Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Περὶ ἀστρολογιας ἢ μαθηματικῆς πρόκειται ζητῆσαι οὔτε τῆς τελείου ἐξ ἀριθμητικῆς καὶ γεωμετρίας συν εστώσης (ἀντειρήκαμεν γὰρ πρὸς τοὺς ἀπὸ τούτων τῶν μαθημάτων) οὔτε τῆς παρὰ τοῖς περὶ Εὔδοξον καὶ Ἥππ- αρχον καὶ τοὺς ὁμοίους προρρητικῆς δυνάμεως, ἥν δὴ καὶ ἀστρονομίαν τινὲς καλοῦσι

(τήρησις γάρ ἐστιν ἐπὶ φαινομένοις ὡς γεωργία καὶ κυβερνητική, ἀφʼ ἧς ἔστιν αὐχμού· τε καὶ ἐπομβρίας λοιμούς τε και σεισμοὺς καὶ ἄλλας τοιουτώδεις τοῦ περιέχοντος μεταβολὰς προθεσπί- ζειν), ἀλλὰ πρὸς γενεθλιαλογίαν, ἣν σεμνοτέροις κοσμοῦν- τες ὀνόμασιν οἱ Χαλδαῖοι μαθηματικοὺς καὶ ἀστρολόγους σφᾶς αὐτοὺς ἀναγορεύουσιν, ποικίλως μὲν ἐπηρεάζοντες τῷ βίῳ, μεγάλην δʼ ἡμῖν ἐπιτειχίζοντες δεισιδαιμονίαν. μηδὲν δὲ ἐπιτρέποντες κατὰ τὸν ὀρθὸν λόγον ἐνεργεῖν.

καὶ τοῦτ᾿ εἰσόμεθα μικρὸν ἄνωθεν προλαβόντες περὶ τῶν συντεινόντων πρὸς τὴν ἐπισκεπτικὴν αὐτῶν μέθοδον. ἔσται δὲ ἐπιδρομικώτερον καὶ ὁλοσχερέστερον τὸ τῆς ὑφηγήσεως· τοῖς γὰρ προηγουμένως μετιοῦσι τὸ μάθημα τοῦτο τὰ τῆς ἀκριβείας συγκεχωρήσθω, ἡμῖν δὲ αὔταρκές ἐστι τούτων ἐπτμνησθῆναι ὧν χωρὶς οὐ δυνατὸν ἐπιβάλ- λειν ταῖς πρὸς τοὺς Χαλδαίους ἀντιρρήσεσιν.

Ἐπὶ προυποκειμένῳ τοίνυν τῷ συμπαθεῖν τὰ ἐπίγεια τοῖς οὐρανίοις καὶ κατὰ τὰς ἐκείνων ἀπορροίας ἑκάστοτε ταῦτα νεοχμοῦσθαι [*](§ 1 cf. Cic. de div. ΙΙ 42, 87. Arat.733 sqq.) [*](1 σέξτου ἐμπειρικοῦ πρὸς ἀριθμητικούς· πρὸς ἀστρολόγους tit. LVrR: subscriptio deest E: σέξτου ἐμπειρικοῦ πρὸς μαθηματι- κοὺς τέλος· σέξτου ἐμπειρικοῦ πρὸς ἀστρολόγους ?? || 4 εἰρήκα- μεν S || 5 οὔτε περὶ τῆς εὔδοξον S1: οὔτε τῆς περὶ εὔδ. S2: οὔτε τῆς παρὰ τοῖς περὶ cett. || 8 φαινομένων S || 11 γενεαλογίαν G ; corr. Bekk. post F abr. || 14 δὲ om. LVr 17 σκεπτικὴν ?? )

