Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

τούτου δὲ οὕτως ἔχοντος τῶν ἀδυνάτων ἐστὶ λέγειν πρὸς ἀκρίβειαν τὸ πότε συνέσχηται τὸ καταβληθὲν σπέρ- μα, ἵνα καὶ ἀπὸ τούτου τοῦ χρόνου στήσωσιν οἱ Χαλδαῖοι τὸν τῆς γενέσεως ὡροσκόπον.

καὶ μὴν οὐδὲ ἔνεστι λέγειν ὡς διὰ σημείων τινῶν καταλαμβάνεσθαι πέφυκεν ὁ τῆς συλλήψεως χρόνος, καθάπερ ἐκ τοῦ κατεξηράνθαι μὲν μετὰ τὴν μῖξιν τοὺς γυναικείους κόλπους, μεμυκέναι δέ, εἰ οὕτω τύχοι, τὸ τῆς |μήτρας στόμιον, ἐπεσχῆσθαι δὲ τὴν ἔμμηνον κάθαρσιν, κίσσαν δὲ ἐπιγίγνεσθαι.

πρῶτον μὲν γὰρ καὶ ταῦτα κοινοποιεῖται τὰ σημεῖα πρὸς τὰς μὴ συνειληφυίας· εἶτα καὶ εἰ μὴ κοινοποιοῖτο, γενομένην ἤδη κατὰ πλάτος πλειόνων ἡμερῶν διελθουσῶν ούλληψιν δη- λοῖ, καὶ οὐ πρὸς ἀκρίβειαν καὶ ὑπόγυον καὶ ἐν ὡριαίοις κειμένην διαστήμασιν.

χρείαν δʼ ἔχονσιν οἱ Χαλδαῖοι πρὸς διάγνωσιν τῶν διαφερόντων βίων οὐ τοῦ ὁλοσχε- ροῦς καὶ ἐν πλάτει χρόνου τῆς συλλήψεως, τοῦ δὲ πρὸς ἀκρίβειαν.

[*](§ 59 τινες cf. Hippocr. de nat. puerl 12 (VII 486 L.) 60 ═ Hippol. el. IV 3, 10 || 61 ibid. 11)[*](2 πρότερον S προμεταβαλλόμενον S Hippolyt.: προμεταβάλ- λον cett. || 3 αὐτοῖς S V: αὐτῷ mavult Harder || 6 ὥσπερ καὶ τὰ G: corr. Bekk. || 10 ὁ pro ὅτε VC |αὐταὶ add. Nebe ex Hippolyt. 13 καταληφθέν VC || 14 συστήσωσιν G : corr. Bekk., probat Nebe cl. Hippolyto || 21 κοινῆ ποιεῖται Ϛ || 22 τὸ γενόμενον S1: γενόμενον cett.: corr. Bekk. ||23 ποιεῖ pro δηλοῖ S || 24 ὁ pro οὐ S | ὑπό- γειον Ϛ: ὑπόγυιον edd. || 25 κείμενος S1 | διαστήμασι χρόνος ἔχεται. χρείαν δʼ etc. S1)
153

Ἀλλὰ γὰρ ἐκ τούτων πρόδηλον ὅτι οὐχ οἷόν τέ ἐστιν ἀπὸ συλλήψεως τὸν ὡροσκόπον ἑστάναι.

καὶ μὴν οὐδʼ ἐξ ἀποτέξεως. πρῶτον μὲν γὰρ ἄπορόν ἐστι τὸ πότε ῥητέον ἀπότεξιν εἶναι, ἆρά γε ὁπόταν ἄρχηται προκύπτειν εἰς τὸν ψυχρὸν ἀέρα τὸ ἀποτικτόμενον, ἢ ὅταν ὅλον ἐξίσχῃ, ἢ ὅταν εἰς τὴν γῆν κατενεχθῇ.

εἶτα οὐδὲ ἐφʼ ἑκάστου τούτων δυνατόν ἐστι τὸν ἀκριβῆ τῆς ἀποτέξεως χρόνον ὁρίζειν καὶ γὰρ διὰ παράστημα ψυχῆς καὶ διʼ ἐπιτηδειό- τητα σώματος καὶ προδιάθεσιν τῶν τόπων καὶ διʼ ἐμπει- ρίαν μαίας καὶ ἄλλας ἀπείρους προφάσεις οὐχ ὁ αὐτός ἐστι χρόνος καθʼ ὅν προκύπτει τὸ τικτόμενον ῥαγέντων τῶν ὑμένων ἢ ἐκτὸς ὅλον γίνεται ἢ εἰς τὴν γῆν κατα- φέρεται, ἀλλʼ ἄλλος ἐπʼ ὄλλων.

