Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

σκοπῶμεν δὲ τὸν τρόπον τοῦτον. τὰ αἰσθητὰ ὧς αἰσθητὰ ἀδιδάκτως ἡμῖν λαμβάνεται· οὐθεὶς γὰρ τὸ λευκὸν ἢ τὸ μέλαν ὁρᾶν διδάσκεται, οὐδὲ τραχέος ἢ λείου ἀντιλαμβάνεσθαι. ὁ δὲ ἀριθμὸς ὡς ἀριθμὸς οὐκ ἀδιδάκτως ἡμῖν λαμβάνεται· ὅτι γὰρ τὰ δὶς δύο τέσσαρά ἐστι καὶ τὰ τρὶς δύο ἔξ ἐστι καὶ τὰ δεοὐκ [*](20 ἔτι N: οὐκ ἔστι LEg 23 <τοῦ> ἑνὸς Kayser om. N 24 ἢ — 25 μὲν om. N 26 μετέχουσί N 31 ἂν λέγωσιν Strnve: ἐὰν λέγοιεν G 1 ἀποδοθεῖσαι NLE: ἀποδλθήσονται ς 5 ὁ om. N ἐπείπερ N)

κάκις δέκα ἑκατόν, ἐκ μαθήσεως ἔγνωμεν. οὐκ ἄρα αἰσθητόν τί ἐστιν ὁ ἀριθμός.

εἰ δὲ μνήμη κατ’ ἐπισύνθεσίν τινων ἔγνωσται, ἀπορήσει τις τῶν αἰσθητῶν ἀποστάς, καθὼς καὶ ὁ Πλάτων’ ἠπόρει ἐν τῷ περὶ ψυχῆς (Phaedo p. 96 E sqq.), πῶς τὰ δύο κατ’ ἰδίαν μὲν ὄντα οὐ νοεῖται δύο, συνελθόντα δὲ εἰς ταὐτὸ γίνεται δύο.

εἰ γὰρ τοιαῦτά ἐστι μετὰ τὴν σύνοδον, ὁποῖα ἦν πρὶν τῆς συνόδου, ἦν δ’ ἑκάτερον αὐτῶν πρὶν τῆς συνόδου ἔν, ἔσται καὶ μετὰ τὴν σύνοδον ἑκάτερον ἔν, ἐπεὶ ἂν δῶμεν προσγίνεσθαί τι αὐτοῖς περισσότερον μετὰ τὴν σύνοδον παρ’ ὅ ἦν, οἶον τὴν δυάδα, ἔσται ἡ τῶν δυεῖν συνέλευσις τετράς.

εἰ γὰρ τῷ συνελθόντι ἑνὶ καὶ ἐνὶ πλεῖόν τι προσγίνεται ἡ δυάς, ἐπεὶ ἐν ταύτῃ μονὰς καὶ μονὰς νοεῖται, κατὰ τὴν τοῦ ἑνὸς καὶ ἑνὸς συνέλευσιν τετρὰς γενήσεται, δυεῖν μὲν νοουμένων τῶν συνιόντων, διττῆς δὲ κατὰ τὴν φύσιν οὔσης τῆς προσγινομένης αὐτοῖς δυάδος. καὶ πάλιν· εἰ τοῖς κατὰ σύνοδον ποιοῦσι τὴν δεκάδα πλεῖόν τι προσγίνεται ἡ δεκάς, ἐπεὶ ἐν τῇ δεκάδι νοεῖται τὰ ἐννέα καὶ τὰ ὀκτὼ καὶ τὰ ἑπτὰ καὶ καθ’ ὑπόβασιν οἱ λοιποὶ ἀριθμοί, ἀπειράκις ἀπείρων ἔσται πλῆθος τὰ δέκα, ὧς ἀνώτερον (adv. phjs. I 303 sqq.) δεδείχαμεν.

Ὁ δὲ Πλάτων’ καὶ ἄλλως ἐπιχειρεῖν βούλεται. εἴπερ γὰρ τὸ ἕν, φησίν, ὅτε διαιρεῖται καὶ χωρίζεται, δύο νοεῖται, πάντως καὶ ἡ ἑκατέρου τῶν ἀνὰ ὲν εἰς ταὐτὸ σύνοδος οὐ νοηθήσεται δύο· ἐναντίον γάρ ἐστι τῷ πρώτῳ αἰτίῳ τὸ δεύτερον αἴτιον, καὶ εἰ τὰ ἐκ τοῦ αὐτοῦ χωριζόμενα δύο ἐστί, τὰ εἰς ταὐτὸ συναγόμενα καὶ ἀλλήλοις παρατεθειμένα οὐκ ἂν εἴη δύο. ἔχει δὲ καὶ τὸ ῥητὸν παρ’ αὐτῷ τὸν τρόπον τοῦτον (Phaedo p. Α)·

