Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

μεταξὺ δὲ τούτων (φημὶ δὲ τοῦ τε ἀγαθοῦ καὶ κακοῦ, ὅπερ καὶ ἀδιάφορον ὠνομάζετο) ἔστι τὸ οὐδετέρως ἔχον. τίς δ’ ἦν ἡ τῶν ὅρων τούτων δύναμις καὶ τίνα ῥητέον πρὸς τοὺς ὅρους, ἐκ τῶν περὶ τἀγαθοῦ λελεγμένων (§ 21 — 39) πάρεστι νῦν δ’ ἐπὶ προκατασταθεῖσι τούτοις μετελθόντες σκεψώμεθα, εἰ ὥσπερ ἐπινοεῖταί τι ἀγαθὸν καὶ κακόν, οὕτω καὶ πρὸς τὴν φύσιν ὑπαρκτόν ἐστιν.

  • γ’ εἰ ἔστι φύσει ἀγαθὸν καὶ κακόν
  • Ὅτι μὲν οὖν οὐ κεκρατημένως ὑπέγραψαν οἱ δογματικοὶ τὴν ἐπίνοιαν τοῦ τε ἀγαθοῦ καὶ κακοῦ, πρότερον [*](40 ~ Hyp. ΙΙΙ 176.) [*](42—44 ~ Hyp. III 175.) [*](27 τἀγαθοῦ ς: ἀγαθοῦ NLE 11 λελεγμένων N: λεγομένων ς)

    ἐπελογισάμεθα· πρὸς δὲ τὸ εὐχερέστερον συμπεριφέρεσθαι τοῖς περὶ τῆς ὑπάρξεως αὐτοῦ λόγοις αὔταρκές ἐστιν εἰπεῖν, ὡς ἄρα πάντες ἄνθρωποι, καθάπερ ἔλεγε καὶ ὁ Αἰνησίδημος, ἀγαθὸν ἡγούμενοι τὸ αἱροῦν ὁποῖον ἄν ποτ’ ᾖ 5 μαχομένας ἔχουσι τἀς ἐν εἴδει περὶ αὐτοῦ κρίσεις.

    καὶ ὃν τρόπον συμφωνοῦντες, εἰ τύχοι, περὶ τοῦ εἶναί τινα σωματικὴν εὐμορφίαν περὶ τῆς εὐμόρφου καὶ καλῆς γυναικὸς στασιάζουσιν, τοῦ μὲν Αἰθίοπος τὴν σιμοτάτην καὶ μελαντάτην προκρίνοντος, τοῦ δὲ Περσοῦ τὴν γρυποτάτην καὶ λευκοτάτην ἀποδεχομένου, ἄλλου δὲ τὴν μέσην κατά τε τὸν χαρακτῆρα καὶ κατὰ τὴν χρόαν πασῶν καλλίονα λέγοντος,

    τὸν αὐτὸν τρόπον κατὰ κοινὴν πρόληψιν δοξάζοντες εἶναί τι ἀγαθὸν καὶ κακὸν οἱ τε ἰδιῶται καὶ οἱ φιλόσοφοι, ἀγαθὸν μὲν τὸ αἱροῦν αὐτοὺς καὶ ὠφελοῦν, κακὸν δὲ τὸ ἐναντίως ἔχον, κατ’ εἶδος πρὸς ἀλλήλους πολεμοῦσιν·

    ἄλλος γάρ τ’ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις (ξ καὶ κατ’ Ἀρχίλοχον (fr. 36 Bergk)

  • ἄλλος ἄλλῳ ἐπ’ ἔργῳ καρδίην ἰαίνεται,
  • εἴγε ὁ μὲν δόξαν ἀσπάζεται, ὁ δὲ πλοῦτον, ἄλλος εὐεξίαν, τὶς δὲ ἡδονήν. καὶ ἐπὶ τῶν φιλοσόφων ὁ αὐτὸς λόγος.