ὅν πάλιν μὴ δυνάμενοι ὡρισμένως καὶ ἀκριβῶς σταθμήσασθαι οἱ Χαλδαῖοι ἐκπε- σοῦνται τοῦ δεόντως τὴν τῆς ἀποτέξεως ὥραν ὁρίζειν.

Ὅτι μὲν οὖν τὸ ὅσον ἐπὶ τοῖς τῆς ἀποτέξεως χρόνοις ἐπαγγέλλονται μὲν τὸν ὡροσκόπον γινώσκειν Χαλδαῖοι, οὐκ ἴσασι δέ,

ἐκ τούτων συμφανές ὅτι δὲ οὐδὲ τὸ ὡρο- σκόπιον ἀπλανές ἐστιν αὐτοῖς, πάρεστι κατὰ τὸν ὅμοιον ἐπιλογίζεσθαι τρόπον. ὅταν γὰρ λέγωσιν ὅτι ὁ παρε- δρεύων τῇ ὠδινούσῃ τὴν ἀπότεξιν δίσκῳ σημαίνει τῷ ἐπὶ τῆς ἀκρωρείας ἀστεροσκοποῦντι Χαλδαίῳ, κἀκεῖνος εἰς οὐρα |νὸν ἀποβλέπων ἐπισημειοῦται τὸ ἀνίσχον ζῴδιον, τὸ μὲν πρῶτον ὑποδείξομεν αὐτοῖς, ὅτι τῆς ἀποτέξεως ἀορίστου τυγχανούσης, καθὼς μικρῷ πρόσθεν παρεστή- σαμεν, οὐδὲ τὸ δίσκᾳ διασημαίνειν ταύτην εὔκολον.

εἶτα ἔστω καὶ καταληπτὴν τυγχάνειν τὴν ἀπότεξιν, ἀλλʼ οὔ [*](§ 65 sqq. cf. Pseud. Galen. περὶ τοῦ πῶς ἐμψυχοῦται etc. ed. Kalbfleisch Abh. Berlin 1895,57, 3sqq. || 65 ═ Hippol. el. IV 4, 1 || 66 ═ ibid. 2 || 67 ═ ibid. 3 || 68 ═ ibid.3 —4 ||69 ═ ibid. 5) [*](2.3 ἐξ ἀποτέξεως S Hippolyt. Nebe Bury : ἀπὸ τέξεως cett. Bekk. ||5 et 12 ὅλον Nebe sec. Hippolyti cod.: ὀλίγον G edd. 9 προδιάθεσιν ci. Bury: πρὸς διάθεσιν G: διὰ προαίρεσιν Hippolyt. τόκων ci. Νebe || 11 ἐστι om. S || 12 v. supr. ad 5 || 13 ἐπʼ ἄλλω G: corr. Bekk., probat Νebe cl. Hippolyto | ὅ G || 17 εἰδέναι pro γινώσκειν S1 || 22 ὡροσκοποῦντι S1 || 26 τῶ G: corr. Bekk. 27 καὶ om. S καταληπτικὴν LV Gen. Herv. || 27sq. οὔτε S )

154
γε πρὸς ἀκριβῆ χρόνον ταύτην παρεπισημειοῦσθαι δυνα- τόν ἐστιν. τὸν γὰρ τοῦ δίσκου ψόφον ἐν πλείονι χρόνῳ καὶ ἐν συχνῷ πρὸς αἴσθησιν δυναμένῳ μερίζεσθαι κινεῖ- σθαι συμβέβηκεν ἐπὶ τὴν ἀκρώρειαν. τεκμήριον δὲ τὸ ἐπὶ τῶν ἐν τῇ ὀρεινῇ δενδροτομούντων θεωρούμενον· μετὰ γὰρ ἱκανὴν ὥραν τοῦ κατενεχθῆναι τὸν πέλεκυν ἐξακούε- ται ἡ τῆς πληγῆς φωνὴ ὡς ἄν ἐν πλείονι χρόνῳ φθάνουσα ἐπὶ τὸν ἀκούοντα.

καὶ διὰ τοῦτο τοίνυν οὐκ ἔστιν ἀκριβῶς τοῖς Χαλδαίοις τὸν χρόνον τοῦ ἀνίσχοντος ζωδίου καὶ κατʼ ἀκρίβειαν ὡροσκοποῦντος λαμβάνειν. καὶ μὴν οὐ μόνον φθάνει πλείων διελθεῖν χρόνος μετὰ τὴν ἀπότεξιν, ἐν ᾧ γίνεται ὁ ἦχος ἀπὸ τοῦ ταῖς τῆς τικτούσης ὠδῖσι παρεδρεύοντος ὡς ἐπὶ τὸν ἀστεροσκοποῦντα ἀλλὰ καὶ ἐν ᾠ οὗτος ἀναβλέπει καὶ περισκοπῶν ἐξετάζει τὸ ἐν τίνι τῶν ζῳδίων ἐστὶν ἡ σελήνη καὶ τῶν λοιπῶν ἀστέρων ἕκαστος, φθάνει ἀλλοῖον γενέσθαι τὸ περὶ τοὺς ἀστέρας διάθεμα, τῆς τοῦ κόσμου κινήσεως ἀλήκτῳ τάχει περι- φερομένης, πρὶν τηρητικῶς παραπλάσασθαι τῇ τοῦ γεν- νηθέντος ὥρᾳ τὰ κατ᾿ οὐρανὸν βλεπόμενα.

