Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Τῆς κατὰ τὸν τόπον χειριζομένης ἡμῖν πρὸς τοὺς δογματικοὺς ἀντιρρήσεως τὸ κυριώτατον μέρος ἐχούσης ἐν τῇ διαγνώσει τῶν τε ἀγαθῶν καὶ κακῶν, πρὸ παντὸς ἁρ- [*](21 cf. adv. math. I 57.) [*](8 ἡμέρα del. Fabr. 22 τοῖς ἰνδαλμοῖς Fabr. : τοῖς σινδήμοις N: τοισινδημοις (sic) L: τοῖσιν δήμοις E: τοῖσι δήμοις ς 28 ἦ Gen.: ἠ N: ἢ LEς 25 αἰεί Gen.: ἀεί G 31 τρόπον τόπον N (fors. m. 2))

μόσει τὴν ἐπίνοιαν τούτων στῆσαι· κατ’ ἁ γὰρ τὸν σοφὸν Ἐπίκουρον (fr.255Us.) οὔτε ζητεῖν ἔστιν οὔτε ἀπορεῖν ἄνευ προλήψεως.

οἱ μὲν οὖν Στωικοὶ (fr. III 75 Arn.) τῶν κοινῶν ὡς εἰπεῖν ἐννοιῶν ἐχόμενοι ὁρίζονται τἀγαθὸν τρόπῳ τῷδε ‘‘ἀγαθόν ἐστιν ὠφέλεια ἢ οὐχ ἕτερον ὡφελείας”, ὠφέλειαν μὲν λέγοντες τὴν ἀρετὴν καὶ τὴν σπουδαίαν πρᾶξιν, οὐχ ἕτερον δὲ ὠφελείας τὸν σπουδαῖον ἄνθρωπον καὶ τὸν φίλον.

ἡ μὲν γὰρ ἀρετή πως ἔχον ἡγεμονικὸν καθεστηκυῖα, καὶ ἡ σπουδαία [*](9a) πρᾶξις, ἐνέργειά τις οὖσα κατ᾿ ἀρετήν, ἄντικρύς ἐστιν ὠφέλεια· ὁ δὲ σπουδαῖος ἄνθρωπος καὶ ὁ φίλος, πάλιν τῶν ἀγαθῶν ὄντες καὶ αὐτοί, οὔτε ὠφέλεια λεχθεῖεν ἂν ὑπάρχειν οὔθ’ ἕτεροι ὠφελείας δι’ αἰτίαν τοιαύτην·

τὰ γὰρ μέρη, φασὶ Στωικῶν παῖδες, οὔτε τὰ αὐτὰ τοῖς ὅλοις ἐστὶν οὔτε ἑτεροῖα τῶν ὅλων, οἶον ἡ χεὶρ οὔτε ἡ αὐτή ἐστιν τῷ ὅλῳ ἀνθρώπῳ οὐ γὰρ ὅλος ἄνθρωπός ἐστιν ἡ χείρ), οὔτε ἑτέρα τοῦ ὅλου σύν γὰρ τῇ ὅλῃ] χειρὶ ὅλος ὁ ἄνθρωπος νοεῖται ἄνθρωπος). ἐπεὶ οὖν καὶ τοῦ σπουδαίου ἀνθρώπου καὶ τοῦ φίλου μέρος ἐστὶν ἡ ἀρετή, τὰ δὲ μέρη οὔτε [*](19a) ταὐτὰ τοῖς ὅλοις ἐστὶν οὔτε ἕτερα τῶν ὅλων, εἴρηται ὁ σπουδαῖος ἄνθρωπος καὶ ὁ φίλος οὐχ ἕτερος ὠφελείας. ὥστε πᾶν ἀγαθὸν τῷ ὅρῳ ἐμπεριειλῆφθαι, ἐάν τε ἐξ εὐθείας ὠφέλεια τυγχάνῃ, ἐάν τε μὴ ᾖ ἕτερον ὠφελείας.