    οἱ μὲν γὰρ ἀπὸ τῆς Ἀκαδημίας καὶ τοῦ Περιπάτου τρία γένη φασὶν εἶναι τῶν ἀγαθῶν, καὶ ἃ μὲν περὶ ψυχὴν ὑπάρχειν, ἃ δὲ περὶ σῶμα, ἃ δὲ ἐκτὸς ψυχῆς τε καὶ σώματος, περὶ μὲν οὖν ψυχὴν τὰς ἀρετάς, περὶ δὲ τὸ σῶμα ὑγίειαν καὶ εὐεξίαν καὶ εὐαισθησίαν καὶ κάλλος καὶ πὰν ὃ τῆς ὁμοίας ἐστὶν ἰδέας, ἐκτὸς δὲ ψυχῆς καὶ σώματος πλοῦτον πατρίδα γονεῖς τέκνα φίλους, τὰ παραπλήσια.

    οἱ δὲ ἀπὸ τῆς Στοᾶς (III 96 Arn.) τρία μὲν γένη τῶν ἀγαθῶν καὶ αὐτοὶ τυγχάνειν ἔλεξαν, οὐχ ὡσαύτως δ’ ἑ· τούτων γὰρ τὰ μὲν περὶ ψυχήν τὰ δ’ ἐκτός, δὲ οὔτε [*](44—47 ~ Hyp. III 180—181.) [*](21 ποτ’ ἂν N 24/25 σιμότητα ς 25 μελαντάτην Gen.: μελαντοτάτην NLE: μελανοτάτην ς 28 <καὶ> κατὰ ς 30 οἱ alt. om. NL 3 ἐπ’ Gen.: ἐπὶ G κραδίην ’ς il δὲ om. N)

    περὶ ψυχὴν οὔτε ἐκτός, ἐξαιροῦντες τὸ γένος τῶν περὶ τὸ σῶμα ἀγαθῶν ὧς μὴ ἀγαθῶν. καὶ δὴ περὶ μὲν ψυχὴν εἶναί φασι τὰς ἀρετὰς καὶ <τὰς> πράξεις, ἐκτὸς δὲ εἶναι τόν τε φίλον καὶ τὸν σπουδαῖον ἄνθρωπον καὶ τὰ σπουδαῖα τέκνα καὶ γονεῖς [*](19a) καὶ τὰ ὅμοια, οὔτε δὲ περὶ ψυχὴν οὔτε ἐκτὸς αὐτὸν τὸν σπουδαῖον ἄνθρωπον ὡς πρὸς ἑαυτόν. οὔτε γὰρ ἐκτὸς ἑαυτοῦ δύνατόν εἶναι αὐτὸν οὔτε περὶ ψυχήν· ἐκ γὰρ ψυχῆς καὶ σώματος συνέστηκεν.

    εἰσὶ δὲ οἱ τοσοῦτον ἀπέχοντες τοῦ ἐξαιρεῖν τὸ γένος τῶν περὶ σώματι ἀγαθῶν, ὧς καὶ ἐν αὐτοῖς τὸ ἀρχικώτατον ἀπολιπεῖν ἀγαθόν· ὁποῖοί εἰσιν οἱ τὴν κατὰ σάρκα ἡδονὴν ἀσπαζόμενοι. καὶ ἕνα μὴ δοκῶμεν νῦν ἐπὶ πλεῖον ἐκτείνειν τὸν λόγον παριστάντες, ὅτι ἀσύμφωνός ἐστι καὶ μαχομένη ἡ περὶ ἀγαθοῦ τε καὶ κακοῦ τῶν ἀνθρώπων κρίσις, ἐπὶ ἑνὸς ὑποδείγματος ποιησόμεθα τὴν ὑφήγησιν, καθάπερ τῆς ὑγείας, ἐπεὶ καὶ συνηθέστερός ἐστιν ἡμῖν ὁ περὶ αὐτῆς λόγος.

