Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

ἦσαν δέ τινες τῶν Χαλδαίων οἱ καὶ ἕκαστον μέρος τοῦ ἀνθρωπείου σώματος ἑκάστῳ τῶν ζῳδίων ἀνατιθέντες ὡς συμπαθοῦν κριὸν μὲν γὰρ κε- φαλὴν ὀνομάζουσι, ταῦρον δὲ τράχηλον, διδύμους δὲ ὤμους, καρκίνον δὲ στέρνον, λέοντα δὲ πλευράς, παρθέ- νον δὲ γλουτούς, ζυγὸν δὲ λαγόνας,

σκορπίον αἰδοῖον καὶ μήτραν, τοξότην μηρούς, αἰγόκερων γόνατα, [*](§ 14sqq. Firmic. Mat. II 16. 20 || 21 ibid. II 24, cf. Rhetorius ex Teucro CCΑG VII p. 194 sqq. Paulus Alex. eisag. ed. Schato 1586, A 2. B 3. Manil. II 456 sqq.) [*](2 μεσουρανήματι S || et 7 ἀρχόμενον S || 7 ἐρχόμενον —9 τὸ δὲ om. E || 10 διαμετροῦν δὲ τῶ S: διαμετροῦν τῶ cett.: correxi 11 διάμετρόν ἐστι S1: διαμετρεῖ cett. || 15 δὲ post αὐτὰ om. S || 22 ἢ ELVrS: καὶ cett. | ἐναργεστέραν S1 || 23 τῶν S1: om. cett. )

145
ὑδρηχόον κνήμας, ἰχθύας δὲ πόδας. καὶ ταῦτα πάλιν οὐκ ἀσκόπως, ἀλλʼ ἐπείπερ, ἐὰν ἔν τινι τούτων τῶν ζῳδίων γένηται τῶν κατὰ τὴν γένεσιν κακοποιῶν ἀστέρων τις, πήρωσιν τοῦ ὁμωνυμοῦντος ἀπεργάζεται μέρους.

Ταῦτα μὲν οὖν περὶ τῆς φύσεως τῶν ἐν τῷ ζῳδιακῷ κύκλῳ κεφαλαιωδέστερον ὑποδεδείχθω οὐκ ἄτοπον δὲ ἑξῆς διελθεῖν καὶ περὶ τῆς διαιρέσεως αὐτῶν. ἐπιστάσεως γὰρ οὔσης ὡς τῶν ζῳδίων μὴ κατ᾿ ἰδίαν περιγραφὴν θεω- ρουμένων ἀλλὰ ἑπτὰ ἀστέρων διεσπαρμένων παρατηρήσει, ἐπῆλθεν αὐτοῖς εἰς δώδεκα μοίρας τὸν ὅλον καταδιελεῖν κύκλον.

ὑποδεικνύντες γὰρ τὴν ἔφοδον, φασίν, ἕνα τινὰ τῶν ἐν τῷ ζῳδιακῷ κύκλῳ λαμπρὸν ἀστέρα παρατηρή- σαντες ἀνατέλλοντα οἱ πάλαι, εἶτα ἀμφορέα τετρημένον πληρώσαντες ὕδατος εἴασαν ῥεῖν εἴς τι ἕτερον ὑποκείμε- νον ἀγγεῖον μέχρι τοῦ τὸν αὐτὸν αὖθις ἀνασχεῖν ἀστέρα, στοχασάμενοί τε ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ ση- μεῖον

γεγονέναι τὴν τοῦ κύκλου περιστροφὴν πάλιν ἐλάμ- βανον τὸ δωδέκατον τοῦ ῥυέντος, καὶ ἐσκέπτοντο ἐν πόσῳ τοῦτο ἔρρευσε χρόνῳ· ἐν τοσούτῳ γὰρ ἔλεγον καὶ τὸ δω- δέκατον μέρος ἀνεληλυθέναι τοῦ κύκλου, καὶ τοῦτον ἔχειν τὸν λόγον τὸ ἀνενεχθέν μέρος τοῦ κύκλου πρὸς τὸν ὅλον κύκλον, ὅν ἔχει τὸ ῥυὲν τοῦ ὕδατος μέρος πρὸς τὸ ὅλον ὕδωρ.