“θαυμάζω γάρ, εἰ ὅτε μὲν ἑκάτερον αὐτῶν ἦν χωρὶς ἀλλήλων, ἱὲν ἦν ἑκάτερον καὶ οὐκ ἤστην τότε δύο, πλησιάσαντα δ’ ἀλλήλοις, αὕτη ἄρα αὐτοῖς αἰτία ἐγένετο δυεῖν γενέσθαι, σύνοδος τοῦ πλησίον ἀλλήλων τεθῆναι. οὐδέ γε ὧς ἐάν διασχίσῃ, διασχίσῃ, δύναμαι ἔτι πεισθῆπερὶ [*](24 περὶ <τῆς> ψυχῆς N 25 μὲν ὄντα Bekk. : μένοντα 29 ἐὰν N 30 παρὸ G 19 αὐτοῖς libri Platonis: αὐτῶν G ἐγίνετο N 20 <ἡ> σύνοδος libri Platonis 21 οὐδέ γε ὡς ex Platone: οὔτε γενέσεως ὧς G)

’ναι, ὅτι ὡσαύτως αἰτία γέγονεν ἡ σχίσις τοῦ δύο γεγονέναι· ἐναντία γὰρ γέγονεν ἢ τότε αἰτία τοῦ δύο γενέσθαι, τότε μὲν ὅτι συνήγετο πλησίον ἀλλήλων καὶ προσετίθετο ἕτερον ἑτέρῳ, νῦν δ’ ὅτι ἀπάγεται [*](24a) καὶ χωρίζεται ἕτερον ἀφ’ ἑτέρου.”

ῥητῶς γὰρ διὰ τούτων φησίν, ὡς εἴπερ ἡ ψιλὴ σύνοδος τοῦ ἑνὸς καὶ ἑνὸς καὶ ἡ αὐτὸ μόνον παράθεσις αἴτιόν ἐστι τοῦ δύο γενέσθαι τὰ πρότερον μὴ ὄντα δύο, πῶς ἔτι πεισθῆναι δύναμαι, ὅτι τὸ ἕν, ὅτε χωρίζεται καὶ διασπᾶται, δύο γίνεται; ἐναντία γὰρ τῇ συνόδῳ ἡ σχίσις ἐστὶ καὶ ὁ χωρισμός.

Τοιοῦτος μὲν καὶ ὁ Πλάτων’· ἔνεστι δὲ καὶ ὧδε συνερωτᾶν. εἰ ἔστι τι ἀριθμός, ὅτε παρατίθεταί τι ἑτέρῳ οἷον τῇ μονάδι ἡ μονάς, τότε ἢ προσγίνεταί τι ταῖς συνελθούσαις μονάσιν ἢ ἀπογίνεται τῶν συνελθουσῶν ἢ οὔτε προσγίνεταί τι αὐταῖς οὔτε ἀπογίνεται. ἀλλ’ εἰ μήτε προσγίνεταί τι αὐταῖς μήτε ἀπογίνεται αὐτῶν, οὐκ ἔσται δυὰς κατὰ τὴν παράθεσιν τῆς ἑτέρας τῇ ἑτέρᾳ, ὧς οὐδὲ πρὶν τῆς συνόδου ἐτύγχανεν.

εἰ δὲ ἀπογίνεταί τι κατὰ τὴν παράθεσιν αὐτῶν, ἐλάσσωσις ἔσται τῆς μιᾶς μονάδος καὶ οὐκέτι δυὰς γενήσεται. εἰ δὲ προσγίνεταί τι αὐταῖς, οἷον ἡ δυάς, τὰ ὀφείλοντα δύο εἶναι τέσσαρα γενήσονται. δυὰς γὰρ ἡ ἐπιγενομένη μονὰς ἦν καὶ μονάς· πορσελθοῦσα οὖν μονάδι καὶ μονάδι, ταῖς συνερχομέναις, τὸν τέσσαρα ποιήσει ἀριθμόν· ὅπερ ἐστὶν ἄτοπον. τοίνυν οὐκ ἔστι τι ἀριθμός.