    Οὐκοῦν τὴν ὑγείαν οἱ μὲν νομίζουσιν ἀγαθὸν εἶναι οἱ δ’ οὐκ ἀγαθόν, καὶ τῶν ἀγαθὸν ὑπολαμβανόντων οἱ μὲν μέγιστον ἀγαθὸν ταύτην ἔλεξαν, οἱ ὁ οὐ μέγιστον, καὶ τῶν οὐκ ἀγαθὸν εἰπόντων οἱ μὲν ἀδιάφορον προηγούμενον, οἱ δὲ ἀδιάφορον μέν, οὐ προηγούμενον δέ.

    ἀγαθὸν μὲν οὖν, καὶ τοῦτο πρῶτον, εἰρήκασι τὴν ὑγείαν οὐκ ὀλίγοι τῶν τε ποιητῶν καὶ τῶν συγγραφέων καὶ καθόλου πάντες οἱ ἀπὸ τοῦ βίου. Σιμωνίδης (fr. 70 Bergk) μὲν γὰρ ὁ μελοποιός φησι μηδὲ καλὰς σοφίας εἶναι χάριν, εἰ μή τις ἔχοι σεμνὴν ὑγείαν· Λικύμνιος (fr. 4 Bergk) δὲ προειπὼν ταῦτα· [*](10a)

  • λιπαρόμματε, μᾶτερ ὑψίστα, θρόνων
  • σεμνῶν Ἀπόλλωνος βασίλεια ποθεινά,
  • πραύγελως ῾Υγεία,
  • [*](18 τἀς add. Bekk. 23 γὰρ <περὶ> ς 24 ἐξαιρεῖν Fabr. ἐξαίρειν G 29 κρίσις τῶν ἀνθρώπων N 29/30 ὑποδείγματος Heintz coll. p. 564, 10: ὑποδειγματικῶς G 4 οὐκ om. N 4/5 προηγούμενον N: προηγούμενοι LEg 9 μὲν om. N 11 λιπαρόμβατε E viipiGzaWildimowitz (Isyllos p. 192 1): ὑψίστων G)
    ποῖον ὑψηλὸν ἐπιφέρει·
  • τίς γὰρ πλούτου χάρις ἢ τοκήων
  • ἢ τᾶς ἰσοδαίμονος ἀνθρώπου βασιληίδος ἀρχᾶς;
  • σέθεν δὲ χωρὶς οὔ τις εὐδαίμων ἔφυ.
  • Ἡρόφιλος δὲ ἐν τῷ δ’ διαιτητικῷ καὶ σοφίαν φησὶν ἀνεπίδεικτον καὶ τέχνην ἄδηλον καὶ ἰσχὺν ἀναγώνιστον καὶ πλοῦτον ἀχρεῖον καὶ λόγον ἀδύνατον ὑγείας ἀπούσης.

    ἀλλ’ οὗτοι μὲν οὕτως· ἀγαθὸν δ’ εἶπαν αὐτὴν ὑπάρχειν, οὐ μὴν καὶ πρῶτον, οἱ τε ἀπὸ τῆς ᾿Ακαδημίας καὶ οἱ ἀπὸ τοῦ Περιπάτου. δεῖν γὰρ ὑπέλαβον ἑκάστῳ τῶν ἀγαθῶν τὴν οἰκείαν τάξιν τε καὶ ἀξίαν ἀπονέμειν. ἔνθεν καὶ ὁ Κράντωρ (fr. 13 Kayser) εἰς ἔμφασιν τοῦ λεγομένου βουλόμενος ἡμᾶς ἄγειν πάνυ χαρίεντι συνεχρήσατο παραδείγματι.