ἐκ ταύτης τῆς ἀναφορᾶς, φημὶ δὲ τοῦ δωδεκατη- μορίου, τὸ τελευταῖον πέρας ἐσημειοῦντο ἀπὸ ἀστέρος τι- νὸς ἐπιφαν οῦς κατ᾿ αὐτὸ θεωρουμένου ἢ ἀπό τινος τῶν συνανατελλόντων βορειοτέρων ἢ νοτιωτέρων. τὸ δὲ αὐτὸ ἐποίουν καὶ ἐπὶ τῶν ἄλλων δωδεκατημορίων.

Ἀλλʼ ἡ μὲν ἔφοδος καθʼ ἥν εἰς τοσαύτας μοίρας τὸν ζῳδιακὸν καταδιαιροῦσι κύκλον,

ἐστὶ τοιαύτη· ἀνάλογος δʼ ἔοικεν εἶναι καὶ καθʼ ἣν τὸν ἐφʼ ἑκάστης γενέσεως ὡρο |σκόπον ἀρχικῶς παρατετηρηκέναι λέγουσιν. νύκτωρ [*](§ 24—28 cf. Ptol. ap. III 3 p. 110, 4 sqq. Boll Boer) [*](1 ὑδροχόον ??S || 3 γίνεται AB et cod. Chouetorum in marg. || 11 post φαοίν add. 〈ὅτι〉 dub. Bekk. Bury ||13 παλαιοί S || 15 τὸν om. S, αὖθις Nebe Rh. Mus. 71ʼ16. 106 sec. S1: om. cett. || 18 τοῦ ῥυέντος ὕδατος δωδέκατον μέρος S || 20 ἔχει LVr || 21 ἀναχθὲν S 22 ὅ G: corr. Bekk. | ὅλον τὸ S || 23 δὲ om. ?? || 29 ἔστη LVr )

146
μὲν γὰρ ὁ Χαλδαῖος, φασίν, ἐφ᾿ ὑψηλῆς τινος ἀκρωρείας ἐκα- θέζετο ἀστεροσκοπῶν, ἕτερος δὲ παρήδρευε τῇ ὠδινούσῃ μέχρις ἀποτέξαιτο,

ἀποτεκούσης δὲ εὐθὺς δίσκῳ διεσήμαινε τῷ ἐπὶ τῆς ἀκρωρείας. ὁ δὲ ἀκούσας καὶ αὐτὸς παρεσημει- οῦτο τὸ ἀνίσχον ζῴδιον ὡς ὡροσκοποῦν, μεθʼ ἡμέραν δὲ τοῖς ὡροσκοπίοις προσεῖχε καὶ ταῖς τοῦ ἡλίου κινήσεσιν.

Ἀλλὰ ταῦτα μὲν περὶ ζῳδίων τῶν δὲ ἀστέρων ἐνίους μὲν ἀγαθοποιοὺς εἶναι λέγουσιν ἐνίους δὲ κακοποιοὺς τι- νὰς δὲ καὶ κοινούς, οἷον ἀγαθοποιοὺς μὲν τὸν τοῦ Διὸς καὶ τὸν Ἀφροδίτης, κακοποιοὺς δὲ τὸν τοῦ Ἄρεως καὶ Κρόνου, ἐπίκοινον δὲ τὸν τοῦ Ἑρμοῦ, ἐπείπερ μετὰ μὲν ἀγαθοποιῶν ἀγαθοποιὸς μετὰ δὲ κακοποιῶν κακοποιός.

ἄλλοι δὲ τοὺς αὐτοὺς ἀστέρας κατ᾿ ἄλλην καὶ ἄλλην σχέ- σιν ὁτὲ μὲν ἀγαθοποιοὺς ὁτὲ δὲ κακοποιοὺς ὑπάρχειν νο- μίζουσιν. ἢ γὰρ πρὸς τὸ ζῴδιον ἢ πρὸς τοὺς τῶν ἄλλων ἀστέρων συσχηματισμοὺς οὔτε ὁ κακοποιὸς ἀστὴρ πάν- τως κακοποιός ἐστιν οὔτε ὁ ἀγαθοποιὸς πάντως ἀγαθο- ποιός ἐστιν.

