || 93 ~ ibid. 8 — 9 || 92—94 cf. Cic. de div. II 47, 97 || 25 ἄπαις cf. παρθ. ζώδ. στει- ρῶδες Ptol. ap. IV 6 p. 192, 3 Boll- Boer. Vett. Val. p. 10, 10 Kroll. Heph. I 1 p. 55, 13 Engelbrecht)[*](1 σύμπτωσιν V C: συμπτώμασιν cert.: corr. Bekk. | ἀποληφ- θέντας om. S | ναυαγίοις G Nebe: —ίαις Bekk. || 4 μέν om. ζ || 6 ἀντιφεριζόμεναι S || 8 εἰ supppl. Bekk. sec. Herv. || 11 συγκατεπον- τώθησαν G: corr. Nebe sec. Hippolyt. || 17 ἀπσθανεῖν S || 20 ἐχρῆν om. V C || 22. 23 τοῦ βίου Ε || 23 καλῶς pro ἐπιφανῶς S || 25 εἰς κοιλώνας S || 26 εὔλογον om. ς || 27 διοικήσεις κινεῖσθαι S )
160

Ἀπὸ δὲ τῆς αὐτῆς ὁρμώμενοι δυνάμεως δυσωπήσομεν αὐτοὺς καὶ ἐν οἷς συνοικειοῦν θέλουσι τοῖς τῶν ζῳδίων τύποις τάς τε μορφὰς καὶ τὰ ἤθη τῶν ἀνθρώπων, οἷον ὅταν λέγωσιν, ὁ ἐν λέοντι γεννηθεὶς ἀνδρεῖος ἔσται, ὁ δέ ἐν παρθένῳ τετανόθριξ χαροπὸς λευκόχρως ἄπαις αἰδήμιων.

ταῦτα γὰρ καὶ τὰ τούτοις ὅμοια γέλωτος μᾶλ- λον ἢ σπουδῆς ἐστιν ἄξια. πρῶτον μέν γάρ, εἰ ὅτι ἄλκι- μον καὶ ἀρρενωπόν ἐστιν ὁ λέων, φασὶ τὸν ἐν αὐτῷ γεν- νώμενον ἀνδρεῖον τυγχάνειν, πῶς τὸν ταῦρον ἀναλογοῦντα τούτῳ θῆλυ νομίζουσι ζῷον;

εἶτα μάταιον τὸ οἴεσθαι ζῴδιον κάλλιστον τὸν λέοντα τὸν ἐν οὐρανῷ ἀναλογίαν ἔχειν τῷ ἐπὶ γῆς· εἰκὸς γὰρ τοὺς παλαιούς τὰ τοιαῦτα τῶν ὀνομάτων τίθεσθαι κατὰ ψιλὴν τὴν τοῦ χαρακτῆρος ἐμφέρειαν, τάχα δέ οὐδὲ κατ᾿ αὐτὴν ἀλλʼ εὐσήμου χάριν διδασκαλίας.

τί γὰρ ἔχουσιν ὅμοιον ἄρκτῳ οἱ ἑπτὰ ἀστέ- ρες, 〈τοσοῦτον〉 διεστῶτες ἀπʼ ἀλλήλων; ἢ δράκοντος κεφαλῇ οἱ πέντε, ἐφʼ ὧν φησιν ὁ Ἄρατος (phaen. 56)

  • ἀλλο δύο κροτάφους, δύο δʼ ὄμματα, εἰς δʼ ὑπένερθεν
  • ἐσχατιὴν ἐπέχει γένυος δεινοῖο πελώρου.
  • οὐ μὴν ἀλλὰ καὶ ὡς ἀνώτερον (§ 88 sq.) ἐλέγομεν, τῶν ἐν τούτῳ τῷ ζῳδιῳ γεννωμένων οὔθʼ αἱ μορφαί εἰσιν αἱ αὐταὶ οὔτε τὰ ἤθη ἐστὶν ὅμοια, ἐκτὸς εἰ μὴ τὰς μοίρας εἰς ἃς ἕκαστον διαιρεῖται ζῴδιον καὶ τὰ λεπτὰ φήσουσι τῆς τοιαύτης διαφορᾶς ἑἶναι ποιητικά. ὃ πάλιν ἐστὶν ἀδύ- νατον ἐδείξαμεν γὰρ τὴν ἐν αὐτοῖς τοῖς χρόνοις τῆς ἀπο- τέξεως καὶ ὡροσκοπήσεως ἀκρίβειαν ἀσύστατον.

    δυοῖν τε [*](§ 95 v. p. 159 90 Hippol. el. IV 6,1 || 97 ibid. 2 || 98 ibid. 3) [*](3 εἴδη S || 5 λευκόχρους Ϛ ||6 τοιαῦτα pro τούτοις ὅμοια S || 7 ἐστιν om. S | εἰ om. LVr || 10 μάταιον τὸ Nebe sec. Herv. et Hippol. ex notione; μετὰ τοῦτο G || 11 ζῴδ κάλλ. del. Harder | λέοντα οὐδενὶ ἀναλ. S || 14 οὐ LVr || 15 ὅμοιον ἔχ. ELVr Ϛ; corr. Nebe sec. S et Hippol. || 16 〈 〉 Harder || 18 ὕπερθεν S || 21 ἐν τῷ αὐτῷ ζ. ci. Bekk. 22 εἰσὶν Ϛ || 35 τοῖς αὐτοῖς χρ. ELVr Ϛ || 26 ἀούστ. εἶναι S2, || 26 —p. 161, 4 δυοῖν δὲ θάτερον· ἢ γὰρ δ ἀὴρ ὑπὸ τοῦ κατ᾿ οὐρανὸν λέοντος τυπούμενος τοιαύτας συμβαίνειν καὶ περὶ τὸν ἀποτικτόμενον ἄνθρωπον τὰς διαθέσεις ποιεῖ, διὰ τὸ τὸ ὡροσκοποῦν ζώδιον λέ- οντα καλεῖσθαι, εἶναι δέ τὸ ζῶον, ὦ τὸ ὄνομα τιοῦτα (sic !) πρόσεστι, ἀνδρεῖον, καὶ τὸν γεννώμενον τοιοῦτον γίνεσθαι. ἀλλὰ διὰ etc. S, )

    161
    θάτερον· ἢ γὰρ ὅτι λέων λέγεται τὸ ζώδιον, καὶ ὁ γεννηθεὶς ἀνδρεῖος. γίνεται, ἢ ὅτι τραπέντος τοῦ ἀέρος ὑπὸ τοῦ κατ’ οὐρανὸν λέοντος τοιαῦται συμβαίνουσι καὶ περὶ τὸν ἀποτικτόμενον ἄνθρωπον διαθέσεις. ἀλλὰ διὰ μέν τὸ λέοντα καλεῖσθαι τὸ ὡροσκοποῦν ζώδιον οὐ πι- θανὸν ἀνδρεῖον γίνεσθαι τούτῳ γὰρ τῷ λόγῳ ἐχρῆν καὶ τοὺς τῷ ἐπιγείῳ λέοντι συναποτεχθέντας ἢ συνανατρα- φέντας ἀνδρείους ὑπάρχειν παρόσον λέων λέγεται τὸ ᾧ συνανετράφησαν ζῷον.