ἄλλως τε ἡ τοιαύτη παρατήρησις νύκτωρ ἴσως δύναται προκόπτειν τοῖς Χαλδαίοις, ὅτε τά τε ἐν τῷ ζῳδιακῷ βλέπεται κύ- κλῳ καὶ οἱ σχηματισμοὶ τῶν ἀστέρων εἰσὶν ἐμφανεῖς. ἐπεὶ οὖν τινὲς καὶ μεθʼ ἡμέραν γεννῶνται, ὅτε οὐδὲν τῶν προειρημένων δυνατόν ἐστι παρασημειοῦσθαι, μόνας δέ, εἰ καὶ ἄρα, τὰς τοῦ ἡλίου κινήσεις, ῥητέον ἐπὶ τινῶν μὲν δυνατὴν εἶναι |τὴν τῶν Χαλδαίων μέθοδον ἐπὶ τινῶν δὲ ἀδύνατον.

ὅρα δὲ μή ποτε καὶ νύκτωρ οὐκ ἰσχύουσιν ἀπλα- νεῖς διὰ παντὸς ποιεῖθαι τὰς τῶν οὐρανίων παρατηρήσεις· πολλάκις γὰρ συννεφεῖς εἰσιν αἱ νύκτες καὶ ἀχλυώδεις, [*](§ 70 Hippol. el. IV 4, 6—7) [*](1 ταύτης Ϛ |παρασημειοῦσθαι Ϛ edd. || 3 καὶ ἐν συχνῷ om., in marg. suppl. B: om. Herv.: del. Bury | δυνάμενον G: corr. Hackforth ap. Bury || 4.5 δὲ τῶν ἐπὶ τῆ S Ϛ; δὲ τῶν ἐπὶ τῶν ἐν τῆ marg. cod. Gen. || 7 φωνῆς πληγὴ VC || 11 πλείω διελθεῖν χρό- νον S || 17 διάθημα ELVr Gen. | ἀλήκτῳ S Nebe : ἀλέκτω cett. 22 συσχημ. S || 24 παρασημεώσασθαι S || 27 ἰσχύσουσιν E )

155
ἀγαπητὸν δὲ ἦν πάσης ἀναιρουμένης τοιαύτης προφάσεως τὸ βέβαιον εὑρεῖν ἐν τῷ μαθήματι, μή τοί γε καὶ κωλύ- ματός τινος ὄντος πρὸς τὴν ἀκριβῆ τῶν οὐρανίων κατά- ληψιν.

Ἀθετήσαντες δὴ καὶ τὸ κατὰ τοὺς Χαλδαίους ὡροσκό- πιον, συντόμως τε παραστήσαντες τὸν κατὰ τὴν γένεσιν χρόνον ἄληπτον αὐτοῖς εἶναι, ἐπὶ τὸ λειπόμενον τῆς ὑπο- σχέσεως (§ 52—54) μέρος χωρῶμεν. ἐλείπετο δὲ καὶ πεῥὶ τῆς ἀναφορᾶς τῆς ἐν τῷ ζῳδιακῷ κύκλῳ διελθεῖν, ἀπο- στάντας τῶν ἔμπροσθεν ἐκκειμένων ἡμῖν ἐλέγχων.

φαμὲν τοίνυν ὅτι δυσδιόριστοί εἰσιν ἀπʼ ἀλλήλων, μᾶλλον δὲ ἀδυ- νάτως ἔχουσι κατὰ τὸ ἀκριβὲς ὁριcθῆναι αἱ τῶν ζῳδίων μοῖραι, ἀλλʼ εἰκός ἐστιν ἤδη ἀνεσχηκὸς ζῴδιον δοκεῖν μήπω ἀνατεταλκέναι, καὶ ἀνάπαλιν μήπω ἀνατεταλκὸς δοκεῖν ἤδη ἀνεσχηκέναι.