ἔνθεν καὶ κατὰ ἀκολουθίαν τριχῶς εἰπόντες ἀγαθὸν προσαγορεύεσθαι, ἕκαστον τῶν σημαινομένων κατ’ ἰδίαν πάλιν ἐπιβολὴν ὑπογράφουσιν. λέγεται γὰρ ἀγαθόν, φασί, καθ’ ἔνα μὲν τρόπον τὸ ὑφ’ οὗ ἢ ἀφ’ οὗ ἔστιν ὠφελεῖσθαι, ὃ δὴ ἀρχικώτατον ὑπῆρχε καὶ ἀρετή· ἀπὸ γὰρ ταύτης ὥσπερ τινὸς πη- [*](22—27 ~ Hyp. III 169—171.) [*](2 κατὰ NLE: καὶ ’ς 3 ζητεῖν <τι> N at cf. p. 56, 21 et 611, 21 14 τῶν στωικῶν φασι παῖδες ς 16 τῷ om. LEς 17 ὅλος NLE : ὅλον ς 18 ὅλῃ secl. Arnim 20 αὐτὰ N ἐστὶν Fabr. : ἔσται G 23 μὴ om. N 24 καὶ om. N 26 ἐπιγράφουσιν N)

[*](29a) γῆς πᾶσα πέφυκεν ἀνίσχειν ὠφέλεια.

καθ’ ἕτερον δὲ τὸ καθ’ ὃ συμβαίνει ὠφελεῖσθαι· οὕτως οὐ μόνον αἱ ἀρεταὶ λεχθήσονται ἀγαθά, ἀλλὰ καὶ αἱ κατ’ αὐτὰς πράξεις, εἴπερ καὶ κατὰ ταύτας συμβαίνει ὡφελεῖσθαι.

κατὰ δὲ τὸν τρίτον καὶ τελευταῖον τρόπον λέγεται ἀγαθὸν τὸ οἷόν τε ὠφελεῖν, ἐμπεριλαμβανούσης τῆς ἀποδόσεως ταύτης τάς τε ἀρετὰς καὶ τὰς ἐναρέτους πράξεις καὶ τοὺς φίλους καὶ τοὺς σπουδαίους [*](4a) ἀνθρώπους, θεούς τε καὶ σπουδαίους δαίμονας.

παρ’ ἣν αἰτίαν οὐκ ἐν ἴσῳ λέγεται παρά τε τοῖς περὶ τὸν Πλάτωνα καὶ Ξενοκράτη (fr. 32 Heinze) πολλαχῶς ὀνομάζεσθαι τἀγαθὸν καὶ παρὰ τοῖς Στωικοῖς. ἐκεῖνοι μὲν γάρ, ὅταν φῶσιν ἑτέρως λέγεσθαι ἀγαθὸν τὴν ἰδέαν καὶ ἑτέρως τὸ μετέχον τῆς ἰδέας, σημαινόμενα ἐκτίθενται καὶ κατὰ πολὺ ἀλλήλων διεστῶτα καὶ μηδεμίαν ἔχοντα κοινωνίαν, οἷόν τε καὶ ἐπὶ τῆς ‘‘κύων” φωνῆς θεωροῦμεν.

ὧς γὰρ ἐκ ταύτης σημαίνεται μὲν πτῶσις ὑφ’ ἣν τὸ ὑλακτικὸν πέπτωκε ζῶον, καὶ ἔτι ὑφ᾿ ἣν τὸ ἔνυγρον, καὶ πρὸς τούτοις ὑφ’ ἣν ὁ φιλόσοφος, οὐ μὴν ἀλλὰ καὶ ὑφ’ ἣν τὸ ἄστρον, οὐδὲν δὲ κοινὸν ἔχουσιν αἱ τοιαῦται πτώσεις, οὐδ’ ἐμπεριέχεται τῇ δευτέρᾳ ἡ πρώτη καὶ τῇ τρίτῃ ἡ δευτέρα, οὕτω κἀν τῷ φάναι ἀγαθὸν τὴν ἰδέαν καὶ τὸ μετέχον τῆς ἰδέας ἔκθεσις μέν ἐστι σημαινομένων, κεχωρισμένων δὲ καὶ οὐδεμίαν περίληψιν ἐμφαινόντων.