  • ἑ περὶ γενέσεως καὶ φθορᾶς
  • ῾Η περὶ γενέσεως καὶ φθορᾶς ζήτησις συνίσταται τοῖς σκεπτικοῖς πρὸς τοὺς φυσικούς σχεδόν τι περὶ τῶν ὅλων, εἴγε τῶν σκεψαμένων περὶ τῆς τοῦ παντὸς συστάσεως οἱ [*](308—309 ~ Hyp. III 164—165. adv. math. IV 21—22.) [*](22 σχίσις Fabr. ex Platone : σύγχυσις G (σύγχησις L) 23 ἢ cum textu Platonis: ἡ G 24 ὅτι LEg: ὅτε N 30 ἐστὶ om. N 11 ἐπιγενομένη — 12 ς: ἐπιφερομένη προσελθοῦσα ἦν Ν 12 ταῖς συνερχομέναις LE ς: ἦς συνερχομένη N 13 τοίνυν — 14 ἀριθμός om. E 14 ε΄ in titulo om. LEς)

    μὲν ἐξ ἑνὸς ἐγέννησαν τὰ πάντα, οἱ δ’ ἐκ πλειόνων, καὶ τῶν ἐξ ἑνὸς οἱ μὲν ἐξ

    ἀποίου, οἱ δὲ ἐκ ποιοῦ, καὶ τῶν ἐκ ποιοῦ οἱ μὲν ἐκ πυρὸς, οἱ δ’ <ἐξ> ἀέρος, οἱ δ’ ἐξ ἄλλοι ἐκ γῆς, καὶ τῶν ἐκ πλειόνων οἱ μὲν <ἐξ> οἱ δ’ ἐξ ἀπείρων, καὶ τῶν ἐξ ἀριθμητῶν οἱ μὲν ἐκ δύο, οἱ δ’ ἐκ τεσσάρων, οἱ δ’ ἐκ πέντε, οἱ δ’ ἐξ ἕξ, καὶ τῶν ἐξ ἀπείρων οἱ μὲν ἐξ ὁμοίων τοῖς γεννωμένοις, οἱ δὲ ἐξ ἀνομοίων, καὶ τούτων οἱ μὲν ἐξ ἀπαθῶν, οἱ δ’ ἐκ παθητῶν.

    ἐξ ἀποίου μὲν οὖν καὶ ἑνὸς σώματος τὴν τῶν ὅλων ὑπεστήσαντο γένεσιν οἱ Στωικοί· ἀρχὴ γὰρ τῶν ὄντων κατ’ αὐτούς ἐστιν ἡ ἄποιος Ὕλη καὶ δι’ ὅλων τρεπτή, μεταβαλλούσης τε ταύτης γίνεται τὰ τέσσαρα στοιχεῖα, πῦρ καὶ ἀήρ, ὕδωρ καὶ γῆ.

    ἐξ ἑνὸς δὲ καὶ ποιοῦ γεγενῆσθαι τὰ πάντα θέλουσιν οἴ τε περὶ Ἵππασον καὶ ᾿Αναξιμένη καὶ Θαλῆ, ὧν Ἵππασος μὲν καὶ κατά τινας ὁ ᾿Εφέσιος ἐκ πυρὸς ἀπέλιπον τὴν γένεσιν, Ἀναξιμένης δὲ ἐξ ἀέρος, Θαλῆς δὲ ἐξ ὕδατος, Ξενοφάνης δὲ κατ’ ἐνίους ἐκ γῆς (B 27 Diels)·

  • ἐκ γαίης γὰρ πάντα, καὶ εἰς γῆν πάντα τελευτᾷ.
  • ἐκ πλειόνων δὲ καὶ ἀριθμητῶν, δυεῖν μέν,

    γῆς τε καὶ ὕδατος, ὁ ποιητὴς Ὅμηρος, ὁτὲ μὲν λέγων (Ξ 201)

    Ὠκεανόν τε, θεῶν γένεσιν, καὶ μητέρα Τηθύν, ὁτὲ δὲ (Η 99)

  • ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε.
  • συμφέρεσθαι δ’ αὐτῷ δοκεῖ κατ’ ἐνίους καὶ ὁ Κολοφώνιος Ξενοφάνης· φησὶ γάρ (B 33 Diels)·
  • πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεσθα.
  • [*](20 ἐκ πυρὸς — ὕδατος NLE ἐξ addidi) : ἐξ ἀέρος οἱ δ’ ἐξ ὕδατος οἱ δ’ ἐκ πυρός ’ς 21 ἐξ add. Bekk. (sed exstat in N inter duas lineas fortasse ad v. 20 pertinens) 31/32 ᾿Αναξιμένη Meineke coU. p. 126, 12: Ἀναξίμανδρον G 1 ἀπέλιπον ς: ἀπέλειπον NLE 1/2 Ἀναξιμένης Meineke coll. p. 126, 12 et 461,27: Ἀναξίμανδρος G 12 ἐκγενόμεσθα Gen.: ἐκγενόμεθα G)
    ἐκ γῆς δὲ καὶ αἰθέρος Εὐριπίδης,