πλὴν τῶν ἑπτὰ ἡγεῖσθαι μὲν τὸν ἥλιον καὶ τὴν σελήνην οἴονται, ἐλάττονα δὲ τούτων δύναμιν ἔχειν πρὸς τὰς τῶν ἀποτελεσμάτων ἐκβάσεις τοὺς λοιποὺς πέν- τε· παρʼ ἣν αἰτίαν οἱ Αἰγύπτιοι βασιλεῖ μέν καὶ δεξιῷ ὀφθαλμῷ ἀπεικάζουσι τὸν ἥλιον, βασιλίσσῃ δὲ καὶ ἀρι- στερῷ ὀφθαλμιῶ τὴν σελήνην, ῥαβδοφόροις δὲ τοὺς πέντε ἀστέρας, τῷ δὲ λοιπῷ λαῷ τοὺς ἄλλους ἀπλανεῖς.

καὶ τῶν πέντε ἡλίῳ μὲν συμφωνεῖν καὶ συνεπικουρεῖν φασι Κρόνον τε καὶ Δία καὶ Ἑρμῆν, οὕς καὶ ἡμιερινοὺς καλεῖ- σθαι διὰ τὸ τὸν ἣλιον, ὧ συνεργοῦσι, τῶν μεθʼ ἡμέραν γεννωμένων ἐπικρατεῖν, 〈σελήνῃ δὲ Ἄρην τε καὶ Ἀφρο- [*](§ 29 cf. Ptol. ap. l 5 p. 19, 16 Boll -Boer || 31 cf. PIut. de Is. et 0sir. 371 E. Vett. Val. I 1 p. 1, 6 et 1, 18 Kroll) [*](1 φησίν G: corr. Bekk. || 3 ἐσήμαινε S || 6 ὡροσκοπείοις S1: ὡροσκόποις cett.. || 9 τοῦ om. S || 10 τὸν τῆς ἀφρ. E LVr edd. | τοῦ om. S1 | δὲ τοῦ ἄρεως καὶ τοῦ κρ. S2 || 15 πρὸς S: παρὰ cett. edd. || 16.17 οὔτε δ ἀγαθ.... οὔτε ὁ κακοπ.... S || 22 βασιλίσσῃ S1: βασιλίδι AB et marg. R, cod. Chouetorum: βασιλεία cett. edd. 25 πέντε δὲ ἡλ. S1 | μὲν om. S |συνεπικ. καὶ συμφων. S || 27sq. γεν- νωμένων μεθʼ ἡμ. ?? || 28 γενομένων LVr |〈...〉 proposuit Bekk., probaverunt Nebe Bury)

147
δίτην〉.

τοὺς δὲ αὐτοὺς ἀστέρας μεί ζονα μᾶλλον ἴσχειν δύναμιν ἢ παρὰ τὸ ἐν ἰδίοις οἴκοις ὑπάρχειν ἢ ὑψώμασιν ἢ ὁρίοις, ἢ παρὰ τὸ δορυφορεῖσθαί τινας ὑπό τινων, ἤ παρὰ τὸ ἐπιβλέπειν ἀλλήλους καὶ συσχηματίζεσθαι ἀλ- λήλοις, ἢ παρὰ τὸ ἐπὶ κέντροις εἶναι.

οἶκος δέ ἐστι κατ᾿ αὐτοὺς ἡλίου μὲν λέων, σελήνης δὲ καρκίνος, Κρόνου δὲ αἰγόκερως καὶ ὑδρηχόος, Διὸς τοξότης καὶ ἰχθύες, Ἄρεως κριὸς καὶ σκορπίος, Ἀφροδίτης ταῦρος καὶ ζυγός, Ἑρμοῦ δίδυμοι καὶ παρθένος.

ὑψώματα δὲ καλοῦσιν ἀστέρων, καὶ ταπεινώματα ὡσαύτως, τὰ ἐν οἷς χαίρουσιν ἢ ὀλίγην δύναμιν ἔχουσιν· χαίρουσι μὲν γὰρ ἐν τοῖς ὑψώμασιν, ὀλί- γην δὲ δύναμιν ἔχουσιν ἐν τοῖς ταπεινώμασιν.