ἀλλ’ οἱ μὲν ἀρχαιότεροι, ὧς προεῖπον, τοιοῦτοί τινες ἦσαν· οἱ δ’ ἀπὸ τῆς Στοᾶς θέλουσιν ἐπὶ τῆς τοῦ ἀγαθοῦ προσηγορίας τὸ δεύτερον σημαινόμενον ἐμπεριληπτικὸν εἶναι τοῦ πρώτου καὶ τὸ τρίτον περιληπτικὸν τῶν δυεῖν. ἦσαν δὲ οἱ φάσκοντες (Stoic. fr. III 73 Arn.) ἀγαθὸν [*](24a) ὑπάρχειν τὸ δι’ αὐτὸ αἱρετόν. οἱ δ’ οὕτως· ‘‘ἀγαθόν ἐστι τὸ συλλαμβανόμενον πρὸς εὐδαιμονίαν”, τινὲς δὲ “τὸ συμπληρωτικὸν εὐδαιμονίας”. εὐδαιμονία [*](30 ~ Hyp. III 172.) [*](2/3 ἐμπεριλ. Bekk.: ἐκπεριλ. G (cf. p. 161, 17) 18 ἔνυδρον N 14 καὶ om. LE 16 ἡ alt. ς: om. NLE)

δέ ἐστιν, ὧς οἱ τε περὶ τὸν Ζήνωνα (fr. 184 Arn.) καὶ Κλεάνθην καὶ Χρύσιππον ἀπέδοσαν, εὔροια βίου.

Πλὴν τὸ μὲν γένος τῆς τοῦ ἀγαθοῦ ἀποδόσεως ἐστι τοιοῦτον·

εἰώθασι δ’ ἔνιοι, τριχῶς λεγομένου τἀγαθοῦ, πρὸς τὸν τοῦ πρώτου σημαινομένου ὅρον εὐθὺς ἐπιζητεῖν, καθὸ λέγει· “τὸ ἀγαθόν ἐστι τὸ ὑφ’ οὗ ἢ ἀφ’ οὗ ἔστιν ὠφελεῖσθαι”, ὡς εἰ ταῖς ἀληθείαις ἀγαθόν ἐστι τὸ ἀφ’ οὗ ἔστιν ὠφελεῖσθαι, μόνην ῥητέον τὴν γενικὴν ἀρετὴν ἀγαθὸν ὑπάρχειν (ἀπὸ μόνης γὰρ ταύτης συμβαίνει τὸ ὠφελεῖσθαι), ἐκπίπτειν δὲ τοῦ ὅρου ἑκάστην τῶν εἰδικῶν, οἷον τὴν φρόνησιν καὶ τὴν σωφροσύνην καὶ τὰς λοιπάς.

ἀπ’ οὐδεμιᾶς γὰρ αὐτῶν συμβαίνει [τὸ] αὐτὸ τοῦτο τὸ ὠφελεῖν, ἀλλ’ ἀπὸ μὲν τῆς φρονήσεως τὸ φρονεῖν καὶ οὐ κοινότερον τὸ ὠφελεῖν (εἰ γὰρ αὐτὸ τοῦτο συμβαίνοι, τὸ ὠφελεῖν, οὐκ ἔσται ὡρισμένως φρόνησις, γενικὴ δ’ ἀρετή), καὶ ἀπὸ τῆς σωφροσύνης τὸ κατ’ αὐτὴν κατηγόρημα, σωφρονεῖν, οὐ τὸ κοινόν, ὠφελεῖν, καὶ ἐπὶ τῶν λοιπῶν τὸ ἀνάλογον.

οἱ δ’ ἀντικαθιστάμενοι πρὸς τοῦτο τὸ ἔγκλημα τοῦτό φασιν· ὅταν λέγωμεν· ‘‘ἀγαθόν ἐστιν ἀφ’ οὗ συμβαίνει τὸ ὠφελεῖσθαι”, ἐν ἴσῳ τούτῳ λέγομεν· “ἀγαθόν ἐστιν ἀφ’ οὗ συμβαίνει τι τῶν ἐν τῷ βίῳ ὠφελεῖσθαι”. οὕτω γὰρ καὶ ἑκάστη τῶν ἐπ’ εἴδους ἀρετῶν ἀγαθὸν γενήσεται, κοινῶς μὲν τὸ ὠφελεῖν μὴ ἐπιφέρουσα, τὶ δὲ τῶν ἐν τῷ <βίῳ> ὠφελεῖσθαι παρεχομένη, οἶον ἡ <τὸ> φρονεῖν, καθάπερ ἡ φρόνησις, ἡ δὲ τὸ σωφρονεῖν, ὧς σωφροσύνη.