    ὡς πάρεστιν ἐκδέξασθαι ἐκ τοῦ λέγειν αὐτόν (fr. 1023 Nauck)·

  • Αἰθέρα καὶ Γαῖαν πάντων γενέτειραν ἀείδω.
  • ἐκ τεσσάρων δὲ ὁ ᾿Εμπεδοκλῆς (B 6 Diels)·
  • τέσσαρα γὰρ πάντων ῥιζώματα πρῶτον ἄκουε·
  • Ζεὺς ἀργὴς Ἥρη τε φερέσβιος ἠδ’ Ἀιδωνεύς
  • Νῆστίς θ’, ἣ δακρύοις τέγγει κρούνωμα βρότειον.
  • ἐκ πέντε δὲὌκκελος ὁ Λευκανὸς καὶ᾿Αριστοτέκης·

    συμπαρέλαβον παρέλαβον γὰρ τοῖς τέσσαρσι στοιχείοις τὸ πέμπτον καὶ κυκλοφορητικὸν σῶμα, ἐξ οὗ λέγουσιν εἶναι τὰ οὐράνια.

    ἐκ δὲ τῶν ἓξ τὴν πάντων ὑπέθεντο γένεσιν οἱ περὶ τὸν Ἐμπεδοκλέα. ἐν οἶς μὲν γὰρ λέγει τέσσαρα τῶν πάντων ῥιζώματα, ἐκ τεσσάρων ποιεῖ τὴν γένεσιν· ὅταν δὲ προσθῇ (B 17,19 Diels)

  • Νεῖκός τ’ οὐλόμενον δίχα τῶν, ἀτάλαντον ἁπάντῃ,
  • καὶ Φιλίη μετὰ τοῖσιν, ἴση μῆκός τε πλάτος τε
  • ἓξ παραδίδωσι τὰς τῶν ὄντων ἀρχάς, τέσσαρας μὲν ὑλικάς, γῆν ὕδωρ ἀέρα πῦρ, δύο δὲ τἀς δραστηρίους, φιλίαν καὶ νεῖκος.

    ἐξ ἀπείρων δ’ ἐδόξασαν τὴν τῶν πραγμάτων γένεσιν οἱ περὶ Ἀναξαγόραν τὸν Κλαζομένιον καὶ Δημόκριτον καὶ Ἐπίκουρον καὶ ἄλλοι παμπληθεῖς, ἀλλ’ ὁ μὲν Ἀναξαγόρας ἐξ ὁμοίων τοῖς γεννωμένοις, οἱ δὲ περὶ τὸν Δημόκριτον ᾿Επίκουρον ἐξ ἀνομοίων τε καὶ ἀπαθῶν, τουτέστι τῶν ἀτόμων, οἱ δὲ περὶ τὸν Ποντικὸν Ἡρακλείδην καὶ ᾿Ασκληπιάδην μέν, παθητῶν δέ, καθάπερ τῶν ἀνάρμων ὄγκων.

    Προειληφότες οὖν, ὅτι πᾶσι τούτοις ἄπορος δείκνυται ὁ τῆς φυσιολογίας τρόπος ἀναιρεθείσης τῆς γενέσεως καὶ τῆς φθορᾶς, προθυμότερον ἁπτώμεθα τῶν λόγων. καίτοι γε, ἐὰν ἐξετάζωμεν, διὰ τῶν ἔμπροσθεν αὐταρκῶς ἤδη συμβεβίβασται τὸ κεφάλαιον.

    τὸ γὰρ γινόμενον καὶ [*](20 Ὄκελλος Fabr. et ita testimonium schol. in Basilium (cf. vol. I p. XX): ὀκκελὸς (sic) NLE: ὄκελος ς 27 ἴση Bekk.: ἴσον G (at cf. p. 393, 14!) 12 συμβεβίβασται Gen.: G)

    ρόμενον ἐν χρόνῳ φθείρεται καὶ γίνεται, χρόνος δὲ οὐκ ἔστιν, ὡς ἀνώτερον παρεστήσαμεν (§ 170sqq.) ὥστε οὐδὲ γινόμενον καὶ φθειρόμενον ἔσται.