οἷον ἡλίου μὲν ὕψωμα κριός, καὶ πρὸς ἀκρίβειαν ἡ ἐννεακαιδεκάτη τούτου μοῖρα, ταπείνωμα δὲ τὸ διαμετροῦν ζῴδιον, σελή- νης δὲ πάλιν ὕψωμα μὲν ταῦρος ταπείνωμα δὲ τὸ διαμε- τροῦν, Κρόνου ζυγός, Διὸς καρκίνος, Ἄρεως αἰγόκερως, Ἀφροδίτης ἰχθύες, Ἑρμοῦ παρθένος. καὶ ταπεινώματα τούτων, ὡς ἔφην, τὰ διαμετροῦντα τῶν ὑψωμάτων.

ὅρια δὲ ἀστέρων προσαγορεύουσιν ἐν ἑκάστῳ ζῳδίῳ ἐν οἷς ἕκα- στος τῶν ἀστέρων ἀπὸ ποστῆς μοίρας ἐπὶ ποστὴν μοῖραν πλεῖστον δύναται· περὶ ὧν οὐχ ἡ τυχοῦσα παρʼ αὐτοῖς ἐστι καὶ κατὰ τοὺς πίνακας διαφωνία.

δορυφορεῖσθαι δὲ ἀστέρας λέγουσιν, . ὅταν μέσοι ὦσιν ἄλλων ἀστέρων ἐν συνεχείᾳ ζῳδίων οἷον ἐὰν τοῦ αὐτοῦ ζῳδίου ὅς μέν τις ἀστὴρ τὰς πρώτας ἐπέχῃ μοίρας ὅς δὲ τὰς τελευταίας ὅς δὲ τὰς ἐν μέσῳ, δορυφορεῖσθαι λέγεται ὁ ἐν μέσῳ ὑπὸ τῶν τὰς ἐπʼ ἄκροις ἐπεχόντων μοίρας.

ἐπιβλέπειν δὲ λέγονται ἀλλήλους καὶ συμφωνεῖν ἀλλήλοις ὡς οἱ κατὰ τρίγωνον τετράγωνον φαινόμενοι. κατὰ τρίγωνον μὲν οὖν σχηματίζονται καὶ ἐπιθεωροῦσιν ἀλλήλους ἀστέρες οἱ [*](§ 34 v. p. 179 tab. fig. 2, cf. Firmic. Mat. II 2 || 35 v. fig. 3, cf. Firmie. Mat. II 3, Ptol. ap. 20 p. 43 sqq. Boll - Boer || 37 cf. Firmic. Mat. II 6 || 37—38 ═ Hippol. el. IV 1, 1 || 39 ═ ibid. 2) [*](1 ἴσχυν LVr: ἔχειν CH || 2 ὑπάρχειν om. ?? || 3 ὅροις S 5 κέντρον S || 7 ὑδροχόος ??S | διὸς δὲ τοξ. S || 11 χαίρουσι — 12 ἔχουσιν om.S || 17 ἑρμοῦ παρθένος om. ABCR || 18 τοῖς ὑψώμασινS| 26 μέσω, ὅς καὶ δορ. S1 || 29.30 μὲν οὖν ELVr ?? : μὲν S2; δὲ S1 10 ΒT Sextus Empiricus Vol. III [1915] )

148
ἐπὶ τριῶν ζῳδίων ἔχοντες τὸ μεταξὺ διάστημα, κατὰ τετράγωνον δὲ οἱ δυοῖν.

| καὶ δοκεῖ κατὰ μὲν τρίγωνον ἀγαθοποιῷ κακοποιὸς συσχηματιζόμενος εὐεργετικὸς εἶ- ναι καὶ πολὺ μᾶλλον ἀγαθοποιός, ἀγαθοποιῷ δὲ ἤπιος αὐτὸ μόνον, καὶ κακοποιὸς κακοποιῷ, κατὰ δὲ τὸ τετρά- γωνον ἀνάπαλιν. ἐπίκεντροι δὲ λέγονται οἱ ἐπί τινος τῶν κέντρων θεωρούμενοι, ἤτοι ἐπὶ τοῦ ὡροσκόπου ἢ τοῦ μεσουρανήματος ἢ δύσεως ἀντιμεσουρανήματος.