θελήσαντες δὲ οὗτοι ὧς ἀπολογούμενοι τὸ πρότερον ἔγκλημα φυγεῖν, εἰς ἕτερον ἀπεκυλίσθησαν. εἰ γὰρ ἕτερον] ἔστι τὸ λεγόμενον τοιοῦτο· ‘‘ἀγαθόν ἐστιν ἀφ’ οὗ συμβαίνει τι τῶν ἐν τῷ βίῳ ὠφελεῖσθαι”, ἡ γενικὴ ἀρετὴ [*](31 σημαινόμενον ς 2 ἔστιν om. ς 3 συμβαίνει LEς: ἐστὶ N 4 ἑκάστην Lς: ἑκάστη N: ἑκάστου E 6 τὸ ante αὐτὸ del. coll. V. 8 τὸ ante ὠφ. om. LEς 8 συμβαίνοι N: συμβαίνἕἵ E: συμβαίνει Lg 13 λεγώμεθα ’ς 14 τούτω LE: τοῦτο Νς post λέγομεν add. Bekk. (qni legit τοῦτο) 18 βίῳ add. Bekk. cf. V. 23 19 τὸ pr. addidi τὸ alt. deL Bekk. 22 ἕτερον del. Bekk. τοιοῦτο Bekk.: τούτων Gr)

ἀγαθὸν οὖσα οὐχ ὑποπεσεῖται τῷ ὅρῳ· οὐ γὰρ ἀπ’ αύτῆς συμβαίνει τι τῶν ἐν τῷ βίῳ ὠφελεῖσθαι (ἐπεὶ μία τῶν ἐπ’ εἴδους γενήσεται), ἀλλ’ ἀπλῶς τὸ ὠφελεῖσθαι.

Καὶ ἕτερα δὲ εἴωθε λέγεσθαι πρὸς τοὺς τοιούτους ὅρους, δογματικῆς ἐχόμενα περιεργίας. ἡμῖν δὲ ἀπόχρη ἀποδεῖξαι, ὅτι ὁ λέγων ἀγαθὸν τὸ ὠφελοῦν ἢ τὸ δι’ αὐτὸ αἱρετὸν ἢ τὸ συνεργοῦν πρὸς εὐδαιμονίαν, ἢ οὕτω πως ἀποδιδούς, οὐχ ὃ ἔστιν ἀγαθὸν διδάσκει, ἀλλὰ τὸ συμβεβηκὸς αὐτῷ παρίστησιν. ὁ δὲ τὸ συμβεβηκὸς τἀγαθῷ παριστὰς οὐκ αὐτὸ δείκνυσι τἀγαθόν. εὐθέως γοῦν τὸ μὲν ὅτι ὠφελεῖ τἀγαθὸν καὶ τὸ ὅτι αἱρετόν ἐστι, παρὸἀγαθὸν εἴρηται τὸ οἶον ἀγαστόν (Plato Craty l. p. 412C), ὅτι <τε> εὐδαιμονίας ἐστὶ ποιητικόν, πάντες ἀλλ’ ἐὰν προσεξετάζηται, τί ποτε ἔστι τοῦτο

τὸ ὠφελοῦν καὶ δι’ αὐτὸ αἱρετὸν καὶ εὐδαιμονίας ποιητικόν, οὐκέτι ὁμοφρονήσουσι, καίπερ συμφώνως πρότερον αὐτὸ λέγοντες τὸ ὠφελοῦν καὶ τὸ αἱρετόν, ἀλλ’ εἰς ἄπιστον ἐξενεχθήσονται πόλεμον, τοῦ μὲν ἀρετὴν λέγοντος, τοῦ δ’ ἡδονήν, τοῦ δ’ ἀλυπίαν, τοῦ δ’ ἄλλο τι τῶν διαφερόντων.