    εἰ γὰρ νοήσαιμεν, φησί, καινόν τι τῶν Πανελλήνων θέατρον, εἰς τοῦτό τε ἕκαστον τῶν ἀγαθῶν παριὸν καὶ τῶν πρωτείων ἀντιποιούμενον [*](29a) ποιούμενον ἥκειν, εὐθὺς καὶ εἰς ἔννοιαν ἀναχθησόμεθα τῆς ἐν τοῖς ἀγαθοῖς διαφορᾶς.

    πρῶτον μὲν γὰρ ὁ πλοῦτος παραπηδήσας ἐρεῖ· ‘‘ἐγώ, ἄνδρες Πανέλληνες, κόσμον παρέχων πᾶσιν πᾶσιν ἀνθρώποις καὶ τἀς ἐσθῆτας καὶ τὰς ὑποδέσεις καὶ τὴν ἄλλην ἀπόλαυσιν χρειώδης εἰμὶ νοσοῦσι καὶ ὑγιαίνουσι, καὶ ἐν μὲν εἰρήνῃ παρέχω τὰ τερπνά, ἐν δὲ πολέμοις νεῦρα τῶν πράξεων γίνομαι.”

    τούτων γὰρ δὴ τῶν λόγων ἀκούσαντες οἱΠανέλληνες ὁμοθυμαδὸν κελεύσουσιν ἀποδοῦναι τὰ πρωτεῖα τῷ πλούτῳ. ἀλλ’ ἐὰν τούτου [*](7a) ἤδη ἀνακηρυττομένου ἐπιστᾶσα ἡ ἡδονή (Ξ τῇ ἔνι μὲν φιλότης, ἔνι δ’ ἵμερος, ἐν δ’ ὀαριστύς, πάρφασις, ἥ τ’ ἔκλεψε νόον πύκα περ φρονεόντων, λέγῃ δὲ εἰς μέσον καταστᾶσα,

    ὅτι αὐτὴν δίκαιόν ἐστιν ἀναγορεύειν (Eurip. Phoen. 558 + Electra 944) [*](15—18: cf. Carm. epigr. 1027 b 3sqq. Kaibel 24 τε om. ς 27 φησί Fabr. : φασί G 31 <ὦ> ἄνδρες V 1 παρέχων παρέχω G (excepto V) 6 κελεύσουσιν Bekk.: κελεύουσιν G 8 ὀαριστύς LE; ὁ ἀριδτύς N: ὁ ἀριστῆς ς)

  • (ὁ δ’ ὄλβος οὐ βέβαιος, ἀλλ’ ἐφήμερος
  • ἐξέπτατ’ οἴκων, μικρὸν ἀνθήσας χρόνον,
  • διώκεταί τε πρὸς τῶν ἀνθρώπων οὐ δι’ ἑαυτόν, ἀλλὰ τὴν ἐξ αὐτοῦ περιγινομένην ἀπόλαυσιν καὶ ἡδονήν), πάντως οἱ Πανέλληνες, οὐκ ἄλλως ἔχειν τὸ πρᾶγμα ἢ οὕτως ὑπολαβόντες, κεκράξονται δεῖν τὴν ἡδονὴν στεφανοῦν.

    ἀλλὰ καὶ ταύτης τὸ βραβεῖον φέρεσθαι στεφανοῦν. ἐπὴν εἰσβάλλῃ ἡ ὑγεία μετὰ τῶν συνέδρων αὐτῇ θεῶν, καὶ διδάσκῃ, ὡς οὔτε ἡδονῆς οὔτε πλούτου ὄφελός τι ἐστὶν ἀπούσης αὐτῆς (Eur. Teleph. fr. 714 Nauck) [*](21a)

  • τί γάρ με πλοῦτος, < . . . . > ὠφελεῖ
  • μίκρ’ ἂν θέλοιμι καὶ καθ’ ἡμέραν ἔχων
  • ἄλυπον οἰκεῖν βίοτον ἢ πλουτῶν νοσεῖν),
  • ἀκούσαντες πάλιν οἱ Πανέλληνες καὶ μεταμαθόντες,