142
  • (τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων
  • οἷον ἐπʼ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε)
  • (Hom.σ 136) οἱ περιεργότερον ἀναβλέψαντες εἰς τὸ περι- έχον Χαλδαῖοι δραστικῶν μὲν αἰτιῶν λόγον ἐπέχεινφασὶν εἰς τὸ ἕκαστον τῶν κατὰ τὸν βίον συμβαινόντων ἐκβαίνειν τοὺς ἑπτὰ ἀστέρας, συνεργεῖν δὲ τὰ τοῦ ζῳδιακοῦ μέρη. τὸν μὲν οὖν ζῳδιακὸν κύκλον, ὥσπερ κατηχήμεθα, διαιροῦσιν εἰς δεκαδύο ζῴδια, ἕκαστον δὲ ζῴδιον εἰς μοίρας τριάκοντα (ἔστω γὰρ τοῦτο ἐπὶ τοῦ παρόντος σύμφωνον αὐτοῖς), ἑκάστην δὲ μοῖραν εἰς ἑξήκοντα λεπτά οὕτω γὰρ κα- λοῦσι τὰ ἐλάχιστα καὶ ἀμερῆ.

    τῶν δὲ ζῳδίων τὰ μέν τινα ἀρρενικὰ καλοῦσι τὰ δὲ θηλυκά, καὶ τὰ μὲν δίσωμα τὰ δὲ οὔ, καὶ τινὰ μὲν τροπικά, τινὰ δὲ στερεά.

    ἀρρενικὰ μὲν οὖν καὶ θηλυκὰ ἅπερ συνεργὸν ἔχει φύσιν πρὸς ἀρρενογο- νίαν ἢ θηλυγονίαν κριὸς γὰρ ἀρρενικόν ἐστι ζῴδιον, ταῦρος δέ, φασί, θηλυκόν, δίδυμοι ἀρρενικόν, καὶ ἐναλλὰξ τὰ λοιπὰ κατὰ τὴν ὁμοίαν ἀναλογίαν, τὰ μὲν ἀρρενικὰ τὰ δὲ θηλυκά.

    ἀφʼ ὧν, οἶμαι, καὶ οἱ Πυθαγορικοὶ κινη- θέντες τὴν μὲν μονάδα ἄρρεν προσαγορεύουσι, τὴν δὲ δυάδα θῆλυ, τὴν δὲ τριάδα πάλιν ἄρρεν, καὶ ἀναλόγως [πάλιν ] τοὺς λοιποὺς τῶν τε ἀρτίων καὶ περιττῶν ἀριθ- μῶν.

    ἔνιοι δὲ καὶ ἕκαστον ζῴδιον εἰς δωδεκατημόριᾳ διελόντες τῇ αὐτῇ σχεδὸν ἐφόδῳ χρῶνται, οἷον ἐπὶ κριοῦ τὸ μὲν πρῶτον δωδεκατημόριον αὐτοῦ κριόν τε καλοῦσι καὶ ἄρρεν, τὸ δὲ δεύτερον ταῦρόν τε καὶ θῆλυ, τὸ δὲ τρί- τον διδύμους τε καὶ ἄρρεν· καὶ ἐπὶ τῶν ἄλλων μοιρῶν ὁ αὐτὸς λόγος.

    δίσωμα δέ λέγουσιν εἶναι ζῴδια διδύμους τε καὶ τὸν διαμετροῦνται τούτους τοξότην, παρθένον τε [*](§5 ═ Hippolyt. elench. V 13.3—4 || 6—7 ═ ibid. 5 || 6 cf. Pto- lemaei apotelesm. I 13 || 7 v. infr. ad 34 || 8 ═ Hippol. V 13, 6 || 9 ═ ibid. 7 | cf. Ptol. ap. I 22 p. 52, 1 1 sqq. Boll - Boer; Manil. II 688 sqq. || 10 ═ Hippol. V 138) [*](4 αἰτίων G || 5 κατὰ τὸν κῦ (?) S: καθ᾿ ἡμᾶς Hippolyt.: κατὰ τὸν βίον cett. || 6 τῆς ζωδ. VC || 7 ὥσπερ ἤδη S || 10 γὰρ om. LVr || 12 sqq. ἀρσενικὰ ??, nonnumquam etia m LS ||13 στερεὰ... τροπικὰ ??: ἕτερα pro στερεά Hippolyti cod. || 18 πυθαγόρειοι S, 21 [ ] Bekk. | τε ante λοιποὺς S || 26 τε om. ?? || 28 τούτοις ??S )

    143
    καὶ ἰχθύας, οὐ δίσωμα δὲ τὰ λοιπά.