εἰ δέ γε ἐκ τῶν προειρημένων ὅρων ἐδείκνυτο, ὃ ἔστι τὸ ἀγαθόν, οὐκ ἂν ἐπεστασίαζον ὧς ἀγνοουμένης τῆς τἀγαθοῦ φύσεως. τοίνυν οὐχ ὃ ἔστι τὸ ἀγαθὸν οἱ ἐκκείμενοι ὅροι διδάσκουσιν, ἀλλὰ τὸ συμβεβηκὸς τἀγαθῷ. διόπερ οὐδὲ κατὰ τοῦτο μόνον εἰσὶ μοχθηροί, ἀλλὰ καὶ καθόσον ἀδυνάτου τινὸς ἐφίενται πράγματος·

ὁ γὰρ ἀγνοῶν τι τῶν ὄντων, οὗτος οὐδὲ τὸ συμβεβηκὸς ἐκείνῳ γινώσκειν δύναται. οἷον ὁ πρὸς τὸν ἀγνοοῦντα, τί ἐστιν ἵππος, λέγων· “ἳππος ἐστὶ ζῷον χρε- [*](35—39 ~ Hyp. III 173—174.) [*](28 περιεργείας NV 80 <τὴν> εὐδαιμονίαν N at cf. p. 161, 24 31 fort. ἔστι τἀγαθὸν? 3 τἀγαθὸν ς: τὸ ἀγαθὸν NLE τὸ om. N B τε add. Bekk. συγχωροῦσι πάντες N d ἄπιστον G: ἄσπειστον Fabr. post Hervetum (irreconciUdbile) : sed cf. Max. Tyr. p. 318, 18 Hob. Euseb. de laude Const. XV 766 et ipsum Sext. p. 162, 12, ubi nunc ἄπιστον restituere maluerim 14 τὸ prius om. N)

μετιστικόν” οὐ διδάσκει, ὃ ἔστιν ἵππος· τῷ γὰρ μὴ γινώσκοντι τὸν ἵππον καὶ τὸ χρεμετίζειν ἀγνοεῖται, ὅπερ ἦν τοῦ ἵππου συμβεβηκός. καὶ ὁ πρὸς τὸν μὴ κατ’ εἰληφότα, τί ἐστι βοῦς, προφερόμενος· “βοῦς ἐστι ζῷον μυκητικόν” οὐ παρίστησι τὸν βοῦν· τῷ γὰρ μὴ γινώσκοντι τοῦτον συνακαταληπτεῖται καὶ τὸ μυκᾶσθαι, συμβεβηκὸς ὑπάρχον τοῦ βοός.

οὐκοῦν καὶ πρὸς τὸν ἀνεννόητον ὄντα τἀγαθοῦ μάτην καὶ ἀνωφελῶς λέγεται, ὅτι ἀγαθόν ἐστι τὸ αἱρετὸν ἢ τὸ ὠφελοῦν. πρῶτον γὰρ δεῖ μαθεῖν τὴν αὐτοῦ τοῦ ἀγαθοῦ φύσιν, εἶτα τότε συνιέναι, ὅτι ὠφελεῖ καὶ ὅτι αἱρετόν ἐστι καὶ εὐδαιμονίας ποιητικόν. ἐπ’ ἀγνοουμένῃ δὲ ταύτῃ καὶ οἱ τοιοῦτοι τῶν ὅρων οὐ διδάσκουσι τὸ ζητούμενον.

Δείγματος μὲν οὖν χάριν ἀπαρκέσει ταῦτ’ εἰρῆσθαι περὶ τῆς τἀγαθοῦ νοήσεως. ἐξ ὧν, ὧς οἶμαι, σαφῆ τυγχάνει καὶ τὰ περὶ τοῦ κακοῦ τεχνολογούμενα παρὰ τοῖς ἑτεροδόξοις. κακὸν γάρ ἐστι τὸ ἐναντίον τῷ ἀγαθῷ· ὅπερ βλάβη ἐστὶν ἢ οὐχ ἕτερον βλάβης, καὶ βλάβη μὲν ὥσπερ κακία καὶ ἡ φαύλη πρᾶξις, οὐχ ἕτερον δὲ βλάβης καθάπερ ὁ φαῦλος ἄνθρωπος καὶ ὁ ἐχθρός.