    ὧς οὐκ ἔνεστι κλινοπετῆ καὶ νοσοῦσαν ὑποστῆναι τὴν εὐδαιμονίαν, φήσουσι νικᾶν τὴν ὑγείαν. ἀλλὰ καὶ τῆς ὑγείας ἤδη νικώσης, ἐπὰν εἰσέλθῃ ἡ ἀνδρεία πολύ στῖφος ἀριστέων καὶ ἡρώων ἔχουσα περὶ ἑαυτήν, καταστᾶσά τε λέγη· “

    ἐμοῦ μὴ παρούσης, ἄνδρες Ἕλληνες, ἀλλοτρία γίνεται ἡ κτῆσις τῶν παρ’ ὑμῖν ἀγαθῶν, εὔξαιντό τ’ ἄν οἱ πολέμιοι περιουσιάζειν ὑμᾶς πᾶσι τοῖς ἀγαθοῖς ὡς μελλήσοντες ὑμῶν κρατεῖν”, καὶ τούτων οὖν ἀκούσαντες οἱ Ἕλληνες τὰ μὲν [*](4a) πρωτεῖα τῇ ἀρετῇ ἀποδώσουσι, τὰ δὲ δευτερεῖα τῇ ὑγείᾳ, τὰ δὲ τρίτα τῇ ἡδονῇ, τελευταῖον δὲ τάξουσι τὸν πλοῦτον.

    [*](12 ὁ δ’ scr. cum codicibus Eurip.: οὖ δ’ ’N: ὁ γὰρ LEς 13 ἐξέπτατ’ scr. cum codicibus Eurip.: ἐξίπτατ’ G 22 πλοῦτος, <πλοῦτος> N: πλοῦτος <οὗτος> P. Maas dubit.: quoddam in lacuna latet: πλοῦτος ὠφελεῖ νοσοῦντα γε Fabr. 23 μίκρ’ ἂν Fabr. : μικρὰν G 23/24 ἔχων ἄλυπον Fabr. : ἄλυπον ἔχων G 24 βίοτον Fabr. : βιοτὴν G 25 μεταμαθόντες scr. : μεταλαβόντες G: καταλαβόντες Bekk. 1 <ὦ> ἄνδρες V (cf. ad p. 556, 31) 2 κτίσις NE 3 τ’ ἂν Bekk.: τι N: τε LEς)

    Καὶ δὴ ὁ μὲν Κράντωρ τὴν ὑγείαν ἐν δευτέρᾳ μοίρᾳ ἐτίθετο, στοιχῶν τοῖς προειρημένοις φιλοσόφοις· οὐκ ἀγαθὸν δ’ οἱ ἀπὸ τῆς Στοᾶς ἔλεξαν αὐτήν, ἀλλ’ ἀδιάφορον. τὸ ἀδιάφορον δ’ οἴονται (111 122 Arn.) λέγεσθαι τριχῶς, καθ’ ἕνα μὲν τρόπον πρὸς ὃ μήτε ὁρμὴ μήτε ἀφορμὴ γίνεται, οἷόν ἐστι τὸ περιττοὺς ἢ ἀρτίους εἶναι τοὺς ἀστέρας ἢ τἀς ἐπὶ τῇ κεφαλῇ τρίχας·

    καθ’ ἕτερον δὲ πρὸς ὃ ὁρμὴ μὲν καὶ ἀφορμὴ γίνεται, οὐ μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε, οἶον ἐπὶ δυεῖν δραχμῶν ἀπαραλλάκτων τῷ τε χαρακτῆρι καὶ τῇ λαμπρότητι, ὃταν δέῃ τὸ ἕτερον αὐτῶν αἱρεῖσθαι· ὁρμὴ μὲν γὰρ γίνεται πρὸς τὸ <τὸ> ἕτερον αὐτῶν αἱρεῖσθαι, οὐ μᾶλλον [*](19a) πρὸς τόδε ἢ τόδε.