οὐδὲ γὰρ ἡ προειρημένη τῶν ὑδριῶν ἔφοδος (§ 24sq.) δύναταί τι τοῖς Χαλδαίοις παρ- επικουρεῖν, ἐπείπερ καὶ παρὰ τὸ ῥέον ὕδωρ καὶ παρὰ τὴν τοῦ ἀέρος κρᾶσιν ἀνώμαλα τὰ τῆς ῥύσεως καὶ τῶν ἀντιπαρηκόντων τῇ ῥύσει χρόνων. τὴν μὲν γὰρ τοῦ ὕδατος φορὰν εἰκός ἐστιν ἀνόμοιον γίνεσθαι κατ᾿ ἀρχάς, ὅτε κα- θαρόν ἐστι τὸ ῥέον, καὶ ἐξ ὑστέρου, ὅτε ἰλυῶδες καὶ δυσρευστότερον·

τὴν δὲ τοῦ ἀέρος κρᾶσιν πιθανὸν ἀχλυώ- δους μὲν καὶ παχυτέρου ὄντος ἀντιπίπτειν τῇ ἐκρύσει, τρόπον τινὰ ἐμφράττουσαν αὐτήν, διαυγοῦς δὲ καὶ λεπτο- μεροῦς καθεστῶτος συνεργεῖν μᾶλλον.

καὶ αὐτὸς δὲ ὁ ἀμφορεὺς οὐχ ὡσαύτως ῥυήσεται πλήρης καθεστώς, ὡσαύ- τως δὲ ἡμίκενος ἢ πρὸς τῷ κενοῦσθαι τυγχάνων, ἀλλʼ ὁτὲ μὲν ὀξύτερον ὁτὲ δὲ |βραδύτερον ὁτὲ δὲ μέσως, τῆς οὐρανίου φορᾶς ἰσοταχῶς διὰ παντὸς ἐλαυνομένης.

τὸ δὲ πάντων κυριώτατον, ἕκαστον τῶν ζῳδίων οὐ συνεχές ἐστι σῶμα, οὐδʼ ὥσπερ ἡρμολογημένον τῷ πρὸ ἑαυτοῦ [*](2 τί ELSC τὸν — 7 εἷναι S1: ὅτι μετὰ (suprscr. κατὰ S2) τῶν (τὸν et infra χρόνον suprscr. R, habent S2 Ϛ) τῆς γενέσεως χρόνων ἄληπτόν ἐστιν αὐτοῖς cett. || 7 λοιπὸν S || 11 ὑπʼ Ϛ || 12 διορισθῆ- ναι S1 || 13 καὶ pro ἀλλʼ S1 || 14 καὶ — 15 ἀνεσχηκέναι om. S || 22 τὴν δὲ vulgo: κατὰ δὲ τὴν S1 || 23 ἐκκρίσει ELSCV R, sed suprscr. αρυ VC, κρυ R || 24 ἀντιφράττουσα Ϛ: ἐμφράττων S1 |αὐτὸν S2 )

156
καὶ τῷ μεθʼ αὑτὸ συνῆπται μηδεμιᾶς μεταξὺ πιπτούσης διαστάσεως, ἀλλʼ ἐκ διεσπαρμένων ἀστέρων συνέστηκε καὶ μεταξύτητάς τινας ἐχόντων καὶ διαλείμματα, τοῦτο μὲν κατὰ τὴν μεσότητα τοῦτο δὲ πρὸς τοῖς πέρασιν.

ὅθεν πάντως, ἀριθμητοῖς μορίοις τῶν ἐν τῷ κύκλῳ ζῳδίων περιγραφομένων, πλάνην ἀναγκαῖόν ἐστι γίγνεσθαι τοῖς ἀπὸ τῆς γῆς παρατηροῦσι, λανθάνοντος αὐτοὺς τοῦ προσ- πίπτοντος διαλείμματος, εἴτε τοῦ προηγουμένου ζῳδίου πέρας ἐστὶν εἴτε τοῦ ἐπανιόντος ἀρχή.

οἱ δὲ λόφοι ἐφʼ ὧν αἱ ἀστεροσκοπίαι γίνονται, οὐχ οἱ αὐτοὶ πάντοτε δια- μένουσιν, ἀλλὰ κατὰ μοῖραν ἑτεροιουμένου καὶ μεταβάλ- λοντος τοῦ κόσμου ἤτοι κατακλυσμοῖς ἐξ ὄμβρων ἢ σει- σμοῖς γῆς ἢ ἄλλοις τισὶ τοιούτοις καθήμασιν ἐνοχλοῦνται, ὥστε καὶ παρὰ τὴν τούτων ἐξαλλαγὴν μὴ τὰς αὐτὰς τῶν ἀστέρων γίνεσθαι παρατηρήσεις, ἀλλʼ ἑτέραν μὲν τοῖς ἀφʼ ὕψους συμβαίνειν παρατήρησιν, διαφέρουσαν δὲ τοῖς ἀπὸ χθαμαλοῦ βλέπρουσι, καὶ τὸ ἐκείνοις ὀφθὲν μὴ πάν- τως καὶ τοῖς ἄλλοις τεθεωρῆσθαι.