    καὶ τροπικὰ μέν ἐν οἷς γινόμενος ὁ ἥλιος μεταλλάσσει καὶ ποιεῖ τοῦ περι- έχοντος τροπάς, οἷόν ἐστι ζῴδιον ὅ τε κριὸς καὶ τὸ τόύτου διάμετρον, ὁ ζυγός, αἰγόκερώς τε καὶ καρκίνος· ἐν κριῷ μὲν γὰρ ἐαρινὴ γίνεται τροπή, ἐν αἰγοκέρῳ δὲ χειμερινή, ἐν καρκίνῳ δὲ θερινὴ καὶ ἐν ζυγῷ φθινοπωρινή. στερεὰ δὲ ὑπειλήφασι ταῦρόν τε καὶ τὸ διαμετροῦν, τουτέστι σκορπίον, λέοντά τε καὶ ὑδρηχόον.

    Οὐ μὴν ἀλλὰ καὶ πάντων τούτων τὰ ἐπὶ ἑκάστης γε- νέσεως κυριεύοντα ζῴδια πρὸς τὴν τῶν ἀποτελεσμάτων ἔκβασιν, καὶ ἀφʼ ὧν μάλιστα τὰς προαγορεύσεις ποιοῦν- ται, τέσσαρά φασιν εἶναι τὸν ἀριθμόν, ἅπερ κοινῷ μὲν ὀνόματι κέντρα καλοῦσιν, ἰδιαίτερον δὲ τὸν μὲν ὡροσκό- πον τὸ δὲ μεσουράνημα τὸ δὲ δῦνον τὸ δὲ ὑπὸ γῆν καὶ ἀντιμεσουράνημα, ὅ καὶ αὐτὸ μεσουράνημά ἐστιν.

    ὡρο- σκόπος μὲν οὖν ἐστιν ὅπερ ἔτυχεν ἀνίσχειν καθʼ ὅν χρό- νον ἡ γένεσις συνετελεῖτο, μεσουράνημα δὲ τὸ ἀπʼ ἐκείνου τέταρτον ζῴδιον σὺν αὐτῷ ἐκείνῳ, δῦνον δὲ τὸ διαμε- τροῦν τὸν ὡροσκόπον, ὑπὸ γῆν δὲ καὶ ἀντιμεσουράνημα τὸ διαμετροῦν τὸ μεσουράνημα, οἷον (ἔσται γὰρ σαφὲς ἐπὶ παραδείγματος) καρκίνου ὡροσκοποῦντος μεσουρα- νεῖ μὲν κριός, δύνει δὲ αἰγόκερως, ὑπὸ γῆν δέ ἐστι ζυγός.

    οὐ μὴν ἀλλὰ καὶ ἑκάστου τούτων τῶν κέντρων τὸ μὲν προάγον ζῴδιον ἀπόκλιμα καλοῦσι, τὸ δὲ ἑπόμενον ἐπ- αναφοράν.

    ἤδη δὲ τὸ μέν προαναφερόμενον τοῦ ὡροσκο- [*](§ 11 = Hippol. V 13, 8—9 || 12 κέντρα v. p. 179 tab. fig. 1, cf. Ptol. ap. III 11. Porphyr. eisag. c. 43 CCAG V 4 p. 215 | 13—14 cf.Ptol. ap. III 11 p. 129sqq. Boll- Boer. Paulus Alex. eisag. ed Schato 1586, D 3—4) [*](3 ζώδια VC || 4 ὁ ζυγὸς S1: καθάπερ ζυγ. cett. Hippolyt. | 5 αἰγοκέρωτι δὲ S2 || 6 ἐν καρκίνῳ — φθινοπορινή om. S2 VC | ἐν ζυγῷ δὲ μιθαπωρινή (sic!) ἐν καρκίνω δὲ θερινή, καὶ ἐν αἰγοκέρωτι χειμερινή. pro v. 5 ἐν αἰγ. — 6 φθινωπορινή S1 || 7 τούτον S: τουτέστι cett. || 8 τε S: om. cett. | ὑδροχόον S ?? 9 πάντων suprscr. ἀπὸ S1 || 11 προσαγορεύσεις EL?? || 13 τὸ μὲν Bekk. || 14 ὑπόγαιον ?? || 19 τῶ ὡροσκόπῳ et 20 τῶ μεσουρανήματι ELVr ?? |||21.22 μεσουρανεῖ μὲν ζυγός ...ὑπὸ γῆν δέ ἐστι κριός S 23 ἑκάστω S || 24 πρῶτον pro προάγον S )

    144
    ποῦντος ζῳδίου, ἐν τῷ φανερῷ ὄν, κακοῦ δαίμονός φασιν εἶναι, τὸ δὲ μετὰ τοῦτο, ἑπόμενον δὲ τῷ μεσουρανοῦντι, ἀγαθοῦ δαίμονος, τὸ δὲ προάγον τοῦ μεσουρανοῦντος κά- τω μερίδα καὶ μονομοιρίαν καὶ θεόν, τὸ δὲ ἐρχόμενον ἐπὶ τὴν δύσιν ἀργὸν ζῴδιον καὶ ἀρχὴν θανάτου,

    τὸ δὲ μετὰ τὴν δύσιν ἐν τῷ ἀφανεῖ ποινὴν καὶ κακὴν τύχην, ὅπερ καὶ διάμετρόν ἐστι τῷ κακῷ δαίμονι, τὸ δὲ ἐρχό- μενον ὑπὸ γῆν ἀγαθὴν τύχην, διάμετρον τῷ ἀγαθῷ δαί- μονι,

    τὸ δὲ ἀποχωροῦν ἀπὸ τοῦ ἀντιμεσουρανήματος ὡς ἐπʼ ἀνατολὴν θεάν, διάμετρον τῷ θεῷ, τὸ δὲ ἐπιφερόμε- νον τῷ ὡροσκόπῳ ἀργόν, ὅ πάλιν διάμετρόν ἐστι τῷ ἀργῷ.

    ἤ ἵνα συντομώτερον φῶμεν, τοῦ ὡροσκοποῦντος ζῳδίου τὸ μὲν ἀπόκλιμα καλεῖται κακὸς δαίμων, ἡ δʼ ἐπαναφορὰ ἀργόν· ὡσαύτως τοῦ μεσουρανήματος τὸ μὲν ἀπόκλιμα θεός, ἡ δʼ ἐπαναφορὰ ἀγαθὸς δαίμων·

    κατὰ τὰ αὐτὰ δὲ καὶ τοῦ ἀντιμεσουρανήματος τὸ μὲν ἀπόκλιμα θεά, ἡ δὲ ἐπαναφορὰ ἀγαθὴ τύχη· ὁμοίως τοῦ δύνοντος τὸ μὲν ἀπόκλιμα κακὴ τύχη, ἡ δὲ ἐπαναφορὰ ἀργόν.

    ταῦτα δʼ οἴονται οὐ παρέργως ἐξετάζειν οὐ γὰρ τὴν αὐτὴν δύνα- μιν ἔχειν ἡγοῦνται τοὺς ἀστέρας πρὸς τὸ κακοποιεῖν μὴ ἐπί τε τῶν κέντρων θεωρουμένους καὶ ἐπὶ ταῖς ἀναφο- ραῖς ἢ τοῖς ἀποκλίμασιν, ἀλλʼ ὅπου μέν ἐνεργεστέραν ὅπου δὲ ἀπρακτοτέραν.